The Greek Library Author

Hippocrates

Ἀφορισμοί

§ 5

Title variantsἈφορισμοί · Aphorismi · Aphorisms · Aphorismes

Author namesHippocrate · Hippocrates · Ιπποκρατης

Scientific editors
Émile Littré
Edition reference
Oeuvres complètes d’Hippocrate · Amsterdam · Adolf M. Hakkert · 1961
CTS identifier
urn:cts:greekLit:tlg0627.tlg012.local002
Corpus release
2.3.0 · 2026-08-31
Digital source
View source ↗

ΤΜΗΜΑ ΠΕΜΠΤΟΝ

1.

σπασμὸς ἐξ ἐλλεβόρου, θανάσιμον.

2.

ἐπὶ τρώματι σπασμὸς ἐπιγενόμενος, θανάσιμον.

3.

αἵματος πολλοῦ ῥυέντος, σπασμὸς ἢ λυγμὸς ἐπιγενόμενος, κακόν.

4.

ἐπὶ ὑπερκαθάρσει σπασμὸς ἢ λυγμὸς ἐπιγενόμενος, κακόν.

5.

ἢν μεθύων ἐξαίφνης ἄφωνός τις γένηται, σπασθεὶς ἀποθνήσκει, ἢν μὴ πυρετὸς ἐπιλάβῃ, ἢ ἐς τὴν ὥρην ἐλθὼν, καθʼ ἣν αἱ κραιπάλαι λύονται, φθέγξηται.

6.

ὁκόσοι ὑπὸ τετάνου ἁλίσκονται, ἐν τέσσαρσιν ἡμέρῃσιν ἀπόλλυνται· ἢν δὲ ταύτας διαφύγωσιν, ὑγιέες γίνονται.

7.

τὰ ἐπιληπτικὰ ὁκόσοισι πρὸ τῆς ἥβης γίνεται, μετάστασιν ἴσχει· ὁκόσοισι δὲ πέντε καὶ εἴκοσιν ἐτέων γίνεται, τουτέοισι τὰ πολλὰ ξυναποθνήσκει.

8.

ὁκόσοι πλευριτικοὶ γενόμενοι οὐκ ἀνακαθαίρονται ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσι, τουτέοισιν ἐς ἐμπύημα καθίσταται.

9.

φθίσις γίνεται μάλιστα ἡλικίῃσι τῇσιν ἀπὸ ὀκτωκαίδεκα ἐτέων μέχρι πέντε καὶ τριήκοντα ἐτέων.

10.

ὁκόσοι κυνάγχην διαφεύγουσι, καὶ ἐς τὸν πλεύμονα αὐτέοισι τρέπεται, ἐν ἑπτὰ ἡμέρῃσιν ἀποθνήσκουσιν· ἢν δὲ ταύτας διαφύγωσιν, ἒμπυοι γίνονται.

11.

τοῖσιν ὑπὸ τῶν φθισίων ἐνοχλουμένοισιν, ἢν τὸ πτύσμα, ὅπερ ἂν ἀποβήσσωσι, βαρὺ ὄζῃ ἐπὶ τοὺς ἄνθρακας ἐπιχεόμενον, καὶ αἱ τρίχες ἀπὸ τῆς κεφαλῆς ῥέωσι, θανατῶδες.

12.

Ὁκόσοισι φθισιῶσιν αἱ τρίχες ἀπὸ τῆς κεφαλῆς ῥέουσιν, οὗτοι, διαῤῥοίης ἐπιγενομένης, ἀποθνήσκουσιν.

13.

ὁκόσοι αἷμα ἀφρῶδες ἀναπτύουσι, τουτέοισιν ἐκ τοῦ πλεύμονος ἡ τοιαύτη ἀναγωγὴ γίνεται.

14.

ὑπὸ φθίσιος ἐχομένῳ διάῤῥοια ἐπιγενομένη, θανατῶδες.

15.

ὁκόσοι ἐκ πλευρίτιδος ἔμπυοι γίνονται, ἢν ἀνακαθαρθῶσιν ἐν τεσσαράκοντα ἡμέρῃσιν, ἀφʼ ἧς ἂν ἡ ῥῆξις γένηται, παύονται· ἢν δὲ μὴ, ἐς φθίσιν μεθίσταντα.

16.

τὸ θερμὸν βλάπτει ταῦτα πλεονάκις χρεομένοισι, σαρκῶν ἐκθήλυνσιν, νεύρων ἀκράτειαν, γνώμης νάρκωσιν, αἱμμῤῥαγίας, λειποθυμίας, ταῦτα οἷσι θάνατος.

17.

τὸ δὲ ψυχρὸν, σπασμοὺς, τετάνους, μελασμοὺς καὶ ῥίγεα πυρετώδεα.

18.

τὸ ψυχρὸν, πολέμιον ὀστέοισιν, ὀδοῦσι, νεύροισὶν, ἐγκεφάλῳ, νωτιαίῳ μυελῷ· τὸ δὲ θερμὸν ὠφέλιμον.

19.

ὁκόσα κατέψυκται, ἐκθερμαίνειν, πλὴν ὁκόσα αἱμοῤῥαγέει, ἢ μέλλει.

