The Greek Library Author

Euripides

Ἱππόλυτος

Episode 5

Title variantsἹππόλυτος · Hippolytus · Hippolyte

Author namesEuripide · Euripides · Ευριπιδης

Scientific editors
Gilbert Murray
Edition reference
Euripidis Fabulae · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0006.tlg005.local001
Corpus release
2.3.0 · 2026-08-31
Digital source
View source ↗

Episode 5

ΦΑΙΔΡΑ

565σιγήσατ’, ὦ γυναῖκες· ἐξειργάσμεθα.

ΧΟΡΟΣ

566τί δ’ ἔστι, Φαίδρα, δεινὸν ἐν δόμοισί σοι;

ΦΑΙΔΡΑ

567ἐπίσχετ’, αὐδὴν τῶν ἔσωθεν ἐκμάθω.

ΧΟΡΟΣ

568σιγῶ· τὸ μέντοι φροίμιον κακὸν τόδε.

ΦΑΙΔΡΑ

569ἰώ μοι, αἰαῖ·

570ὦ δυστάλαινα τῶν ἐμῶν παθημάτων.

Lyric 1

ΧΟΡΟΣ

571τίνα θροεῖς αὐδάν; τίνα βοᾷς λόγον;

572ἔνεπε, τίς φοβεῖ σε φήμα, γύναι,

573φρένας ἐπίσσυτος;

ΦΑΙΔΡΑ

575ἀπωλόμεσθα. ταῖσδ’ ἐπιστᾶσαι πύλαις

576ἀκούσαθ’ οἷος κέλαδος ἐν δόμοις πίτνει.

Lyric 2

ΧΟΡΟΣ

577σὺ παρὰ κλῇθρα, σοὶ μέλει πομπίμα

578φάτις δωμάτων.

579ἔνεπε δ’ ἔνεπέ μοι, τί ποτ’ ἔβα κακόν;

ΦΑΙΔΡΑ

581ὁ τῆς φιλίππου παῖς Ἀμαζόνος βοᾷ

582Ἱππόλυτος, αὐδῶν δεινὰ πρόσπολον κακά.

Lyric 3

ΧΟΡΟΣ

585ἀχὰν μὲν κλύω, σαφὲς δ’ οὐκ ἔχω·

586γεγωνεῖ δ’ ὅπᾳ

587διὰ πύλας ἔμολεν ἔμολε σοὶ βοά.

ΦΑΙΔΡΑ

589καὶ μὴν σαφῶς γε τὴν κακῶν προμνήστριαν,

590τὴν δεσπότου προδοῦσαν ἐξαυδᾷ λέχος.

Lyric 4

ΧΟΡΟΣ

591ὤμοι ἐγὼ κακῶν· προδέδοσαι, φίλα.

592τί σοι μήσομαι;

593τὰ κρυπτὰ γὰρ πέφηνε, διὰ δ’ ὄλλυσαι —

ΦΑΙΔΡΑ

594αἰαῖ, ἒ ἔ.

ΧΟΡΟΣ

595πρόδοτος ἐκ φίλων.

ΦΑΙΔΡΑ

596ἀπώλεσέν μ’ εἰποῦσα συμφορὰς ἐμάς,

597φίλως, καλῶς δ’ οὐ τήνδ’ ἰωμένη νόσον.

ΧΟΡΟΣ

598πῶς οὖν; τί δράσεις, ὦ παθοῦσ’ ἀμήχανα;

ΦΑΙΔΡΑ

599οὐκ οἶδα πλὴν ἕν· κατθανεῖν ὅσον τάχος,

600τῶν νῦν παρόντων πημάτων ἄκος μόνον.

ἹΠΠΟΛΥΤΟΣ

601ὦ γαῖα μῆτερ ἡλίου τ’ ἀναπτυχαί,

602οἵων λόγων ἄρρητον εἰσήκουσ’ ὄπα.

ΤΡΟΦΟΣ

603σίγησον, ὦ παῖ, πρίν τιν’ αἰσθέσθαι βοῆς.

