Μήδεια
Episode 7
Title variantsΜήδεια · Medea · Médée · Medee
Author namesEuripide · Euripides · Ευριπιδης
- Scientific editors
- Gilbert Murray
- Edition reference
- Euripidis Fabulae · Oxford · Clarendon Press · 1902
- CTS identifier
urn:cts:greekLit:tlg0006.tlg003.local001- Corpus release
- 2.3.0 · 2026-08-31
- Digital source
- View source ↗
- Scholarly catalogues
- Wikidata ↗ · Perseus Catalog ↗ · WorldCat ↗ · L’Année philologique ↗
Episode 7
ΑἸΓΕΥΣ
663Μήδεια, χαῖρε· τοῦδε γὰρ προοίμιον
664κάλλιον οὐδεὶς οἶδε προσφωνεῖν φίλους.
ΜΗΔΕΙΑ
665ὦ χαῖρε καὶ σύ, παῖ σοφοῦ Πανδίονος,
666Αἰγεῦ. πόθεν γῆς τῆσδ’ ἐπιστρωφᾷ πέδον;
ΑἸΓΕΥΣ
667Φοίβου παλαιὸν ἐκλιπὼν χρηστήριον.
ΜΗΔΕΙΑ
668τί δ’ ὀμφαλὸν γῆς θεσπιῳδὸν ἐστάλης;
ΑἸΓΕΥΣ
669παίδων ἐρευνῶν σπέρμ’ ὅπως γένοιτό μοι.
ΜΗΔΕΙΑ
670πρὸς θεῶν—ἄπαις γὰρ δεῦρ’ ἀεὶ τείνεις βίον;
ΑἸΓΕΥΣ
671ἄπαιδές ἐσμεν δαίμονός τινος τύχῃ.
ΜΗΔΕΙΑ
672δάμαρτος οὔσης, ἢ λέχους ἄπειρος ὤν;
ΑἸΓΕΥΣ
673οὐκ ἐσμὲν εὐνῆς ἄζυγες γαμηλίου.
ΜΗΔΕΙΑ
674τί δῆτα Φοῖβος εἶπέ σοι παίδων πέρι;
ΑἸΓΕΥΣ
675σοφώτερ’ ἢ κατ’ ἄνδρα συμβαλεῖν ἔπη.
ΜΗΔΕΙΑ
676θέμις μὲν ἡμᾶς χρησμὸν εἰδέναι θεοῦ;
ΑἸΓΕΥΣ
677μάλιστ’, ἐπεί τοι καὶ σοφῆς δεῖται φρενός.
ΜΗΔΕΙΑ
678τί δῆτ’ ἔχρησε; λέξον, εἰ θέμις κλύειν.
ΑἸΓΕΥΣ
679ἀσκοῦ με τὸν προύχοντα μὴ λῦσαι πόδα—
ΜΗΔΕΙΑ
680πρὶν ἂν τί δράσῃς ἢ τίν’ ἐξίκῃ χθόνα;
ΑἸΓΕΥΣ
681πρὶν ἂν πατρῴαν αὖθις ἑστίαν μόλω.
ΜΗΔΕΙΑ
682σὺ δ’ ὡς τί χρῄζων τήνδε ναυστολεῖς χθόνα;
ΑἸΓΕΥΣ
683Πιτθεύς τις ἔστι, γῆς ἄναξ Tροζηνίας. . . .
ΜΗΔΕΙΑ
684παῖς, ὡς λέγουσι, Πέλοπος, εὐσεβέστατος.
ΑἸΓΕΥΣ
685τούτῳ θεοῦ μάντευμα κοινῶσαι θέλω.
ΜΗΔΕΙΑ
686σοφὸς γὰρ ἁνὴρ καὶ τρίβων τὰ τοιάδε.
ΑἸΓΕΥΣ
687κἀμοί γε πάντων φίλτατος δορυξένων.
ΜΗΔΕΙΑ
688ἀλλ’ εὐτυχοίης καὶ τύχοις ὅσων ἐρᾷς.
