The Greek Library Author

Euripides

Ἱππόλυτος

Episode 7

Title variantsἹππόλυτος · Hippolytus · Hippolyte

Author namesEuripide · Euripides · Ευριπιδης

Scientific editors
Gilbert Murray
Edition reference
Euripidis Fabulae · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0006.tlg005.local001
Corpus release
2.3.0 · 2026-08-31
Digital source
View source ↗

Episode 7

ΤΡΟΦΟΣ

ἔσωθεν

776ἰοὺ ἰού·

776aβοηδρομεῖτε πάντες οἱ πέλας δόμων·

777ἐν ἀγχόναις δέσποινα, Θησέως δάμαρ.

ΧΟΡΟΣ

778— φεῦ φεῦ, πέπρακται· βασιλὶς οὐκέτ’ ἔστι δὴ

779γυνή, κρεμαστοῖς ἐν βρόχοις ἠρτημένη.

ΤΡΟΦΟΣ

780οὐ σπεύσετ’; οὐκ οἴσει τις ἀμφιδέξιον

781σίδηρον, ᾧ τόδ’ ἅμμα λύσομεν δέρης;

ΧΟΡΟΣ

782— φίλαι, τί δρῶμεν; ἢ δοκεῖ περᾶν δόμους

783λῦσαί τ’ ἄνασσαν ἐξ ἐπισπαστῶν βρόχων;

784— τί δ’; οὐ πάρεισι πρόσπολοι νεανίαι;

785τὸ πολλὰ πράσσειν οὐκ ἐν ἀσφαλεῖ βίου.

ΤΡΟΦΟΣ

786ὀρθώσατ’ ἐκτείνοντες ἄθλιον νέκυν·

787πικρὸν τόδ’ οἰκούρημα δεσπόταις ἐμοῖς.

ΧΟΡΟΣ

788— ὄλωλεν ἡ δύστηνος, ὡς κλύω, γυνή·

789ἤδη γὰρ ὡς νεκρόν νιν ἐκτείνουσι δή.

ΘΗΣΕΥΣ

790γυναῖκες, ἴστε τίς ποτ’ ἐν δόμοις βοή;

791ἠχὼ βαρεῖα προσπόλων ἀφίκετο.

792οὐ γάρ τί μ’ ὡς θεωρὸν ἀξιοῖ δόμος

793πύλας ἀνοίξας εὐφρόνως προσεννέπειν.

794μῶν Πιτθέως τι γῆρας εἴργασται νέον;

795πρόσω μὲν ἤδη βίοτος, ἀλλ’ ὅμως ἔτ’ ἂν

796λυπηρὸς ἡμῖν τούσδ’ ἂν ἐκλίποι δόμους.

ΧΟΡΟΣ

797οὐκ ἐς γέροντας ἥδε σοι τείνει τύχη,

798Θησεῦ· νέοι θανόντες ἀλγυνοῦσί σε.

ΘΗΣΕΥΣ

799οἴμοι· τέκνων μοι μή τι συλᾶται βίος;

ΧΟΡΟΣ

800ζῶσιν, θανούσης μητρὸς ὡς ἄλγιστά σοι.

ΘΗΣΕΥΣ

801τί φῄς; ὄλωλεν ἄλοχος; ἐκ τίνος τύχης;

ΧΟΡΟΣ

802βρόχον κρεμαστὸν ἀγχόνης ἀνήψατο.

ΘΗΣΕΥΣ

803λύπῃ παχνωθεῖσ’, ἢ ἀπὸ συμφορᾶς τινος;

ΧΟΡΟΣ

804τοσοῦτον ἴσμεν· ἄρτι γὰρ κἀγὼ δόμοις,

805Θησεῦ, πάρειμι σῶν κακῶν πενθήτρια.

ΘΗΣΕΥΣ

806αἰαῖ· τί δῆτα τοῖσδ’ ἀνέστεμμαι κάρα

807πλεκτοῖσι φύλλοις, δυστυχὴς θεωρὸς ὤν;

808χαλᾶτε κλῇθρα, πρόσπολοι, πυλωμάτων,

825ἐκλύεθ’ ἁρμούς, ὡς ἴδω πικρὰν θέαν

810γυναικός, ἥ με κατθανοῦσ’ ἀπώλεσεν.

Lyric 1

ΧΟΡΟΣ

811— ἰὼ ἰὼ τάλαινα μελέων κακῶν·

811aἔπαθες, εἰργάσω

812τοσοῦτον ὥστε τούσδε συγχέαι δόμους.

813— αἰαῖ τόλμας, ὦ βιαίως θανοῦσ’

814ἀνοσίῳ τε συμφορᾷ, σᾶς χερὸς

815πάλαισμα μελέας.

816— τίς ἄρα σάν, τάλαιν’, ἀμαυροῖ ζόαν;

Strophe 1

ΘΗΣΕΥΣ

817ὤμοι ἐγὼ πόνων· ἔπαθον, ὦ πόλις,

818τὰ μάκιστ’ ἐμῶν κακῶν. ὦ τύχα,

819ὥς μοι βαρεῖα καὶ δόμοις ἐπεστάθης,

820κηλὶς ἄφραστος ἐξ ἀλαστόρων τινός.

821κατακονὰ μὲν οὖν ἀβίοτος βίου·

822κακῶν δ’, ὢ τάλας, πέλαγος εἰσορῶ

823τοσοῦτον ὥστε μήποτ’ ἐκνεῦσαι πάλιν,

824μηδ’ ἐκπερᾶσαι κῦμα τῆσδε συμφορᾶς.

