The Greek Library Author

Euripides

Βάκχαι

Episode 7

Title variantsΒάκχαι · Bacchae · Bacchantes

Author namesEuripide · Euripides · Ευριπιδης

Scientific editors
Gilbert Murray
Edition reference
Euripidis Fabulae · Oxford · Clarendon Press · 1913
CTS identifier
urn:cts:greekLit:tlg0006.tlg017.local001
Corpus release
2.3.0 · 2026-08-31
Digital source
View source ↗

Episode 7

Lyric 1

ΔΙΟΝΥΣΟΣ

576ἰώ,

576aκλύετʼ ἐμᾶς κλύετʼ αὐδᾶς,

577ἰὼ βάκχαι, ἰὼ βάκχαι.

Lyric 2

ΧΟΡΟΣ

578τίς ὅδε, τίς ὅδε πόθεν ὁ κέλαδος

579ἀνά μʼ ἐκάλεσεν Εὐίου;

Lyric 3

ΔΙΟΝΥΣΟΣ

580ἰὼ ἰώ, πάλιν αὐδῶ,

581ὁ Σεμέλας, ὁ Διὸς παῖς.

Lyric 4

ΧΟΡΟΣ

582ἰὼ ἰὼ δέσποτα δέσποτα,

583μόλε νυν ἡμέτερον ἐς

584θίασον, ὦ Βρόμιε Βρόμιε.

Lyric 5

ΔΙΟΝΥΣΟΣ

585σεῖε πέδον χθονὸς Ἔννοσι πότνια.

Lyric 6

ΧΟΡΟΣ

586ἆ ἆ,

587τάχα τὰ Πενθέως μέλαθρα διατι-

588νάξεται πεσήμασιν.

589— ὁ Διόνυσος ἀνὰ μέλαθρα·

590σέβετέ νιν. — σέβομεν ὤ.

591— εἴδετε λάινα κίοσιν ἔμβολα

592διάδρομα τάδε; Βρόμιος ὅδʼ ἀλα-

593λάζεται στέγας ἔσω.

Lyric 7

ΔΙΟΝΥΣΟΣ

594ἅπτε κεραύνιον αἴθοπα λαμπάδα·

595σύμφλεγε σύμφλεγε δώματα Πενθέος.

Lyric 8

ΧΟΡΟΣ

596ἆ ἆ,

596aπῦρ οὐ λεύσσεις, οὐδʼ αὐγάζῃ,

597Σεμέλας ἱερὸν ἀμφὶ τάφον, ἅν

598ποτε κεραυνόβολος ἔλιπε φλόγα

599Δίου βροντᾶς;

600δίκετε πεδόσε τρομερὰ σώματα

601δίκετε, Μαινάδες· ὁ γὰρ ἄναξ

602ἄνω κάτω τιθεὶς ἔπεισι

603μέλαθρα τάδε Διὸς γόνος.

Trochees 9

ΔΙΟΝΥΣΟΣ

604βάρβαροι γυναῖκες, οὕτως ἐκπεπληγμέναι φόβῳ

605πρὸς πέδῳ πεπτώκατʼ; ᾔσθησθʼ, ὡς ἔοικε, Βακχίου

606διατινάξαντος δῶμα Πενθέως· ἀλλʼ ἐξανίστατε

607σῶμα καὶ θαρσεῖτε σαρκὸς ἐξαμείψασαι τρόμον.

Trochees 10

ΧΟΡΟΣ

608ὦ φάος μέγιστον ἡμῖν εὐίου βακχεύματος,

609ὡς ἐσεῖδον ἀσμένη σε, μονάδʼ ἔχουσʼ ἐρημίαν.

Trochees 11

ΔΙΟΝΥΣΟΣ

610εἰς ἀθυμίαν ἀφίκεσθʼ, ἡνίκʼ εἰσεπεμπόμην,

611Πενθέως ὡς ἐς σκοτεινὰς ὁρκάνας πεσούμενος;

Trochees 12

ΧΟΡΟΣ

612πῶς γὰρ οὔ; τίς μοι φύλαξ ἦν, εἰ σὺ συμφορᾶς τύχοις;

613ἀλλὰ πῶς ἠλευθερώθης ἀνδρὸς ἀνοσίου τυχών;

Trochees 13

ΔΙΟΝΥΣΟΣ

614αὐτὸς ἐξέσῳσʼ ἐμαυτὸν ῥᾳδίως ἄνευ πόνου.

