Θεογονία
Title variantsΘεογονία · Theogonia · Theogony · Théogonie · Theogonie
Author namesHésiode · Hesiode · Hesiod · Hesiodos · Hesiodus · Ησιοδος
- Scientific editors
- Hugh G. Evelyn-White
- Edition reference
- Hesiod, the Homeric Hymns and Homerica · London · William Heinemann Ltd. · 1914
- CTS identifier
urn:cts:greekLit:tlg0020.tlg001.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.3.0 · 2026-08-31
- Digital source
- View source ↗
- Scholarly catalogues
- Wikidata ↗ · Perseus Catalog ↗ · WorldCat ↗ · L’Année philologique ↗
1Μουσάων Ἑλικωνιάδων ἀρχώμεθʼ ἀείδειν,
2αἵθʼ Ἑλικῶνος ἔχουσιν ὄρος μέγα τε ζάθεόν τε
3καί τε περὶ κρήνην ἰοειδέα πόσσʼ ἁπαλοῖσιν
4ὀρχεῦνται καὶ βωμὸν ἐρισθενέος Κρονίωνος.
5καί τε λοεσσάμεναι τέρενα χρόα Περμησσοῖο
6ἢ Ἵππου κρήνης ἢ Ὀλμειοῦ ζαθέοιο
7ἀκροτάτῳ Ἑλικῶνι χοροὺς ἐνεποιήσαντο
8καλούς, ἱμερόεντας· ἐπερρώσαντο δὲ ποσσίν.
9ἔνθεν ἀπορνύμεναι, κεκαλυμμέναι ἠέρι πολλῇ,
10ἐννύχιαι στεῖχον περικαλλέα ὄσσαν ἱεῖσαι,
11ὑμνεῦσαι Δία τʼ αἰγίοχον καὶ πότνιαν Ἥρην
12Ἀργεΐην, χρυσέοισι πεδίλοις ἐμβεβαυῖαν,
13κούρην τʼ αἰγιόχοιο Διὸς γλαυκῶπιν Ἀθήνην
14Φοῖβόν τʼ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν
15ἠδὲ Ποσειδάωνα γεήοχον, ἐννοσίγαιον,
16καὶ Θέμιν αἰδοίην ἑλικοβλέφαρόν τʼ Ἀφροδίτην
17Ἥβην τε χρυσοστέφανον καλήν τε Διώνην
18Λητώ τʼ Ἰαπετόν τε ἰδὲ Κρόνον ἀγκυλομήτην
19Ἠῶ τʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην
20Γαῖάν τʼ Ὠκεανόν τε μέγαν καὶ Νύκτα μέλαιναν
21ἄλλων τʼ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων.
22αἵ νύ ποθʼ Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδήν,
23ἄρνας ποιμαίνονθʼ Ἑλικῶνος ὕπο ζαθέοιο.
24τόνδε δέ με πρώτιστα θεαὶ πρὸς μῦθον ἔειπον,
25Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο·
26ποιμένες ἄγραυλοι, κάκʼ ἐλέγχεα, γαστέρες οἶον,
27ἴδμεν ψεύδεα πολλὰ λέγειν ἐτύμοισιν ὁμοῖα,
28ἴδμεν δʼ, εὖτʼ ἐθέλωμεν, ἀληθέα γηρύσασθαι.
29ὣς ἔφασαν κοῦραι μεγάλου Διὸς ἀρτιέπειαι·
30καί μοι σκῆπτρον ἔδον δάφνης ἐριθηλέος ὄζον
31δρέψασαι, θηητόν· ἐνέπνευσαν δέ μοι αὐδὴν
32θέσπιν, ἵνα κλείοιμι τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα.
33καί μʼ ἐκέλονθʼ ὑμνεῖν μακάρων γένος αἰὲν ἐόντων,
34σφᾶς δʼ αὐτὰς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδειν.
35ἀλλὰ τί ἦ μοι ταῦτα περὶ δρῦν ἢ περὶ πέτρην;
36τύνη, Μουσάων ἀρχώμεθα, ταὶ Διὶ πατρὶ
37ὑμνεῦσαι τέρπουσι μέγαν νόον ἐντὸς Ὀλύμπου,
38εἰρεῦσαι τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα,
39φωνῇ ὁμηρεῦσαι· τῶν δʼ ἀκάματος ῥέει αὐδὴ
40ἐκ στομάτων ἡδεῖα· γελᾷ δέ τε δώματα πατρὸς
41Ζηνὸς ἐριγδούποιο θεᾶν ὀπὶ λειριοέσσῃ
42σκιδναμένῃ· ἠχεῖ δὲ κάρη νιφόεντος Ὀλύμπου
43δώματά τʼ ἀθανάτων. αἳ δʼ ἄμβροτον ὄσσαν ἱεῖσαι
44θεῶν γένος αἰδοῖον πρῶτον κλείουσιν ἀοιδῇ
45ἐξ ἀρχῆς, οὓς Γαῖα καὶ Οὐρανὸς εὐρὺς ἔτικτεν,
46οἵ τʼ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων.
