The Greek Library Author

Aeschylus

Εὐμενίδες

Episode 9

Title variantsΕὐμενίδες · Eumenides · Euménides

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Herbert Weir Smyth
Edition reference
Aeschylus · New York · William Heinemann · 1926
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg007.local002
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.3.0 · 2026-08-31
Digital source
View source ↗

Episode 9

ΧΟΡΟΣ

892ἄνασσʼ Ἀθάνα, τίνα με φὴς ἔχειν ἕδραν;

ἈΘΗΝΑ

893πάσης ἀπήμονʼ οἰζύος· δέχου δὲ σύ.

ΧΟΡΟΣ

894καὶ δὴ δέδεγμαι· τίς δέ μοι τιμὴ μένει;

ἈΘΗΝΑ

895ὡς μή τινʼ οἶκον εὐθενεῖν ἄνευ σέθεν.

ΧΟΡΟΣ

896σὺ τοῦτο πράξεις, ὥστε με σθένειν τόσον;

ἈΘΗΝΑ

897τῷ γὰρ σέβοντι συμφορὰς ὀρθώσομεν.

ΧΟΡΟΣ

898καί μοι πρόπαντος ἐγγύην θήσῃ χρόνου;

ἈΘΗΝΑ

899ἔξεστι γάρ μοι μὴ λέγειν ἃ μὴ τελῶ.

ΧΟΡΟΣ

900θέλξειν μʼ ἔοικας καὶ μεθίσταμαι κότου.

ἈΘΗΝΑ

901τοιγὰρ κατὰ χθόνʼ οὖσʼ ἐπικτήσῃ φίλους.

ΧΟΡΟΣ

902τί οὖν μʼ ἄνωγας τῇδʼ ἐφυμνῆσαι χθονί;

ἈΘΗΝΑ

903ὁποῖα νίκης μὴ κακῆς ἐπίσκοπα,

904καὶ ταῦτα γῆθεν ἔκ τε ποντίας δρόσου

905ἐξ οὐρανοῦ τε· κἀνέμων ἀήματα

906εὐηλίως πνέοντʼ ἐπιστείχειν χθόνα·

907καρπόν τε γαίας καὶ βοτῶν ἐπίρρυτον

908ἀστοῖσιν εὐθενοῦντα μὴ κάμνειν χρόνῳ,

909καὶ τῶν βροτείων σπερμάτων σωτηρίαν.

910τῶν εὐσεβούντων δʼ ἐκφορωτέρα πέλοις.

911στέργω γάρ, ἀνδρὸς φιτυποίμενος δίκην,

912τὸ τῶν δικαίων τῶνδʼ ἀπένθητον γένος.

913τοιαῦτα σοὔστι. τῶν ἀρειφάτων δʼ ἐγὼ

914πρεπτῶν ἀγώνων οὐκ ἀνέξομαι τὸ μὴ οὐ

915τήνδʼ ἀστύνικον ἐν βροτοῖς τιμᾶν πόλιν.