Trochees 14

ΧΟΡΟΣ

615οὐδέ σου συνῆψε χεῖρε δεσμίοισιν ἐν βρόχοις;

Trochees 15

ΔΙΟΝΥΣΟΣ

616ταῦτα καὶ καθύβρισʼ αὐτόν, ὅτι με δεσμεύειν δοκῶν

617οὔτʼ ἔθιγεν οὔθʼ ἥψαθʼ ἡμῶν, ἐλπίσιν δʼ ἐβόσκετο.

618πρὸς φάτναις δὲ ταῦρον εὑρών, οὗ καθεῖρξʼ ἡμᾶς ἄγων,

619τῷδε περὶ βρόχους ἔβαλλε γόνασι καὶ χηλαῖς ποδῶν,

620θυμὸν ἐκπνέων, ἱδρῶτα σώματος στάζων ἄπο,

621χείλεσιν διδοὺς ὀδόντας· πλησίον δʼ ἐγὼ παρὼν

622ἥσυχος θάσσων ἔλευσσον. ἐν δὲ τῷδε τῷ χρόνῳ

623ἀνετίναξʼ ἐλθὼν ὁ Βάκχος δῶμα καὶ μητρὸς τάφῳ

624πῦρ ἀνῆψʼ· ὃ δʼ ὡς ἐσεῖδε, δώματʼ αἴθεσθαι δοκῶν,

625ᾖσσʼ ἐκεῖσε κᾆτʼ ἐκεῖσε, δμωσὶν Ἀχελῷον φέρειν

626ἐννέπων, ἅπας δʼ ἐν ἔργῳ δοῦλος ἦν, μάτην πονῶν.

627διαμεθεὶς δὲ τόνδε μόχθον, ὡς ἐμοῦ πεφευγότος,

628ἵεται ξίφος κελαινὸν ἁρπάσας δόμων ἔσω.

629κᾆθʼ ὁ Βρόμιος, ὡς ἔμοιγε φαίνεται, δόξαν λέγω,

630φάσμʼ ἐποίησεν κατʼ αὐλήν· ὃ δʼ ἐπὶ τοῦθʼ ὡρμημένος

631ᾖσσε κἀκέντει φαεννὸν αἰθέρʼ, ὡς σφάζων ἐμέ.

632πρὸς δὲ τοῖσδʼ αὐτῷ τάδʼ ἄλλα Βάκχιος λυμαίνεται·

633δώματʼ ἔρρηξεν χαμᾶζε· συντεθράνωται δʼ ἅπαν

634πικροτάτους ἰδόντι δεσμοὺς τοὺς ἐμούς· κόπου δʼ ὕπο

635διαμεθεὶς ξίφος παρεῖται· πρὸς θεὸν γὰρ ὢν ἀνὴρ

636ἐς μάχην ἐλθεῖν ἐτόλμησε. ἥσυχος δʼ ἐκβὰς ἐγὼ

637δωμάτων ἥκω πρὸς ὑμᾶς, Πενθέως οὐ φροντίσας.

638ὡς δέ μοι δοκεῖ — ψοφεῖ γοῦν ἀρβύλη δόμων ἔσω —

639ἐς προνώπιʼ αὐτίχʼ ἥξει. τί ποτʼ ἄρʼ ἐκ τούτων ἐρεῖ;

640ῥᾳδίως γὰρ αὐτὸν οἴσω, κἂν πνέων ἔλθῃ μέγα.

641πρὸς σοφοῦ γὰρ ἀνδρὸς ἀσκεῖν σώφρονʼ εὐοργησίαν.

ΠΕΝΘΕΥΣ

642πέπονθα δεινά· διαπέφευγέ μʼ ὁ ξένος,

643ὃς ἄρτι δεσμοῖς ἦν κατηναγκασμένος.

