The Greek Library Author

Euripides

Βάκχαι

Episode 5

Title variantsΒάκχαι · Bacchae · Bacchantes

Author namesEuripide · Euripides · Ευριπιδης

Scientific editors
Gilbert Murray
Edition reference
Euripidis Fabulae · Oxford · Clarendon Press · 1913
CTS identifier
urn:cts:greekLit:tlg0006.tlg017.local001
Corpus release
2.3.0 · 2026-08-31
Digital source
View source ↗

Episode 5

ΘΕΡΑΠΩΝ

434Πενθεῦ, πάρεσμεν τήνδʼ ἄγραν ἠγρευκότες

435ἐφʼ ἣν ἔπεμψας, οὐδʼ ἄκρανθʼ ὡρμήσαμεν.

436ὁ θὴρ δʼ ὅδʼ ἡμῖν πρᾶος οὐδʼ ὑπέσπασεν

437φυγῇ πόδʼ, ἀλλʼ ἔδωκεν οὐκ ἄκων χέρας

438οὐδʼ ὠχρός, οὐδʼ ἤλλαξεν οἰνωπὸν γένυν,

439γελῶν δὲ καὶ δεῖν κἀπάγειν ἐφίετο

440ἔμενέ τε, τοὐμὸν εὐτρεπὲς ποιούμενος.

441κἀγὼ διʼ αἰδοῦς εἶπον· Ὦ ξένʼ, οὐχ ἑκὼν

442ἄγω σε, Πενθέως δʼ ὅς μʼ ἔπεμψʼ ἐπιστολαῖς.

443ἃς δʼ αὖ σὺ βάκχας εἷρξας, ἃς συνήρπασας

444κἄδησας ἐν δεσμοῖσι πανδήμου στέγης,

445φροῦδαί γʼ ἐκεῖναι λελυμέναι πρὸς ὀργάδας

446σκιρτῶσι Βρόμιον ἀνακαλούμεναι θεόν·

447αὐτόματα δʼ αὐταῖς δεσμὰ διελύθη ποδῶν

448κλῇδές τʼ ἀνῆκαν θύρετρʼ ἄνευ θνητῆς χερός.

449πολλῶν δʼ ὅδʼ ἁνὴρ θαυμάτων ἥκει πλέως

450ἐς τάσδε Θήβας. σοὶ δὲ τἄλλα χρὴ μέλειν.

ΠΕΝΘΕΥΣ

451μέθεσθε χειρῶν τοῦδʼ· ἐν ἄρκυσιν γὰρ ὢν

452οὐκ ἔστιν οὕτως ὠκὺς ὥστε μʼ ἐκφυγεῖν.

453ἀτὰρ τὸ μὲν σῶμʼ οὐκ ἄμορφος εἶ, ξένε,

454ὡς ἐς γυναῖκας, ἐφʼ ὅπερ ἐς Θήβας πάρει·

455πλόκαμός τε γάρ σου ταναός, οὐ πάλης ὕπο,

456γένυν παρʼ αὐτὴν κεχυμένος, πόθου πλέως·

457λευκὴν δὲ χροιὰν ἐκ παρασκευῆς ἔχεις,

458οὐχ ἡλίου βολαῖσιν, ἀλλʼ ὑπὸ σκιᾶς,

459τὴν Ἀφροδίτην καλλονῇ θηρώμενος.

460πρῶτον μὲν οὖν μοι λέξον ὅστις εἶ γένος.

ΔΙΟΝΥΣΟΣ

461οὐ κόμπος οὐδείς· ῥᾴδιον δʼ εἰπεῖν τόδε.

462τὸν ἀνθεμώδη Τμῶλον οἶσθά που κλύων.

ΠΕΝΘΕΥΣ

463οἶδʼ, ὃς τὸ Σάρδεων ἄστυ περιβάλλει κύκλῳ.

ΔΙΟΝΥΣΟΣ

464ἐντεῦθέν εἰμι, Λυδία δέ μοι πατρίς.

