The Greek Library Author

Aeschylus

Εὐμενίδες

Choral 4

Title variantsΕὐμενίδες · Eumenides · Euménides

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Herbert Weir Smyth
Edition reference
Aeschylus · New York · William Heinemann · 1926
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg007.local002
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.3.0 · 2026-08-31
Digital source
View source ↗

Choral 4

ΧΟΡΟΣ

299οὔτοι σʼ Ἀπόλλων οὐδʼ Ἀθηναίας σθένος

300ῥύσαιτʼ ἂν ὥστε μὴ οὐ παρημελημένον

301ἔρρειν, τὸ χαίρειν μὴ μαθόνθʼ ὅπου φρενῶν,

302ἀναίματον βόσκημα δαιμόνων, σκιάν.

303οὐδʼ ἀντιφωνεῖς, ἀλλʼ ἀποπτύεις λόγους,

304ἐμοὶ τραφείς τε καὶ καθιερωμένος;

305καὶ ζῶν με δαίσεις οὐδὲ πρὸς βωμῷ σφαγείς·

306ὕμνον δʼ ἀκούσῃ τόνδε δέσμιον σέθεν.

Anapests 1

ΧΟΡΟΣ

307ἄγε δὴ καὶ χορὸν ἅψωμεν, ἐπεὶ

308μοῦσαν στυγερὰν

309ἀποφαίνεσθαι δεδόκηκεν,

310λέξαι τε λάχη τὰ κατʼ ἀνθρώπους

311ὡς ἐπινωμᾷ στάσις ἁμά.

312εὐθυδίκαιοι δʼ οἰόμεθʼ εἶναι·

313τὸν μὲν καθαρὰς χεῖρας προνέμοντʼ

314οὔτις ἐφέρπει μῆνις ἀφʼ ἡμῶν,

315ἀσινὴς δʼ αἰῶνα διοιχνεῖ·

316ὅστις δʼ ἀλιτὼν ὥσπερ ὅδʼ ἁνὴρ

317χεῖρας φονίας ἐπικρύπτει,

318μάρτυρες ὀρθαὶ τοῖσι θανοῦσιν

319παραγιγνόμεναι πράκτορες αἵματος

320αὐτῷ τελέως ἐφάνημεν.

Strophe 1

ΧΟΡΟΣ

321μᾶτερ ἅ μʼ ἔτικτες, ὦ μᾶτερ

322Νύξ, ἀλαοῖσι καὶ δεδορκόσιν

323ποινάν, κλῦθʼ. ὁ Λατοῦς γὰρ ἶ-

324νίς μʼ ἄτιμον τίθησιν

325τόνδʼ ἀφαιρούμενος

326πτῶκα, ματρῷον ἅ-

327γνισμα κύριον φόνου.

Ephymn 1

ΧΟΡΟΣ

328ἐπὶ δὲ τῷ τεθυμένῳ

329τόδε μέλος, παρακοπά,

330παραφορὰ φρενοδαλής,

331ὕμνος ἐξ Ἐρινύων,

332δέσμιος φρενῶν, ἀφόρ-

333μικτος, αὐονὰ βροτοῖς.

Antistrophe 1

ΧΟΡΟΣ

334τοῦτο γὰρ λάχος διανταία

335Μοῖρʼ ἐπέκλωσεν ἐμπέδως ἔχειν,

336θνατῶν τοῖσιν αὐτουργίαι

337ξυμπέσωσιν μάταιοι,

338τοῖς ὁμαρτεῖν, ὄφρʼ ἂν

339γᾶν ὑπέλθῃ· θανὼν δʼ

340οὐκ ἄγαν ἐλεύθερος.

Ephymn 1

ΧΟΡΟΣ

341ἐπὶ δὲ τῷ τεθυμένῳ

342τόδε μέλος, παρακοπά,

343παραφορὰ φρενοδαλής,

344ὕμνος ἐξ Ἐρινύων,

345δέσμιος φρενῶν, ἀφόρ-

346μικτος, αὐονὰ βροτοῖς.