47δεύτερον αὖτε Ζῆνα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν,
48ἀρχόμεναί θʼ ὑμνεῦσι καὶ ἐκλήγουσαι ἀοιδῆς,
49ὅσσον φέρτατός ἐστι θεῶν κράτεί τε μέγιστος.
50αὖτις δʼ ἀνθρώπων τε γένος κρατερῶν τε Γιγάντων
51ὑμνεῦσαι τέρπουσι Διὸς νόον ἐντὸς Ὀλύμπου
52Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο.
53τὰς ἐν Πιερίῃ Κρονίδῃ τέκε πατρὶ μιγεῖσα
54Μνημοσύνη, γουνοῖσιν Ἐλευθῆρος μεδέουσα,
55λησμοσύνην τε κακῶν ἄμπαυμά τε μερμηράων.
56ἐννέα γάρ οἱ νυκτὸς ἐμίσγετο μητίετα Ζεὺς
57νόσφιν ἀπʼ ἀθανάτων ἱερὸν λέχος εἰσαναβαίνων·
58ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι
59μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,
60ἣ δʼ ἔτεκʼ ἐννέα κούρας ὁμόφρονας, ᾗσιν ἀοιδὴ
61μέμβλεται ἐν στήθεσσιν, ἀκηδέα θυμὸν ἐχούσαις,
62τυτθὸν ἀπʼ ἀκροτάτης κορυφῆς νιφόεντος Ὀλύμπου.
63ἔνθα σφιν λιπαροί τε χοροὶ καὶ δώματα καλά.
64πὰρ δʼ αὐτῇς Χάριτές τε καὶ Ἵμερος οἰκίʼ ἔχουσιν
65ἐν θαλίῃς· ἐρατὴν δὲ διὰ στόμα ὄσσαν ἱεῖσαι
66μέλπονται πάντων τε νόμους καὶ ἤθεα κεδνὰ
67ἀθανάτων κλείουσιν, ἐπήρατον ὄσσαν ἱεῖσαι.
68αἳ τότʼ ἴσαν πρὸς Ὄλυμπον ἀγαλλόμεναι ὀπὶ καλῇ,
69ἀμβροσίῃ μολπῇ· περὶ δʼ ἴαχε γαῖα μέλαινα
70ὑμνεύσαις, ἐρατὸς δὲ ποδῶν ὕπο δοῦπος ὀρώρει
71νισσομένων πατέρʼ εἰς ὅν· ὃ δʼ οὐρανῷ ἐμβασιλεύει,
72αὐτὸς ἔχων βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνόν,
73κάρτει νικήσας πατέρα Κρόνον· εὖ δὲ ἕκαστα
74ἀθανάτοις διέταξεν ὁμῶς καὶ ἐπέφραδε τιμάς.
75ταῦτʼ ἄρα Μοῦσαι ἄειδον, Ὀλύμπια δώματʼ ἔχουσαι,
76ἐννέα θυγατέρες μεγάλου Διὸς ἐκγεγαυῖαι,
77Κλειώ τʼ Εὐτέρπη τε Θάλειά τε Μελπομένη τε
78Τερψιχόρη τʼ Ἐρατώ τε Πολύμνιά τʼ Οὐρανίη τε
79Καλλιόπη θʼ· ἣ δὲ προφερεστάτη ἐστὶν ἁπασέων.
80ἣ γὰρ καὶ βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.
81ὅν τινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιο
82γεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων,
83τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἐέρσην,
84τοῦ δʼ ἔπεʼ ἐκ στόματος ῥεῖ μείλιχα· οἱ δέ τε λαοὶ
85πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας
86ἰθείῃσι δίκῃσιν· ὃ δʼ ἀσφαλέως ἀγορεύων
87αἶψά κε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσεν·
88τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, οὕνεκα λαοῖς
89βλαπτομένοις ἀγορῆφι μετάτροπα ἔργα τελεῦσι
90ῥηιδίως, μαλακοῖσι παραιφάμενοι ἐπέεσσιν.
91ἐρχόμενον δʼ ἀνʼ ἀγῶνα θεὸν ὣς ἱλάσκονται
92αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν·
93τοίη Μουσάων ἱερὴ δόσις ἀνθρώποισιν.
94ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου…
95ἄνδρε…
The complete text is available when the reading interface loads.
Critical apparatus