ΠΕΝΘΕΥΣ

465πόθεν δὲ τελετὰς τάσδʼ ἄγεις ἐς Ἑλλάδα;

ΔΙΟΝΥΣΟΣ

466Διόνυσος ἡμᾶς εἰσέβησʼ, ὁ τοῦ Διός.

ΠΕΝΘΕΥΣ

467Ζεὺς δʼ ἔστʼ ἐκεῖ τις, ὃς νέους τίκτει θεούς;

ΔΙΟΝΥΣΟΣ

468οὔκ, ἀλλʼ ὁ Σεμέλην ἐνθάδε ζεύξας γάμοις.

ΠΕΝΘΕΥΣ

469πότερα δὲ νύκτωρ σʼ ἢ κατʼ ὄμμʼ ἠνάγκασεν;

ΔΙΟΝΥΣΟΣ

470ὁρῶν ὁρῶντα, καὶ δίδωσιν ὄργια.

ΠΕΝΘΕΥΣ

471τὰ δʼ ὄργιʼ ἐστὶ τίνʼ ἰδέαν ἔχοντά σοι;

ΔΙΟΝΥΣΟΣ

472ἄρρητʼ ἀβακχεύτοισιν εἰδέναι βροτῶν.

ΠΕΝΘΕΥΣ

473ἔχει δʼ ὄνησιν τοῖσι θύουσιν τίνα;

ΔΙΟΝΥΣΟΣ

474οὐ θέμις ἀκοῦσαί σʼ, ἔστι δʼ ἄξιʼ εἰδέναι.

ΠΕΝΘΕΥΣ

475εὖ τοῦτʼ ἐκιβδήλευσας, ἵνʼ ἀκοῦσαι θέλω.

ΔΙΟΝΥΣΟΣ

476ἀσέβειαν ἀσκοῦντʼ ὄργιʼ ἐχθαίρει θεοῦ.

ΠΕΝΘΕΥΣ

477τὸν θεὸν ὁρᾶν γὰρ φῂς σαφῶς, ποῖός τις ἦν;

ΔΙΟΝΥΣΟΣ

478ὁποῖος ἤθελʼ· οὐκ ἐγὼ ʼτασσον τόδε.

ΠΕΝΘΕΥΣ

479τοῦτʼ αὖ παρωχέτευσας εὖ κοὐδὲν λέγων.

ΔΙΟΝΥΣΟΣ

480δόξει τις ἀμαθεῖ σοφὰ λέγων οὐκ εὖ φρονεῖν.

ΠΕΝΘΕΥΣ

481ἦλθες δὲ πρῶτα δεῦρʼ ἄγων τὸν δαίμονα;

ΔΙΟΝΥΣΟΣ

482πᾶς ἀναχορεύει βαρβάρων τάδʼ ὄργια.

ΠΕΝΘΕΥΣ

483φρονοῦσι γὰρ κάκιον Ἑλλήνων πολύ.

ΔΙΟΝΥΣΟΣ

484τάδʼ εὖ γε μᾶλλον· οἱ νόμοι δὲ διάφοροι.

ΠΕΝΘΕΥΣ

485τὰ δʼ ἱερὰ νύκτωρ ἢ μεθʼ ἡμέραν τελεῖς;

ΔΙΟΝΥΣΟΣ

486νύκτωρ τὰ πολλά· σεμνότητʼ ἔχει σκότος.

ΠΕΝΘΕΥΣ

487τοῦτʼ ἐς γυναῖκας δόλιόν ἐστι καὶ σαθρόν.

ΔΙΟΝΥΣΟΣ

488κἀν ἡμέρᾳ τό γʼ αἰσχρὸν ἐξεύροι τις ἄν.

ΠΕΝΘΕΥΣ

489δίκην σε δοῦναι δεῖ σοφισμάτων κακῶν.

