The Greek Library Author

Aeschylus

Χοηφóρoι

Choral 8

Title variantsΧοηφóρoι · Choephoroe · Libation Bearers · Choéphores · Choephores · Χοηφόροι

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Herbert Weir Smyth
Edition reference
Aeschylus · New York · William Heinemann · 1926
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg006.local002
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.3.0 · 2026-08-31
Digital source
View source ↗

Choral 8

Strophe 1

ΧΟΡΟΣ

783νῦν παραιτουμένᾳ μοι, πάτερ

784Ζεῦ θεῶν Ὀλυμπίων,

785δὸς τύχας τυχεῖν δόμου κυρίως

786τὰ σώφρονʼ εὖ μαιομένοις ἰδεῖν.

787διὰ δίκας πᾶν ἔπος

788ἔλακον· ὦ Ζεῦ, σύ νιν φυλάσσοις.

Ephymn 1

ΧΟΡΟΣ

789ἓ ἕ, πρὸ δὲ δὴ ʼχθρῶν

790τὸν ἔσωθεν μελάθρων, Ζεῦ,

791θές, ἐπεί νιν μέγαν ἄρας,

792δίδυμα καὶ τριπλᾶ

793παλίμποινα θέλων ἀμείψει.

Antistrophe 1

ΧΟΡΟΣ

794ἴσθι δʼ ἀνδρὸς φίλου πῶλον εὖ-

795νιν ζυγέντʼ ἐν ἅρμασιν

796πημάτων. σὺ δʼ ἐν δρόμῳ προστιθεὶς

797μέτρον κτίσον σῳζόμενον ῥυθμὸν

798τοῦτʼ ἰδεῖν διὰ πέδον

799ἀνομένων βημάτων ὄρεγμα;

Strophe 2

ΧΟΡΟΣ

800οἵ τʼ ἔσω δωμάτων

801πλουτογαθῆ μυχὸν νομίζετε,

802κλῦτε, σύμφρονες θεοί·

803τῶν πάλαι πεπραγμένων

804λύσασθʼ αἷμα προσφάτοις δίκαις.

805γέρων φόνος μηκέτʼ ἐν δόμοις τέκοι.

Ephymn 2

ΧΟΡΟΣ

806τὸ δὲ καλῶς κτίμενον ὦ μέγα ναίων

807στόμιον, εὖ δὸς ἀνιδεῖν δόμον ἀνδρός,

808καί νιν ἐλευθερίας φῶς

809λαμπρὸν ἰδεῖν φιλίοις

810ὄμμασιν ἐκ δνοφερᾶς καλύπτρας.

Antistrophe 2

ΧΟΡΟΣ

811ξυλλάβοι δʼ ἐνδίκως

812παῖς ὁ Μαίας, ἐπεὶ φορώτατος

813πρᾶξιν οὐρίαν θέλων·

815.

816ἄσκοπον δʼ ἔπος λέγων

817νύκτα πρό τʼ ὀμμάτων σκότον φέρει,

818καθʼ ἡμέραν δʼ οὐδὲν ἐμφανέστερος.

Strophe 3

ΧΟΡΟΣ

819καὶ τότʼ ἤδη κλυτὸν

820δωμάτων λυτήριον,

821θῆλυν οὐριοστάταν οὐδʼ

822ὀξύκρεκτον γοα-

823τᾶν νόμον θήσομεν· πλεῖ τάδʼ εὖ·

825ἐμὸν ἐμὸν κέρδος αὔξεται τόδʼ· ἄ-

826τα δʼ ἀποστατεῖ φίλων.

Ephymn 3

ΧΟΡΟΣ

827σὺ δὲ θαρσῶν, ὅταν ἥκῃ μέρος ἔργων,

828ἐπαΰσας πατρὸς αὐδὰν

829θροούσᾳ τέκνον

830πέραινʼ ἀνεπίμομφον ἄταν.

Antistrophe 3

ΧΟΡΟΣ

831Περσέως τʼ ἐν φρεσὶν

832καρδίαν ἀνασχεθών,

833τοῖς θʼ ὑπὸ χθονὸς φίλοισιν,

834τοῖς τʼ ἄνωθεν πρόπρασ-

835σε χάριν ὀργᾶς λυγρᾶς, ἔνδοθεν

836φόνιον ἄταν τιθείς, τὸν αἴτιον δʼ

837ἐξαπολλύων μόρου.