Νόμοι
Book 12
Title variantsΝόμοι · Leges · Laws · Lois
Author namesPlaton · Plato · Πλατων
- Scientific editors
- John Burnet
- Edition reference
- Platonis Opera · Oxford · Clarendon Press · 1915
- CTS identifier
urn:cts:greekLit:tlg0059.tlg034.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.3.0 · 2026-08-31
- Digital source
- View source ↗
- Scholarly catalogues
- Wikidata ↗ · Perseus Catalog ↗ · WorldCat ↗ · L’Année philologique ↗
Book 12
ΑΘ. ἐὰν ὡς πρεσβευτής τις ἢ κῆρυξ καταψευδόμενος τῆς πόλεως παραπρεσβεύηται πρός τινα πόλιν, ἢ πεμπόμενος μὴ τὰς οὔσας πρεσβείας ἐφʼ αἷς πέμπεται ἀπαγγέλλῃ, ἢ πάλιν αὖ παρὰ τῶν πολεμίων ἢ καὶ φίλων μὴ τὰ παρʼ ἐκείνων ὀρθῶς ἀποπρεσβεύσας γένηται φανερὸς ἢ κηρυκεύσας, γραφαὶ κατὰ τούτων ἔστων ὡς Ἑρμοῦ καὶ Διὸς ἀγγελίας καὶ ἐπιτάξεις παρὰ νόμον ἀσεβησάντων, τίμημα δὲ ὅτι χρὴ πάσχειν ἢ ἀποτίνειν, ἐὰν ὄφλῃ.κλοπὴ μὲν χρημάτων ἀνελεύθερον, ἁρπαγὴ δὲ ἀναίσχυντον· τῶν Διὸς δὲ ὑέων οὐδεὶς οὔτε δόλοις οὔτε βίᾳ χαίρων ἐπιτετήδευκεν τούτοιν οὐδέτερον. μηδεὶς οὖν ὑπὸ ποιητῶν μηδʼ ἄλλως ὑπό τινων μυθολόγων πλημμελῶν περὶ τὰ τοιαῦτα ἐξαπατώμενος ἀναπειθέσθω, καὶ κλέπτων ἢ βιαζόμενος οἰέσθω μηδὲν αἰσχρὸν ποιεῖν ἀλλʼ ἅπερ αὐτοὶ θεοὶ δρῶσιν· οὔτε γὰρ ἀληθὲς οὔτʼ εἰκός, ἀλλʼ ὅς τι δρᾷ τοιοῦτον παρανόμως, οὔτε θεὸς οὔτε παῖς ἐστίν ποτε θεῶν, ταῦτα δὲ νομοθέτῃ μᾶλλον προσήκει γιγνώσκειν ἢ ποιηταῖς σύμπασιν. ὁ μὲν οὖν πεισθεὶς ἡμῶν τῷ λόγῳ εὐτυχεῖ τε καὶ εἰς χρόνον ἅπαντα εὐτυχοῖ, ὁ δὲ ἀπιστήσας τὸ μετὰ ταῦτα τοιῷδέ τινι μαχέσθω νόμῳ· ἐάν τίς τι κλέπτῃ δημόσιον μέγα ἢ καὶ σμικρόν, τῆς αὐτῆς δίκης δεῖ. μικρόν τι γὰρ ὁ κλέπτων ἔρωτι μὲν ταὐτῷ, δυνάμει δὲ ἐλάττονι κέκλοφεν, ὅ τε τὸ μεῖζον κινῶν οὐ καταθέμενος ὅλον ἀδικεῖ· δίκης οὖν οὐδέτερον οὐδετέρου ἐλάττονος ἕνεκα μεγέθους τοῦ κλέμματος ὁ νόμος ἀξιοῖ ζημιοῦν, ἀλλὰ τῷ τὸν μὲν ἴσως ἂν ἰάσιμον ἔτʼ εἶναι, τὸν δʼ ἀνίατον.