ΑἸΓΕΥΣ
689τί γὰρ σὸν ὄμμα χρώς τε συντέτηχ’ ὅδε;
ΜΗΔΕΙΑ
690Αἰγεῦ, κάκιστός ἐστί μοι πάντων πόσις.
ΑἸΓΕΥΣ
691τί φῄς; σαφῶς μοι σὰς φράσον δυσθυμίας.
ΜΗΔΕΙΑ
692ἀδικεῖ μ’ Ἰάσων οὐδὲν ἐξ ἐμοῦ παθών.
ΑἸΓΕΥΣ
693τί χρῆμα δράσας; φράζε μοι σαφέστερον.
ΜΗΔΕΙΑ
694γυναῖκ’ ἐφ’ ἡμῖν δεσπότιν δόμων ἔχει.
ΑἸΓΕΥΣ
695οὔ που τετόλμηκ’ ἔργον αἴσχιστον τόδε;
ΜΗΔΕΙΑ
696σάφ’ ἴσθ’· ἄτιμοι δ’ ἐσμὲν οἱ πρὸ τοῦ φίλοι.
ΑἸΓΕΥΣ
697πότερον ἐρασθεὶς ἢ σὸν ἐχθαίρων λέχος;
ΜΗΔΕΙΑ
698μέγαν γ’ ἔρωτα πιστὸς οὐκ ἔφυ φίλοις.
ΑἸΓΕΥΣ
699ἴτω νυν, εἴπερ, ὡς λέγεις, ἐστὶν κακός.
ΜΗΔΕΙΑ
700ἀνδρῶν τυράννων κῆδος ἠράσθη λαβεῖν.
ΑἸΓΕΥΣ
701δίδωσι δ’ αὐτῷ τίς; πέραινέ μοι λόγον.
ΜΗΔΕΙΑ
702Κρέων, ὃς ἄρχει τῆσδε γῆς Κορινθίας.
ΑἸΓΕΥΣ
703συγγνωστὰ μέν τἄρ’ ἦν σε λυπεῖσθαι, γύναι.
ΜΗΔΕΙΑ
704ὄλωλα· καὶ πρός γ’ ἐξελαύνομαι χθονός.
ΑἸΓΕΥΣ
705πρὸς τοῦ; τόδ’ ἄλλο καινὸν αὖ λέγεις κακόν.
ΜΗΔΕΙΑ
706Κρέων μ’ ἐλαύνει φυγάδα γῆς Κορινθίας.
ΑἸΓΕΥΣ
707ἐᾷ δ’ Ἰάσων; οὐδὲ ταῦτ’ ἐπῄνεσα.
ΜΗΔΕΙΑ
708λόγῳ μὲν οὐχί, καρτερεῖν δὲ βούλεται.
709ἀλλ’ ἄντομαί σε τῆσδε πρὸς γενειάδος
710γονάτων τε τῶν σῶν ἱκεσία τε γίγνομαι,
711οἴκτιρον οἴκτιρόν με τὴν δυσδαίμονα
712καὶ μή μ’ ἔρημον ἐκπεσοῦσαν εἰσίδῃς,
713δέξαι δὲ χώρᾳ καὶ δόμοις ἐφέστιον.
714οὕτως ἔρως σοὶ πρὸς θεῶν τελεσφόρος
715γένοιτο παίδων, καὐτὸς ὄλβιος θάνοις.
716εὕρημα δ’ οὐκ οἶσθ’ οἷον ηὕρηκας τόδε·
717παύσω δέ σ’ ὄντ’ ἄπαιδα καὶ παίδων γονὰς
718σπεῖραί σε θήσω· τοιάδ’ οἶδα φάρμακα.
ΑἸΓΕΥΣ
719πολλῶν ἕκατι τήνδε σοι δοῦναι χάριν,
720γύναι, πρόθυμός εἰμι, πρῶτα μὲν θεῶν,
721ἔπειτα παίδων ὧν ἐπαγγέλλῃ γονάς·
722ἐς τοῦτο γὰρ δὴ φροῦδός εἰμι πᾶς ἐγώ.
723οὕτω δ’ ἔχει μοι· σοῦ μὲν ἐλθούσης χθόνα,
724πειράσομαί σου προξενεῖν δίκαιος ὤν.