20.

ἕλκεσι τὸ μὲν ψυχρὸν δακνῶδες, δέρμα περισκληρύνει, ὀδύνην ἀνεκπύητον ποιέει, μελαίνει, ῥίγεα πυρετώδεα ποιέει, σπασμοὺς καὶ τετάνους.

21.

ἔστι δὲ ὅκου ἐπὶ τετάνου ἄνευ ἕλκεος νέῳ εὐσάρκῳ, θέρεος μέσου, ψυχροῦ πολλοῦ κατάχυσις ἐπανάκλησιν θέρμης ποιέεται· θέρμη δὲ ταῦτα ῥύεται.

22.

τὸ θερμὸν ἐκπυητικὸν, οὐκ ἐπὶ παντὶ ἕλκεϊ, μέγιστον σημεῖον ἐς ἀσφαλείην, δέρμα μαλάσσει, ἰσχναίνει, ἀνώδυνον, ῥιγέων, σπασμῶν, τετάνων παρηγορικόν· τὰ δὲ ἐν τῇ κεφαλῇ, καὶ καρηβαρίην λύει· πλεῖστον δὲ διαφέρει ὀστέων κατήγμασι, μάλιστα δὲ τοῖσιν ἐψιλωμένοισι, τουτέων δὲ μάλιστα, τοῖσιν ἐν κεφαλῇ ἕλκεα ἔχουσι· καὶ ὁκόσα ὑπὸ ψύξιος θνήσκει, ἢ ἑλκοῦται, καὶ ἕρπησιν ἐσθιομένοισιν, ἕδρῃ, αἰδοίῳ, ὑστέρῃ, κύστει, τουτέοισι τὸ μὲν θερμὸν φίλιον καὶ κρῖνον, τὸ δὲ ψυχρὸν πολέμιον καὶ κτεῖνον.

23.

ἐν τουτέοισι δεῖ τῷ ψυχρῷ χρέεσθαι, ὁκόθεν αἱμοῤῥαγέει, ἢ μέλλει, μὴ ἐπʼ αὐτὰ, ἀλλὰ περὶ αὐτὰ, ὁκόθεν ἐπιῤῥεῖ· καὶ ὁκόσαι φλεγμοναὶ, ἢ ἐπιφλογίσματα ἐς τὸ ἐρυθρόν καὶ ὕφαιμον ῥέποντα αἵματι νεαρῷ, ἐπὶ ταῦτα, ἐπεὶ τά γε παλαιὰ μελαίνει· καὶ ἐρυσίπελας τὸ μὴ ἑλκούμενον, ἐπεὶ τό γε ἑλκούμενον βλάπτει.

24.

τὰ ψυχρὰ, οἷον χιὼν, κρύσταλλος, τῷ στήθεϊ πολέμια, βηχέων κινητικὰ, αἱμοῤῥοϊκαὶ, καταῤῥοϊκά.

25.

τὰ ἐν ἄρθροισιν οἰδήματα καὶ ἀλγήματα, ἄτερ ἕλκεος, καὶ ποδαγρικὰ, καὶ σπάσματα, τουτέων τὰ πλεῖστα ψυχρὸν πολλὸν καταχεόμενον ῥηΐζει τε καὶ ἰσχναίνει, καὶ ὀδύνην λύει· νάρκη δὲ μετρίη ὀδύνης λυτική.

26.

ὕδωρ τὸ ταχέως θερμαινόμενον καὶ ταχέως ψυχόμενον, κουφότατον.

27.

Ὁκόσοισι πιεῖν ὀρέξιες νύκτωρ τοῖσι πάνυ διψῶσιν, ἢν ἐπικοιμηθῶσιν, ἀγαθὸν.

28.

γυναικείων ἀγωγὸν, ἡ ἐν ἀρώμασι πυρίη, πολλαχῆ δὲ καὶ ἐς ἄλλα χρησίμη ἂν ἦν, εἰ μὴ καρηβαρίας ἐνεποίεεν.

29.

τὰς κυούσας φαρμακεύειν, ἢν ὀργᾷ, τετράμηνα, καὶ ἄχρι ἑπτὰ μηνῶν ἧσσον· τὰ δὲ νήπια καὶ πρεσβύτερα εὐλαβέεσθαι.

30.

γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ὑπό τινος τῶν ὀξέων νουσημάτων ληφθῆναι, θανατῶδες.

31.

γυνὴ ἐν γαστρὶ ἔχουσα, φλεβοτομηθεῖσα, ἐκτιτρώσκει· καὶ μᾶλλον ᾖσι μεῖζον τὸ ἔμβρυον.

32.

γυναικὶ αἷμα ἐμεούσῃ, τῶν καταμηνίων ῥαγέντων, λύσις.

33.

γυναικὶ, τῶν καταμηνίων ἐκλειπόντων, αἷμα ἐκ τῶν ῥινῶν ῥυῆναι, ἀγαθόν.

34.

γυναικὶ ἐν γαστρὶ ἐχούσῃ, ἢν ἡ κοιλίη πουλλὰ ῥυῇ, κίνδυνος…

35.

The complete text is available when the reading interface loads.