The Greek Library Author

Aeschylus

Ἀγαμέμνων

Episode 11

Title variantsἈγαμέμνων · Agamemnon

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Herbert Weir Smyth
Edition reference
Aeschylus · New York · William Heinemann · 1926
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg005.local002
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.3.0 · 2026-08-31
Digital source
View source ↗

Episode 11

ΚΑΣΑΝΔΡΑ

1178καὶ μὴν ὁ χρησμὸς οὐκέτʼ ἐκ καλυμμάτων

1179ἔσται δεδορκὼς νεογάμου νύμφης δίκην·

1180λαμπρὸς δʼ ἔοικεν ἡλίου πρὸς ἀντολὰς

1181πνέων ἐσᾴξειν, ὥστε κύματος δίκην

1182κλύζειν πρὸς αὐγὰς τοῦδε πήματος πολὺ

1183μεῖζον· φρενώσω δʼ οὐκέτʼ ἐξ αἰνιγμάτων.

1184καὶ μαρτυρεῖτε συνδρόμως ἴχνος κακῶν

1185ῥινηλατούσῃ τῶν πάλαι πεπραγμένων.

1186τὴν γὰρ στέγην τήνδʼ οὔποτʼ ἐκλείπει χορὸς

1187ξύμφθογγος οὐκ εὔφωνος· οὐ γὰρ εὖ λέγει.

1188καὶ μὴν πεπωκώς γʼ, ὡς θρασύνεσθαι πλέον,

1189βρότειον αἷμα κῶμος ἐν δόμοις μένει,

1190δύσπεμπτος ἔξω, συγγόνων Ἐρινύων.

1191ὑμνοῦσι δʼ ὕμνον δώμασιν προσήμεναι

1192πρώταρχον ἄτην· ἐν μέρει δʼ ἀπέπτυσαν

1193εὐνὰς ἀδελφοῦ τῷ πατοῦντι δυσμενεῖς.

1194ἥμαρτον, ἢ θηρῶ τι τοξότης τις ὥς;

1195ἢ ψευδόμαντίς εἰμι θυροκόπος φλέδων;

1196ἐκμαρτύρησον προυμόσας τό μʼ εἰδέναι

1197λόγῳ παλαιὰς τῶνδʼ ἁμαρτίας δόμων.

ΧΟΡΟΣ

1198καὶ πῶς ἂν ὅρκος, πῆγμα γενναίως παγέν,

1199παιώνιον γένοιτο; θαυμάζω δέ σου,

1200πόντου πέραν τραφεῖσαν ἀλλόθρουν πόλιν

1201κυρεῖν λέγουσαν, ὥσπερ εἰ παρεστάτεις.

ΚΑΣΑΝΔΡΑ

1202μάντις μʼ Ἀπόλλων τῷδʼ ἐπέστησεν τέλει.

ΧΟΡΟΣ

1204μῶν καὶ θεός περ ἱμέρῳ πεπληγμένος;

ΚΑΣΑΝΔΡΑ

1203προτοῦ μὲν αἰδὼς ἦν ἐμοὶ λέγειν τάδε.

ΧΟΡΟΣ

1205ἁβρύνεται γὰρ πᾶς τις εὖ πράσσων πλέον.

ΚΑΣΑΝΔΡΑ

1206ἀλλʼ ἦν παλαιστὴς κάρτʼ ἐμοὶ πνέων χάριν.

ΧΟΡΟΣ

1207ἦ καὶ τέκνων εἰς ἔργον ἤλθετον νόμῳ;

ΚΑΣΑΝΔΡΑ

1208ξυναινέσασα Λοξίαν ἐψευσάμην.

ΧΟΡΟΣ

1209ἤδη τέχναισιν ἐνθέοις ᾑρημένη;

ΚΑΣΑΝΔΡΑ

1210ἤδη πολίταις πάντʼ ἐθέσπιζον πάθη.