ἹΠΠΟΛΥΤΟΣ

604οὐκ ἔστ’ ἀκούσας δείν’ ὅπως σιγήσομαι.

ΤΡΟΦΟΣ

605ναὶ πρός σε τῆς σῆς δεξιᾶς εὐωλένου.

ἹΠΠΟΛΥΤΟΣ

606οὐ μὴ προσοίσεις χεῖρα μηδ’ ἅψῃ πέπλων.

ΤΡΟΦΟΣ

607ὦ πρός σε γονάτων, μηδαμῶς μ’ ἐξεργάσῃ.

ἹΠΠΟΛΥΤΟΣ

608τί δ’, εἴπερ, ὡς φῄς, μηδὲν εἴρηκας κακόν;

ΤΡΟΦΟΣ

609ὁ μῦθος, ὦ παῖ, κοινὸς οὐδαμῶς ὅδε.

ἹΠΠΟΛΥΤΟΣ

610τά τοι κάλ’ ἐν πολλοῖσι κάλλιον λέγειν.

ΤΡΟΦΟΣ

611ὦ τέκνον, ὅρκους μηδαμῶς ἀτιμάσῃς.

ἹΠΠΟΛΥΤΟΣ

612ἡ γλῶσσ’ ὀμώμοχ’, ἡ δὲ φρὴν ἀνώμοτος.

ΤΡΟΦΟΣ

613ὦ παῖ, τί δράσεις; σοὺς φίλους διεργάσῃ;

ἹΠΠΟΛΥΤΟΣ

614ἀπέπτυσ’· οὐδεὶς ἄδικός ἐστί μοι φίλος.

ΤΡΟΦΟΣ

615σύγγνωθ’· ἁμαρτεῖν εἰκὸς ἀνθρώπους, τέκνον.

ἹΠΠΟΛΥΤΟΣ

616ὦ Ζεῦ, τί δὴ κίβδηλον ἀνθρώποις κακὸν

617γυναῖκας ἐς φῶς ἡλίου κατῴκισας;

618εἰ γὰρ βρότειον ἤθελες σπεῖραι γένος,

619οὐκ ἐκ γυναικῶν χρῆν παρασχέσθαι τόδε,

620ἀλλ’ ἀντιθέντας σοῖσιν ἐν ναοῖς βροτοὺς

621ἢ χρυσὸν ἢ σίδηρον ἢ χαλκοῦ βάρος

622παίδων πρίασθαι σπέρμα, τοῦ τιμήματος

623τῆς ἀξίας ἕκαστον, ἐν δὲ δώμασιν

624ναίειν ἐλευθέροισι θηλειῶν ἄτερ.

627τούτῳ δὲ δῆλον ὡς γυνὴ κακὸν μέγα·

628προσθεὶς γὰρ ὁ σπείρας τε καὶ θρέψας πατὴρ

629φερνὰς ἀπῴκισ’, ὡς ἀπαλλαχθῇ κακοῦ.

630ὁ δ’ αὖ λαβὼν ἀτηρὸν ἐς δόμους φυτὸν

631γέγηθε κόσμον προστιθεὶς ἀγάλματι

632καλὸν κακίστῳ καὶ πέπλοισιν ἐκπονεῖ

633δύστηνος, ὄλβον δωμάτων ὑπεξελών.

638ῥᾷστον δ’ ὅτῳ τὸ μηδέν, ἀλλ’ ἀνωφελὴς

639εὐηθίᾳ κατ’ οἶκον ἵδρυται γυνή.

640σοφὴν δὲ μισῶ· μὴ γὰρ ἔν γ’ ἐμοῖς δόμοις

641εἴη φρονοῦσα πλείον’ ἢ γυναῖκα χρή.

642τὸ γὰρ κακοῦργον μᾶλλον ἐντίκτει Κύπρις

643ἐν ταῖς σοφαῖσιν· ἡ δ’ ἀμήχανος γυνὴ

644γνώμῃ βραχείᾳ μωρίαν ἀφῃρέθη.