826τίνα λόγον τάλας, τίνα τύχαν σέθεν

827βαρύποτμον, γύναι, προσαυδῶν τύχω;

828ὄρνις γὰρ ὥς τις ἐκ χερῶν ἄφαντος εἶ,

829πήδημ’ ἐς Ἅιδου κραιπνὸν ὁρμήσασά μοι.

830αἰαῖ αἰαῖ, μέλεα μέλεα τάδε πάθη.

831πρόσωθεν δέ ποθεν ἀνακομίζομαι

832τύχαν δαιμόνων

833ἀμπλακίαισι τῶν πάροιθέν τινος.

ΧΟΡΟΣ

834οὐ σοὶ τάδ’, ὦναξ, ἦλθε δὴ μόνῳ κακά,

835πολλῶν μετ’ ἄλλων δ’ ὤλεσας κεδνὸν λέχος.

Antistrophe 1

ΘΗΣΕΥΣ

836τὸ κατὰ γᾶς θέλω, τὸ κατὰ γᾶς κνέφας

837μετοικεῖν σκότῳ θανὼν ὁ τλάμων,

838τῆς σῆς στερηθεὶς φιλτάτης ὁμιλίας·

839ἀπώλεσας γὰρ μᾶλλον ἢ κατέφθισο.

840τίνος κλύω; πόθεν θανάσιμος τύχα,

841γύναι, σὰν ἔβα, τάλαινα, καρδίαν;

842εἴποι τις ἂν τὸ πραχθέν, ἢ μάτην ὄχλον

843στέγει τύραννον δῶμα προσπόλων ἐμῶν;

844ὤμοι μοι σέθεν,

845μέλεος, οἷον εἶδον ἄλγος δόμων,

846οὐ τλητὸν οὐδὲ ῥητόν. ἀλλ’ ἀπωλόμην·

847ἔρημος οἶκος, καὶ τέκν’ ὀρφανεύεται.

848ἔλιπες οὓς ἔτεκες, ἔλιπες, ὦ φίλα

849γυναικῶν ἀρίστα θ’ ὁπόσας ὁρᾷ

850φέγγος ἀελίου

851τε καὶ νυκτὸς ἀστερωπὸν σέλας.

Lyric 4

ΧΟΡΟΣ

852ἰὼ τάλας· ὦ τάλας· ὅσον κακὸν ἔχει δόμος.

853δάκρυσί μου βλέφαρα

854καταχυθέντα τέγγεται σᾷ τύχᾳ·

855τὸ δ’ ἐπὶ τῷδε πῆμα φρίσσω πάλαι.

ΘΗΣΕΥΣ

856ἔα ἔα·

856aτί δή ποθ’ ἥδε δέλτος ἐκ φίλης χερὸς

857ἠρτημένη; θέλει τι σημῆναι νέον;

858ἀλλ’ ἦ λέχους μοι καὶ τέκνων ἐπιστολὰς

859ἔγραψεν ἡ δύστηνος, ἐξαιτουμένη;

860θάρσει, τάλαινα· λέκτρα γὰρ τὰ Θησέως

861οὐκ ἔστι δῶμά θ’ ἥτις εἴσεισιν γυνή.

862καὶ μὴν τύποι γε σφενδόνης χρυσηλάτου

863τῆς οὐκέτ’ οὔσης τῆσδε προσσαίνουσί με.

864φέρ’, ἐξελίξας περιβολὰς σφραγισμάτων

865ἴδω τί λέξαι δέλτος ἥδε μοι θέλει.

Lyric 5

ΧΟΡΟΣ

866— φεῦ φεῦ· τόδ’ αὖ νεοχμὸν ἐκδοχαῖς

867ἐπιφέρει θεὸς κακόν. ἐμοὶ μὲν οὖν

868ἀβίοτος βίου τύχα πρὸς τὸ κρανθέν· εἴη τυχεῖν.

869— ὀλομένους γάρ, οὐκέτ’ ὄντας λέγω,

870φεῦ φεῦ, τῶν ἐμῶν τυράννων δόμους.

871— ὦ δαῖμον, εἴ πως ἔστι, μὴ σφήλῃς δόμους,

872αἰτουμένης δὲ κλῦθί μου· πρὸς γάρ τινος

873οἰωνὸν ὥστε μάντις εἰσορῶ κακοῦ.

ΘΗΣΕΥΣ

874οἴμοι· τόδ’ οἷον ἄλλο πρὸς κακῷ κακόν,

875οὐ τλητὸν οὐδὲ λεκτόν. ὦ τάλας ἐγώ.

ΧΟΡΟΣ

876τί χρῆμα; λέξον, εἴ τί μοι λόγου μέτα.

Lyric 6

ΘΗΣΕΥΣ

877βοᾷ βοᾷ δέλτος ἄλαστα. πᾷ φύγω

878βάρος κακῶν; ἀπὸ γὰρ ὀλόμενος οἴχομαι,

879οἷον οἷον εἶδον γραφαῖς μέλος

880φθεγγόμενον τλάμων.

ΧΟΡΟΣ

881αἰαῖ, κακῶν ἀρχηγὸν ἐκφαίνεις λόγον.

ΘΗΣΕΥΣ

882τόδε μὲν οὐκέτι στόματος ἐν πύλαις

883καθέξω δυσεκπέρατον, ὀλοὸν

884κακόν· ἰὼ πόλις.

885Ἱππόλυτος εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖν

886βίᾳ, τὸ σεμνὸν Ζηνὸς ὄμμ’ ἀτιμάσας.

887ἀλλ’, ὦ πάτερ Πόσειδον, ἃς ἐμοί ποτε

888ἀρὰς ὑπέσχου τρεῖς, μιᾷ κατέργασαι

889τούτων ἐμὸν…

890τήνδ’,…

The complete text is available when the reading interface loads.