644ἔα ἔα·

645ὅδʼ ἐστὶν ἁνήρ· τί τάδε; πῶς προνώπιος

646φαίνῃ πρὸς οἴκοις τοῖς ἐμοῖς, ἔξω βεβώς;

ΔΙΟΝΥΣΟΣ

647στῆσον πόδʼ, ὀργῇ δʼ ὑπόθες ἥσυχον πόδα.

ΠΕΝΘΕΥΣ

648πόθεν σὺ δεσμὰ διαφυγὼν ἔξω περᾷς;

ΔΙΟΝΥΣΟΣ

649οὐκ εἶπον—ἢ οὐκ ἤκουσασ—ὅτι λύσει μέ τις;

ΠΕΝΘΕΥΣ

650τίς; τοὺς λόγους γὰρ ἐσφέρεις καινοὺς ἀεί.

ΔΙΟΝΥΣΟΣ

651ὃς τὴν πολύβοτρυν ἄμπελον φύει βροτοῖς.

ΠΕΝΘΕΥΣ

ΔΙΟΝΥΣΟΣ

652ὠνείδισας δὴ τοῦτο Διονύσῳ καλόν.

ΠΕΝΘΕΥΣ

653κλῄειν κελεύω πάντα πύργον ἐν κύκλῳ.

ΔΙΟΝΥΣΟΣ

654τί δʼ; οὐχ ὑπερβαίνουσι καὶ τείχη θεοί;

ΠΕΝΘΕΥΣ

655σοφὸς σοφὸς σύ, πλὴν ἃ δεῖ σʼ εἶναι σοφόν.

ΔΙΟΝΥΣΟΣ

656ἃ δεῖ μάλιστα, ταῦτʼ ἔγωγʼ ἔφυν σοφός.

657κείνου δʼ ἀκούσας πρῶτα τοὺς λόγους μάθε,

658ὃς ἐξ ὄρους πάρεστιν ἀγγελῶν τί σοι·

659ἡμεῖς δέ σοι μενοῦμεν, οὐ φευξούμεθα.

ἈΓΓΕΛΟΣ

660Πενθεῦ κρατύνων τῆσδε Θηβαίας χθονός,

661ἥκω Κιθαιρῶνʼ ἐκλιπών, ἵνʼ οὔποτε

662λευκῆς χιόνος ἀνεῖσαν εὐαγεῖς βολαί.

ΠΕΝΘΕΥΣ

663ἥκεις δὲ ποίαν προστιθεὶς σπουδὴν λόγου;

ἈΓΓΕΛΟΣ

664βάκχας ποτνιάδας εἰσιδών, αἳ τῆσδε γῆς

665οἴστροισι λευκὸν κῶλον ἐξηκόντισαν,

666ἥκω φράσαι σοὶ καὶ πόλει χρῄζων, ἄναξ,

667ὡς δεινὰ δρῶσι θαυμάτων τε κρείσσονα.

668θέλω δʼ ἀκοῦσαι, πότερά σοι παρρησίᾳ

669φράσω τὰ κεῖθεν ἢ λόγον στειλώμεθα·

670τὸ γὰρ τάχος σου τῶν φρενῶν δέδοικʼ, ἄναξ,

671καὶ τοὐξύθυμον καὶ τὸ βασιλικὸν λίαν.

ΠΕΝΘΕΥΣ

672λέγʼ, ὡς ἀθῷος ἐξ ἐμοῦ πάντως ἔσῃ.

673τοῖς γὰρ δικαίοις οὐχὶ θυμοῦσθαι χρεών.

674ὅσῳ δʼ ἂν εἴπῃς δεινότερα βακχῶν πέρι,

675τοσῷδε μᾶλλον τὸν ὑποθέντα τὰς τέχνας

676γυναιξὶ τόνδε τῇ δίκῃ προσθήσομεν.

ἈΓΓΕΛΟΣ

677ἀγελαῖα μὲν βοσκήματʼ ἄρτι πρὸς λέπας

678μόσχων ὑπεξήκριζον, ἡνίχʼ ἥλιος

679ἀκτ…

The complete text is available when the reading interface loads.