ΧΟΡΟΣ

1211πῶς δῆτʼ ἄνατος ἦσθα Λοξίου κότῳ;

ΚΑΣΑΝΔΡΑ

1212ἔπειθον οὐδένʼ οὐδέν, ὡς τάδʼ ἤμπλακον.

ΧΟΡΟΣ

1213ἡμῖν γε μὲν δὴ πιστὰ θεσπίζειν δοκεῖς.

ΚΑΣΑΝΔΡΑ

1214ἰοὺ ἰού, ὢ ὢ κακά.

1215ὑπʼ αὖ με δεινὸς ὀρθομαντείας πόνος

1216στροβεῖ ταράσσων φροιμίοις δυσφροιμίοις.

1217ὁρᾶτε τούσδε τοὺς δόμοις ἐφημένους

1218νέους, ὀνείρων προσφερεῖς μορφώμασιν;

1219παῖδες θανόντες ὡσπερεὶ πρὸς τῶν φίλων,

1220χεῖρας κρεῶν πλήθοντες οἰκείας βορᾶς,

1221σὺν ἐντέροις τε σπλάγχνʼ, ἐποίκτιστον γέμος,

1222πρέπουσʼ ἔχοντες, ὧν πατὴρ ἐγεύσατο.

1223ἐκ τῶνδε ποινὰς φημὶ βουλεύειν τινὰ

1224λέοντʼ ἄναλκιν ἐν λέχει στρωφώμενον

1225οἰκουρόν, οἴμοι, τῷ μολόντι δεσπότῃ

1226ἐμῷ· φέρειν γὰρ χρὴ τὸ δούλιον ζυγόν·

1227νεῶν τʼ ἄπαρχος Ἰλίου τʼ ἀναστάτης

1228οὐκ οἶδεν οἷα γλῶσσα μισητῆς κυνὸς

1229λείξασα κἀκτείνασα φαιδρὸν οὖς, δίκην

1230Ἄτης λαθραίου, τεύξεται κακῇ τύχῃ.

1231τοιάδε τόλμα· θῆλυς ἄρσενος φονεὺς

1232ἔστιν. τί νιν καλοῦσα δυσφιλὲς δάκος

1233τύχοιμʼ ἄν; ἀμφίσβαιναν, ἢ Σκύλλαν τινὰ

1234οἰκοῦσαν ἐν πέτραισι, ναυτίλων βλάβην,

1235θύουσαν Ἅιδου μητέρʼ ἄσπονδόν τʼ Ἄρη

1236φίλοις πνέουσαν; ὡς δʼ ἐπωλολύξατο

1237ἡ παντότολμος, ὥσπερ ἐν μάχης τροπῇ,

1238δοκεῖ δὲ χαίρειν νοστίμῳ σωτηρίᾳ.

1239καὶ τῶνδʼ ὅμοιον εἴ τι μὴ πείθω· τί γάρ;

1240τὸ μέλλον ἥξει. καὶ σύ μʼ ἐν τάχει παρὼν

1241ἄγαν γʼ ἀληθόμαντιν οἰκτίρας ἐρεῖς.

ΧΟΡΟΣ

1242τὴν μὲν Θυέστου δαῖτα παιδείων κρεῶν

1243ξυνῆκα καὶ πέφρικα, καὶ φόβος μʼ ἔχει

1244κλύοντʼ ἀληθῶς οὐδὲν ἐξῃκασμένα.

1245τὰ δʼ ἄλλʼ ἀκούσας ἐκ δρόμου πεσὼν τρέχω.

ΚΑΣΑΝΔΡΑ

1246Ἀγαμέμνονός σέ φημʼ ἐπόψεσθαι μόρον.

ΧΟΡΟΣ

1247εὔφημον, ὦ τάλαινα, κοίμησον στόμα.

ΚΑΣΑΝΔΡΑ

1248ἀλλʼ οὔτι παιὼν τῷδʼ ἐπιστατεῖ λόγῳ.