ΔΙΟΝΥΣΟΣ

490σὲ δʼ ἀμαθίας γε κἀσεβοῦντʼ ἐς τὸν θεόν.

ΠΕΝΘΕΥΣ

491ὡς θρασὺς ὁ βάκχος κοὐκ ἀγύμναστος λόγων.

ΔΙΟΝΥΣΟΣ

492εἴφʼ ὅ τι παθεῖν δεῖ· τί με τὸ δεινὸν ἐργάσῃ;

ΠΕΝΘΕΥΣ

493πρῶτον μὲν ἁβρὸν βόστρυχον τεμῶ σέθεν.

ΔΙΟΝΥΣΟΣ

494ἱερὸς ὁ πλόκαμος· τῷ θεῷ δʼ αὐτὸν τρέφω.

ΠΕΝΘΕΥΣ

495ἔπειτα θύρσον τόνδε παράδος ἐκ χεροῖν.

ΔΙΟΝΥΣΟΣ

496αὐτός μʼ ἀφαιροῦ· τόνδε Διονύσου φορῶ.

ΠΕΝΘΕΥΣ

497εἱρκταῖσί τʼ ἔνδον σῶμα σὸν φυλάξομεν.

ΔΙΟΝΥΣΟΣ

498λύσει μʼ ὁ δαίμων αὐτός, ὅταν ἐγὼ θέλω.

ΠΕΝΘΕΥΣ

499ὅταν γε καλέσῃς αὐτὸν ἐν βάκχαις σταθείς.

ΔΙΟΝΥΣΟΣ

500καὶ νῦν ἃ πάσχω πλησίον παρὼν ὁρᾷ.

ΠΕΝΘΕΥΣ

501καὶ ποῦ ʼστιν; οὐ γὰρ φανερὸς ὄμμασίν γʼ ἐμοῖς.

ΔΙΟΝΥΣΟΣ

502παρʼ ἐμοί· σὺ δʼ ἀσεβὴς αὐτὸς ὢν οὐκ εἰσορᾷς.

ΠΕΝΘΕΥΣ

503λάζυσθε· καταφρονεῖ με καὶ Θήβας ὅδε.

ΔΙΟΝΥΣΟΣ

504αὐδῶ με μὴ δεῖν σωφρονῶν οὐ σώφροσιν.

ΠΕΝΘΕΥΣ

505ἐγὼ δὲ δεῖν γε, κυριώτερος σέθεν.

ΔΙΟΝΥΣΟΣ

506οὐκ οἶσθʼ ὅ τι ζῇς, οὐδʼ ὃ δρᾷς, οὐδʼ ὅστις εἶ.

ΠΕΝΘΕΥΣ

507Πενθεύς, Ἀγαύης παῖς, πατρὸς δʼ Ἐχίονος.

ΔΙΟΝΥΣΟΣ

508ἐνδυστυχῆσαι τοὔνομʼ ἐπιτήδειος εἶ.

ΠΕΝΘΕΥΣ

509χώρει· καθείρξατʼ αὐτὸν ἱππικαῖς πέλας

510φάτναισιν, ὡς ἂν σκότιον εἰσορᾷ κνέφας.

511ἐκεῖ χόρευε· τάσδε δʼ ἃς ἄγων πάρει

512κακῶν συνεργοὺς ἢ διεμπολήσομεν

513ἢ χεῖρα δούπου τοῦδε καὶ βύρσης κτύπου

514παύσας, ἐφʼ ἱστοῖς δμωίδας κεκτήσομαι.

ΔΙΟΝΥΣΟΣ

515στείχοιμʼ ἄν· ὅ τι γὰρ μὴ χρεών, οὔτοι χρεὼν

516παθεῖν. ἀτάρ τοι τῶνδʼ ἄποινʼ ὑβρισμάτων

517μέτεισι Διόνυσός σʼ, ὃν οὐκ εἶναι λέγεις·

518ἡμᾶς γὰρ ἀδικῶν κεῖνον εἰς δεσμοὺς ἄγεις.