725τόσον γε μέντοι σοι προσημαίνω, γύναι·
726ἐκ τῆσδε μὲν γῆς οὔ σ’ ἄγειν βουλήσομαι,
727αὐτὴ δ’ ἐάνπερ εἰς ἐμοὺς ἔλθῃς δόμους,
728μενεῖς ἄσυλος κοὔ σε μὴ μεθῶ τινι.
729ἐκ τῆσδε δ’ αὐτὴ γῆς ἀπαλλάσσου πόδα·
730ἀναίτιος γὰρ καὶ ξένοις εἶναι θέλω.
ΜΗΔΕΙΑ
731ἔσται τάδ’· ἀλλὰ πίστις εἰ γένοιτό μοι
732τούτων, ἔχοιμ’ ἂν πάντα πρὸς σέθεν καλῶς.
ΑἸΓΕΥΣ
733μῶν οὐ πέποιθας; ἢ τί σοι τὸ δυσχερές;
ΜΗΔΕΙΑ
734πέποιθα· Πελίου δ’ ἐχθρός ἐστί μοι δόμος
735Κρέων τε. τούτοις δ’ ὁρκίοισι μὲν ζυγεὶς
736ἄγουσιν οὐ μεθεῖ’ ἂν ἐκ γαίας ἐμέ·
737λόγοις δὲ συμβὰς καὶ θεῶν ἀνώμοτος
738φίλος γένοι’ ἂν τἀπικηρυκεύματα·—
739οὐκ ἂν πίθοιο· τἀμὰ μὲν γὰρ ἀσθενῆ,
740τοῖς δ’ ὄλβος ἐστὶ καὶ δόμος τυραννικός.
ΑἸΓΕΥΣ
741πολλὴν ἔλεξας ἐν λόγοις προμηθίαν·
742ἀλλ’, εἰ δοκεῖ σοι, δρᾶν τάδ’ οὐκ ἀφίσταμαι.
743ἐμοί τε γὰρ τάδ’ ἐστὶν ἀσφαλέστατα,
744σκῆψίν τιν’ ἐχθροῖς σοῖς ἔχοντα δεικνύναι,
745τὸ σόν τ’ ἄραρε μᾶλλον· ἐξηγοῦ θεούς.
ΜΗΔΕΙΑ
746ὄμνυ πέδον Γῆς, πατέρα θ’ Ἥλιον πατρὸς
747τοὐμοῦ, θεῶν τε συντιθεὶς ἅπαν γένος.
ΑἸΓΕΥΣ
748τί χρῆμα δράσειν ἢ τί μὴ δράσειν; λέγε.
ΜΗΔΕΙΑ
749μήτ’ αὐτὸς ἐκ γῆς σῆς ἔμ’ ἐκβαλεῖν ποτε,
750μήτ’ ἄλλος ἤν τις τῶν ἐμῶν ἐχθρῶν ἄγειν
751χρῄζῃ, μεθήσειν ζῶν ἑκουσίῳ τρόπῳ.
ΑἸΓΕΥΣ
752ὄμνυμι Γαῖαν Ἡλίου θ’ ἁγνὸν σέβας
753θεούς τε πάντας ἐμμενεῖν ἅ σου κλύω.
ΜΗΔΕΙΑ
754ἀρκεῖ· τί δ’ ὅρκῳ τῷδε μὴ ’μμένων πάθοις;
ΑἸΓΕΥΣ
755ἃ τοῖσι δυσσεβοῦσι γίγνεται βροτῶν.
ΜΗΔΕΙΑ
756χαίρων πορεύου· πάντα γὰρ καλῶς ἔχει.
757κἀγὼ πόλιν σὴν ὡς τάχιστ’ ἀφίξομαι,
758πράξασ’ ἃ μέλλω καὶ τυχοῦσ’ ἃ βούλομαι.
Anapests 1
ΧΟΡΟΣ
759ἀλλά σ’ ὁ Μαίας πομπαῖος ἄναξ
760πελάσειε δόμοις, ὧν τ’ ἐπίνοιαν
761σπεύδεις…
762γενναῖο…
The complete text is available when the reading interface loads.
Critical apparatus