645χρῆν δ’ ἐς γυναῖκα πρόσπολον μὲν οὐ περᾶν,

646ἄφθογγα δ’ αὐταῖς συγκατοικίζειν δάκη

647θηρῶν, ἵν’ εἶχον μήτε προσφωνεῖν τινα

648μήτ’ ἐξ ἐκείνων φθέγμα δέξασθαι πάλιν.

649νῦν δ’ αἳ μὲν ἔνδον δρῶσιν αἱ κακαὶ κακὰ

650βουλεύματ’, ἔξω δ’ ἐκφέρουσι πρόσπολοι.

651ὡς καὶ σύ γ’ ἡμῖν πατρός, ὦ κακὸν κάρα,

652λέκτρων ἀθίκτων ἦλθες ἐς συναλλαγάς·

653ἁγὼ ῥυτοῖς νασμοῖσιν ἐξομόρξομαι,

654ἐς ὦτα κλύζων. πῶς ἂν οὖν εἴην κακός,

655ὃς οὐδ’ ἀκούσας τοιάδ’ ἁγνεύειν δοκῶ;

656εὖ δ’ ἴσθι, τοὐμόν σ’ εὐσεβὲς σῴζει, γύναι·

657εἰ μὴ γὰρ ὅρκοις θεῶν ἄφαρκτος ᾑρέθην,

658οὐκ ἄν ποτ’ ἔσχον μὴ οὐ τάδ’ ἐξειπεῖν πατρί.

659νῦν δ’ ἐκ δόμων μέν, ἔστ’ ἂν ἔκδημος χθονὸς

660Θησεύς, ἄπειμι· σῖγα δ’ ἕξομεν στόμα.

661θεάσομαι δὲ σὺν πατρὸς μολὼν ποδὶ

662πῶς νιν προσόψῃ καὶ σὺ καὶ δέσποινα σή·

663τῆς σῆς δὲ τόλμης εἴσομαι γεγευμένος.

664ὄλοισθε. μισῶν δ’ οὔποτ’ ἐμπλησθήσομαι

665γυναῖκας, οὐδ’ εἴ φησί τίς μ’ ἀεὶ λέγειν·

666ἀεὶ γὰρ οὖν πώς εἰσι κἀκεῖναι κακαί.

667ἤ νύν τις αὐτὰς σωφρονεῖν διδαξάτω,

668ἢ κἄμ’ ἐάτω ταῖσδ’ ἐπεμβαίνειν ἀεί.

Antistrophe 1

ΦΑΙΔΡΑ

669τάλανες ὦ κακοτυχεῖς

669aγυναικῶν πότμοι.

670τίνα νῦν ἢ τέχναν ἔχομεν ἢ τίνας

671σφαλεῖσαι κάθαμμα λύειν λόγους;

672ἐτύχομεν δίκας· ἰὼ γᾶ καὶ φῶς.

673πᾷ ποτ’ ἐξαλύξω τύχας;

674πῶς δὲ πῆμα κρύψω, φίλαι;

675τίς ἂν θεῶν ἀρωγὸς ἢ τίς ἂν βροτῶν

676πάρεδρος ἢ ξυνεργὸς ἀδίκων ἔργων

677φανείη; τὸ γὰρ παρ’ ἡμῖν πάθος

678πέραν δυσεκπέρατον ἔρχεται βίου.

679κακοτυχεστάτα γυναικῶν ἐγώ.

ΧΟΡΟΣ

680φεῦ φεῦ· πέπρακται, κοὐ κατώρθωνται τέχναι,

681δέσποινα, τῆς σῆς προσπόλου, κακῶς δ’ ἔχει.

ΦΑΙΔΡΑ

682ὦ παγκακίστη καὶ φίλων διαφθορεῦ,

683οἷ’ εἰργάσω με. Ζεύς σε γεννήτωρ ἐμὸς

684πρόρριζον ἐκτρίψειεν οὐτάσας πυρί.

685οὐ…

The complete text is available when the reading interface loads.