ΧΟΡΟΣ

1249οὔκ, εἴπερ ἔσται γʼ· ἀλλὰ μὴ γένοιτό πως.

ΚΑΣΑΝΔΡΑ

1250σὺ μὲν κατεύχῃ, τοῖς δʼ ἀποκτείνειν μέλει.

ΧΟΡΟΣ

1251τίνος πρὸς ἀνδρὸς τοῦτʼ ἄγος πορσύνεται;

ΚΑΣΑΝΔΡΑ

1252ἦ κάρτα τἄρʼ ἂν παρεκόπης χρησμῶν ἐμῶν

ΧΟΡΟΣ

1253τοῦ γὰρ τελοῦντος οὐ ξυνῆκα μηχανήν.

ΚΑΣΑΝΔΡΑ

1254καὶ μὴν ἄγαν γʼ Ἕλληνʼ ἐπίσταμαι φάτιν.

ΧΟΡΟΣ

1255καὶ γὰρ τὰ πυθόκραντα· δυσμαθῆ δʼ ὅμως.

ΚΑΣΑΝΔΡΑ

1256παπαῖ, οἷον τὸ πῦρ· ἐπέρχεται δέ μοι.

1257ὀτοτοῖ, Λύκειʼ Ἄπολλον, οἲ ἐγὼ ἐγώ.

1258αὕτη δίπους λέαινα συγκοιμωμένη

1259λύκῳ, λέοντος εὐγενοῦς ἀπουσίᾳ,

1260κτενεῖ με τὴν τάλαιναν· ὡς δὲ φάρμακον

1261τεύχουσα κἀμοῦ μισθὸν ἐνθήσειν κότῳ

1262ἐπεύχεται, θήγουσα φωτὶ φάσγανον

1263ἐμῆς ἀγωγῆς ἀντιτείσασθαι φόνον.

1264τί δῆτʼ ἐμαυτῆς καταγέλωτʼ ἔχω τάδε,

1265καὶ σκῆπτρα καὶ μαντεῖα περὶ δέρῃ στέφη;

1266σὲ μὲν πρὸ μοίρας τῆς ἐμῆς διαφθερῶ.

1267ἴτʼ ἐς φθόρον· πεσόντα γʼ ὧδʼ ἀμείβομαι.

1268ἄλλην τινʼ ἄτης ἀντʼ ἐμοῦ πλουτίζετε.

1269ἰδοὺ δʼ Ἀπόλλων αὐτὸς ἐκδύων ἐμὲ

1270χρηστηρίαν ἐσθῆτʼ, ἐποπτεύσας δέ με

1271κἀν τοῖσδε κόσμοις καταγελωμένην μέγα

1272φίλων ὑπʼ ἐχθρῶν οὐ διχορρόπως, μάτην—

1273καλουμένη δὲ φοιτὰς ὡς ἀγύρτρια

1274πτωχὸς τάλαινα λιμοθνὴς ἠνεσχόμην—

1275καὶ νῦν ὁ μάντις μάντιν ἐκπράξας ἐμὲ

1276ἀπήγαγʼ ἐς τοιάσδε θανασίμους τύχας.

1277βωμοῦ πατρῴου δʼ ἀντʼ ἐπίξηνον μένει,

1278θερμῷ κοπείσης φοινίῳ προσφάγματι.

1279οὐ μὴν ἄτιμοί γʼ ἐκ θεῶν τεθνήξομεν.

1280ἥξει γὰρ ἡμῶν ἄλλος αὖ τιμάορος,

1281μητροκτόνον φίτυμα, ποινάτωρ πατρός·

1282φυγὰς δʼ ἀλήτης τῆσδε γῆς ἀπόξενος

1283κάτεισιν, ἄτας τάσδε θριγκώσων…

1284ὀμώμ…

The complete text is available when the reading interface loads.