ΑΘ. ξένον μὲν δὴ τῶν δημοσίων ἢ δοῦλον ἄν τίς τι κλέπτοντα ἐν δικαστηρίῳ ἕλῃ, ὡς ἰασίμῳ ἐκ τῶν εἰκότων ὄντι, τί χρὴ παθεῖν ἢ τίνα ζημίαν ἀποτίνειν αὐτὸν ἡ κρίσις γιγνέσθω· τὸν δὲ ἀστὸν καὶ τεθραμμένον ὡς ἔσται τεθραμμένος, ἂν πατρίδα συλῶν ἢ βιαζόμενος ἁλίσκηται, ἐάντʼ ἐπʼ αὐτοφώρῳ ἐάντε μή, σχεδὸν ὡς ἀνίατον ὄντα θανάτῳ ζημιοῦν.στρατιῶν δὲ ἕνεκα πολλὴ μὲν συμβουλή, πολλοὶ δὲ νόμοι γίγνονται κατὰ τρόπον, μέγιστον δὲ τὸ μηδέποτε ἄναρχον μηδένα εἶναι, μήτʼ ἄρρενα μήτε θήλειαν, μηδέ τινος ἔθει ψυχὴν εἰθίσθαι μήτε σπουδάζοντος μήτʼ ἐν παιδιαῖς αὐτὸν ἐφʼ αὑτοῦ τι κατὰ μόνας δρᾶν, ἀλλʼ ἔν τε πολέμῳ παντὶ καὶ ἐν εἰρήνῃ πάσῃ πρὸς τὸν ἄρχοντα ἀεὶ βλέποντα καὶ συνεπόμενον ζῆν, καὶ τὰ βραχύταθʼ ὑπʼ ἐκείνου κυβερνώμενον, οἷον ἑστάναι θʼ ὅταν ἐπιτάττῃ τις καὶ πορεύεσθαι καὶ γυμνάζεσθαι καὶ λοῦσθαι καὶ σιτεῖσθαι καὶ ἐγείρεσθαι νύκτωρ εἴς τε φυλακὰς καὶ παραγγέλσεις, καὶ ἐν αὐτοῖς τοῖς κινδύνοις μήτε τινὰ διώκειν μήθʼ ὑποχωρεῖν ἄλλῳ ἄνευ τῆς τῶν ἀρχόντων δηλώσεως, ἑνί τε λόγῳ τὸ χωρίς τι τῶν ἄλλων πράττειν διδάξαι τὴν ψυχὴν ἔθεσι μήτε γιγνώσκειν μήτʼ ἐπίστασθαι τὸ παράπαν, ἀλλʼ ἁθρόον ἀεὶ καὶ ἅμα καὶ κοινὸν τὸν βίον ὅτι μάλιστα πᾶσι πάντων γίγνεσθαι—τούτου γὰρ οὔτʼ ἔστιν οὔτε ποτὲ μὴ γένηται κρεῖττον οὔτε ἄμεινον οὔτε τεχνικώτερον εἰς σωτηρίαν τὴν κατὰ πόλεμον καὶ νίκην— τοῦτο ἐν εἰρήνῃ μελετητέον εὐθὺς ἐκ τῶν παίδων, ἄρχειν τε ἄλλων ἄρχεσθαί θʼ ὑφʼ ἑτέρων· τὴν δʼ ἀναρχίαν ἐξαιρετέον ἐκ παντὸς τοῦ βίου ἁπάντων τῶν ἀνθρώπων τε καὶ τῶν ὑπʼ ἀνθρώπους θηρίων. καὶ δὴ καὶ χορείας πάσας εἰς τὰς ἀριστείας τὰς κατὰ πόλεμον βλεπούσας χορεύειν, καὶ ὅλην εὐκολίαν τε καὶ εὐχέρειαν ἐπιτηδεύειν τῶν αὐτῶν εἵνεκα, καρτερήσεις τε αὖ σίτων καὶ ποτῶν καὶ χειμώνων καὶ τῶν ἐναντίων καὶ κοίτης σκληρᾶς, καὶ τὸ μέγιστον, τὴν τῆς κεφαλῆς καὶ ποδῶν δύναμιν μὴ διαφθείρειν τῇ τῶν ἀλλοτρίων σκεπασμάτων περικαλυφῇ, τὴν τῶν οἰκείων ἀπολλύντας πίλων τε καὶ ὑποδημάτων γένεσιν καὶ φύσιν·
ΑΘ. ταῦτα γὰρ ἀκρωτήρια ὄντα σῳζόμενά τε ἔχει μεγίστην δύναμιν παντὸς τοῦ σώματος καὶ τοὐναντίον ἐναντίως, καὶ τὸ μὲν ὑπηρετικώτατον ἅπαντι τῷ σώματι, τὸ δὲ ἀρχικώτατον, ἔχον τὰς κυρίας ἁπάσας αἰσθήσεις αὐτοῦ φύσει. ἔπαινον μὲν δὴ τοῦτον ἀκούειν τὸν νέον χρῆν δοκεῖν πολεμικοῦ περὶ βίου, νόμους δʼ αὖ τούσδε· Στρατεύεσθαι τὸν καταλεγέντα ἢ τὸν ἐν μέρει τινὶ τεταγμένον. ἐὰν δέ τις ἐκλείπῃ τινὶ κάκῃ μὴ στρατηγῶν ἀφέντων, γραφὰς ἀστρατείας εἶναι πρὸς τοὺς πολεμικοὺς ἄρχοντας, ὅταν ἔλθωσιν ἀπὸ στρατοπέδου, δικάζειν δὲ τοὺς στρατεύσαντας ἑκάστους χωρίς, ὁπλίτας τε καὶ ἱππέας καὶ τἆλλα ἐμπολέμια ἕκαστα ὡσαύτως, καὶ εἰσάγειν ὁπλίτας μὲν εἰς τοὺς ὁπλίτας, ἱππέας δὲ εἰς τοὺς ἱππέας καὶ τοὺς ἄλλους δὲ κατὰ ταὐτὰ εἰς τοὺς αὑτῶν συννόμους· ἐὰν δέ τις ὄφλῃ, ὑπάρχειν…
Α…
The complete text is available when the reading interface loads.
Critical apparatus