Ἀφορισμοί
§ 7
Title variantsἈφορισμοί · Aphorismi · Aphorisms · Aphorismes
Author namesHippocrate · Hippocrates · Ιπποκρατης
- Scientific editors
- Émile Littré
- Edition reference
- Oeuvres complètes d’Hippocrate · Amsterdam · Adolf M. Hakkert · 1961
- CTS identifier
urn:cts:greekLit:tlg0627.tlg012.local002- Corpus release
- 2.3.0 · 2026-08-31
- Digital source
- View source ↗
- Scholarly catalogues
- Wikidata ↗ · Perseus Catalog ↗ · WorldCat ↗ · L’Année philologique ↗
ΤΜΗΜΛ ΕΒΔΟΜΟΝ.
1.
ἐν τοῖσιν ὀξέσι νουσήμασι ψύξις ἀκρωτηρίων, κακόν.
2.
ἐπὶ ὀστέῳ νοσέοντι σὰρξ πελιδνὴ, κακόν.
3.
ἐπὶ ἐμέτῳ λὺγξ καὶ ὀφθαλμοὶ ἐρυθροὶ, κακόν.
4.
ἐπὶ ἱδρῶτι φρίκη, οὐ χρηστόν.
5.
ἐπὶ μανίῃ δυσεντερίη, ἢ ὕδρωψ, ἢ ἔκστασις, ἀγαθόν.
6.
ἐν νούσῳ πολυχρονίῃ ἀσιτίη καὶ ἄκρητοι ὑποχωρήσιες, κακόν.
7.
ἐκ πολυποσίης ῥῖγος καὶ παραφροσύνη, κακόν.
8.
ἐπὶ φύματος ἔσω ῥήξει ἔκλυσις, ἔμετος, καὶ λειποψυχίη γίνεται.
9.
ἐπὶ αἵματος ῥύσει παραφροσύνη ἢ σπασμὸς, κακόν.
10.
ἐπὶ εἰλεῷ ἔμετος, ἢ λὺγξ, ἢ σπασμὸς, ἢ παραφροσύνη, κακόν
11.
ἐπὶ πλευρίτιδι περιπλευμονίη, κακόν.
12.
ἐπὶ περιπλευμονίῃ φρενῖτις, κακόν.
13.
ἐπὶ καύμασιν ἰσχυροῖσι σπασμὸς ἢ τέτανος, κακόν.
14.
ἐπὶ πληγῇ ἐς τὴν κεφαλὴν ἔκπληξις ἢ παραφροσύνη, κακόν.
15.
ἐπὶ αἵματος πτύσει, πύου πτύσις.
16.
ἐπὶ πύου πτύσει, φθίσις καὶ ῥύσις· ἐπὴν δὲ τὸ σίελον ἴσχηται, ἀποθνήσκουσιν.
17.
ἐπὶ φλεγμονῇ τοῦ ἥπατος λὺγξ, κακόν.
18.
ἐπὶ ἀγρυπνίῃ σπασμὸς ἢ παραφροσύνη, κακόν.
18b.
Ἐπὶ ληθάργῳ τρόμος, κακόν.
19.
ἐπὶ ὀστέου ψιλώσει, ἐρυσίπελας.
20.
ἐπὶ ἐρυσιπέλατι σηπεδὼν ἢ ἐκπύησις.
21.
ἐπὶ ἰσχυρῷ σφυγμῷ ἐν τοῖσιν ἕλκεσιν, αἱμοῤῥαγίη.
22.
ἐπὶ ὀδύνῃ πολυχρονίῳ τῶν περὶ τὴν κοιλίην, ἐκπύησις.
23.
ἐπὶ ἀκρήτῳ ὑποχωρήσει, δυσεντερίη.
24.
ἐπὶ ὀστέου διακοπῇ, παραφροσύνη, ἢν κενεὸν λάβῃ
25.
ἐκ φαρμακοποσίης σπασμὸς, θανατῶδες.
26.
ἐπὶ ὀδύνῃ ἰσχυρῇ τῶν περὶ τὴν κοιλίην, ἀκρωτηρίων ψύξις, κακόν.
27.
ἐν γαστρὶ ἐχούσῃ τεινεσμὸς ἐπιγενόμενος ἐκτρῶσαι ποιέει.
28.
ὅ τι ἂν ὀστέον, ἢ χόνδρος, ἢ νεῦρον ἀποκοπῇ ἐν τῷ σώματι, οὔτε αὔξεται, οὔτε συμφύεται.
29.
ἢν ὑπὸ λευκοῦ φλέγματος ἐχομένῳ διάῤῥοια ἐπιγένηται ἰσχυρὴ, λύει τὴν νοῦσον.
30.
Ὁκόσοισιν ἀφρώδεα τὰ διαχωρήματα ἐν τῇσι διαῤῥοίῃσι, τουτέοισιν ἀπὸ τῆς κεφαλῆς ταῦτα ἀποκαταῤῥέει.
31.
Ὁκόσοισι πυρέσσουσιν ἐν τοῖσιν οὔροισι κριμνώδεες αἱ ὑποστάσιες γίνονται, μακρὴν τὴν ἀῤῥωστίην σημαίνουσιν.
32.
Ὁκόσοισι δὲ χολώδεες αἱ ὑποστάσιες, ἄνωθεν δὲ λεπταὶ, ὀξείην τὴν ἀῤῥωστίην σημαίνουσιν.