Strophe 2

ΧΟΡΟΣ

349γιγνομέναισι λάχη τάδʼ ἐφʼ ἁμὶν ἐκράνθη·

350ἀθανάτων δʼ ἀπέχειν χέρας, οὐδέ τις ἐστί

351συνδαίτωρ μετάκοινος·

352παλλεύκων δὲ πέπλων ἀπόμοιρος ἄκληρος ἐτύχθην

353¯˘¯˘¯˘¯

Ephymn 2

ΧΟΡΟΣ

354δωμάτων γὰρ εἱλόμαν

355ἀνατροπάς, ὅταν Ἄρης

356τιθασὸς ὢν φίλον ἕλῃ.

357ἐπὶ τὸν ὧδʼ ἱέμεναι

358κρατερὸν ὄνθʼ ὅμως ἀμαυ-

359ροῦμεν ὑφʼ αἵματος νέου.

Antistrophe 2

ΧΟΡΟΣ

360σπεύδομεν αἵδʼ ἀφελεῖν τινὰ τάσδε μερίμνας,

361θεῶν δʼ ἀτέλειαν ἐμαῖς μελέταις ἐπικραίνειν,

362μηδʼ εἰς ἄγκρισιν ἐλθεῖν·

365Ζεὺς δʼ αἱμοσταγὲς ἀξιόμισον ἔθνος τόδε λέσχας

367ἇς ἀπηξιώσατο.

Ephymn 2

ΧΟΡΟΣ

354aδωμάτων γὰρ εἱλόμαν

355aἀνατροπάς, ὅταν Ἄρης

356aτιθασὸς ὢν φίλον ἕλῃ.

357aἐπὶ τὸν ὧδʼ ἱέμεναι

358aκρατερὸν ὄνθʼ ὅμως ἀμαυ-

359aροῦμεν ὑφʼ αἵματος νέου.

Strophe 3

ΧΟΡΟΣ

368δόξαι τʼ ἀνδρῶν καὶ μάλʼ ὑπʼ αἰθέρι σεμναὶ

369τακόμεναι κατὰ γᾶν μινύθουσιν ἄτιμοι

370ἁμετέραις ἐφόδοις μελανείμοσιν, ὀρχη-

371σμοῖς τʼ ἐπιφθόνοις ποδός.

Ephymn 3

ΧΟΡΟΣ

372μάλα γὰρ οὖν ἁλομένα

373ἀνέκαθεν βαρυπεσῆ

374καταφέρω ποδὸς ἀκμάν,

375σφαλερὰ καὶ τανυδρόμοις

376κῶλα, δύσφορον ἄταν.

Antistrophe 3

ΧΟΡΟΣ

377πίπτων δʼ οὐκ οἶδεν τόδʼ ὑπʼ ἄφρονι λύμᾳ·

378τοῖον ἐπὶ κνέφας ἀνδρὶ μύσος πεπόταται,

379καὶ δνοφεράν τινʼ ἀχλὺν κατὰ δώματος αὐδᾶ-

380ται πολύστονος φάτις.

Ephymn 3

ΧΟΡΟΣ

372aμάλα γὰρ οὖν ἁλομένα

373aἀνέκαθεν βαρυπεσῆ

374aκαταφέρω ποδὸς ἀκμάν,

375aσφαλερὰ καὶ τανυδρόμοις

376aκῶλα, δύσφορον ἄταν.

Strophe 4

ΧΟΡΟΣ

381μένει γάρ. εὐμήχανοί

382τε καὶ τέλειοι, κακῶν

383τε μνήμονες σεμναὶ

384καὶ δυσπαρήγοροι βροτοῖς,

385ἄτιμʼ ἀτίετα διόμεναι

386λάχη θεῶν διχοστατοῦντʼ ἀνηλίῳ

387λάμπᾳ, δυσοδοπαίπαλα

388δερκομένοισι καὶ δυσομμάτοις ὁμῶς.

Antistrophe 4

ΧΟΡΟΣ

389τίς οὖν τάδʼ οὐχ ἅζεταί

390τε καὶ δέδοικεν βροτῶν,

391ἐμοῦ κλύων θεσμὸν

392τὸν μοιρόκραντον ἐκ θεῶν

393δοθέντα τέλεον; ἔτι δέ μοι

394μένει γέρας παλαιόν, οὐδʼ ἀτιμίας

395κύρω, καίπερ ὑπὸ χθόνα

396τάξιν ἔχουσα καὶ δυσήλιον κνέφας.