33.
Ὁκόσοισι δὲ διεστηκότα τὰ οὖρα γίνεται, τουτέοισι ταραχὴ ἰσχυρὴ ἐν τῷ σώματί ἐστιν.
34.
Ὁκόσοισι δὲ ἐπὶ τοῖσιν οὔροισιν ἐφίστανται πομφόλυγες, νεφριτικὰ σημαίνουσι, καὶ μακρὴν τὴν ἀῤῥωστίην ἔσεσθαι.
35.
Ὁκόσοισι δὲ λιπαρὴ ἡ ἐπίστασις καὶ ἀθρόη, τουτέοισι νεφριτικὰ καὶ ὀξέα σημαίνει.
36.
Ὁκόσοισι δὲ νεφριτικοῖσιν ἐοῦσι τὰ προειρημένα συμβαίνει σημήϊα, πόνοι τε ὀξέες περὶ τοὺς μύας τοὺς ῥαχιαίους γίνονται, ἢν μὲν περὶ τοὺς ἔξω τόπους γίνωνται, ἀπόστημα προσδέχου ἐσόμενον ἔξω· ἢν δὲ μᾶλλον οἱ πόνοι πρὸς τοὺς ἔσω τόπους γίνωνται, καὶ τὸ ἀπόστημα προσδέχου ἐσόμενον μᾶλλον ἔσω.
37.
ὁκόσοι αἷμα ἐμέουσιν, ἢν μὲν ἄνευ πυρετοῦ, σωτήριον· ἢν δὲ ξὺν πυρετῷ, κακόν· θεραπεύειν δὲ τοῖσι ψυκτικοῖσι καὶ τοῖσι στυπτικοῖσιν.
38.
κατάῤῥοοι οἱ ἐς τὴν ἄνω κοιλίην ἐκπυέονται ἐν ἡμέρησιν εἴκοσιν.
39.
ἢν οὐρέῃ αἷμα καὶ θρόμβους, καὶ στραγγουρίη ἔχῃ, καὶ ὀδύνη ἐμπίπτῃ ἐς τὸν περίνεον καὶ τὸν κτένα, τὰ περὶ τὴν κύστιν νοσέειν σημαίνει.
40.
ἢν ἡ γλῶσσα ἐξαίφνης ἀκρατὴς γένηται, ἢ ἀπόπληκτόν τι τοῦ σώματος, μελαγχολικὸν τὸ τοιοῦτο γίνεται.
41.
ἢν, ὑπερκαθαιρομένων τῶν πρεσβυτέρων, λὺγξ ἐπιγένηται, οὐκ ἀγαθόν
42.
ἢν πυρετὸς μὴ ἀπὸ χολῆς ἔχῃ, ὕδατος πολλοῦ καὶ θερμοῦ καταχεομένου κατὰ τῆς κεφαλῆς, λύσις τοῦ πυρετοῦ γίνεται.
43.
γυνὴ ἀμφιδέξιος οὐ γίνεται.
44.
ὁκόσοι ἔμπυοι καίονται ἢ τέμνονται, ἢν μὲν τὸ πῦον καθαρὸν ῥυῇ καὶ λευκὸν, περιγίνονται· ἢν δὲ ὕφαιμον καὶ βορβορῶδες καὶ δυσῶδες, ἀπόλλυνται
45.
ὁκόσοι τὸ ἧπαρ διάπυον καίονται ἢ τέμνονται, ἢν μὲν τὸ πῦον καθαρὸν ῥυῇ καὶ λευκὸν, περιγίγνονται (ἐν χιτῶνι γὰρ τὸ πῦον τουτέοισίν ἐστιν)· ἢν δὲ οἷον ἀμόργη ῥυῇ, ἀπόλλυνται.
46.
ὀδύνας ὀφθαλμῶν, ἄκρητον ποτίσας καὶ λούσας πολλῷ θερμῷ, φλεβοτόμει.
47.
Ὑδρωπιῶντα ἢν βὴξ ἔχῃ, ἀνέλπιστός ἐστιν.
48.
στραγγουρίην καὶ δυσουρίην θώρηξις καὶ φλεβοτομίη λύει· τάμνειν δὲ τὰς ἔσω.
49.
ὑπὸ κυνάγχης ἐχομένῳ οἴδημα καὶ ἐρύθημα ἐν τῷ στήθει ἐπιγενόμενον, ἀγαθόν· ἔξω γὰρ τρέπεται τὸ νούσημα.
50.
Ὁκόσοισιν ἂν σφακελισθῇ ὁ ἐγκέφαλος, ἐν τρισὶν ἡμέρῃσιν ἀπόλλυνται· ἢν δὲ ταύτας διαφύγωσιν, ὑγιέες γίνονται.
51.
πταρμὸς γίνεται ἐκ τῆς κεφαλῆς, διαθερμαινομένου τοῦ ἐγκεφάλου, ἢ διυγραινομένου τοῦ ἐν τῇ κεφαλῇ κενεοῦ· ὑπερχέεται οὖν ὁ ἀὴρ ὁ ἐνεὼν, ψοφέει δὲ, ὅτι διὰ στενοῦ ἡ διέξοδος αὐτοῦ ἐστιν
52.
ὁκόσοι ἧπαρ…
53.
Ὁκόσοισι…
5…
The complete text is available when the reading interface loads.
Critical apparatus