The Greek Library Author

Sophocles

Ἀντιγόνη

Episode 1

Title variantsἈντιγόνη · Antigone

Author namesSophocle · Sophocles · Sophokles · Σοφοκλης

Scientific editors
Francis Storr
Edition reference
Sophocles · London · William Heinemann Ltd. · 1912
CTS identifier
urn:cts:greekLit:tlg0011.tlg002.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.3.0 · 2026-08-31
Digital source
View source ↗

Episode 1

ἈΝΤΙΓΟΝΗ

1ὦ κοινὸν αὐτάδελφον Ἰσμήνης κάρα,

2ἆρʼ οἶσθʼ ὅ τι Ζεὺς τῶν ἀπʼ Οἰδίπου κακῶν

3ὁποῖον οὐχὶ νῷν ἔτι ζώσαιν τελεῖ;

4οὐδὲν γὰρ οὔτʼ ἀλγεινὸν οὔτʼ ἄτης ἄτερ

5οὔτʼ αἰσχρὸν οὔτʼ ἄτιμόν ἐσθʼ, ὁποῖον οὐ

6τῶν σῶν τε κἀμῶν οὐκ ὄπωπʼ ἐγὼ κακῶν.

7καὶ νῦν τί τοῦτʼ αὖ φασι πανδήμῳ πόλει

8κήρυγμα θεῖναι τὸν στρατηγὸν ἀρτίως;

9ἔχεις τι κεἰσήκουσας; ἤ σε λανθάνει

10πρὸς τοὺς φίλους στείχοντα τῶν ἐχθρῶν κακά;

ἸΣΜΗΝΗ

11ἐμοὶ μὲν οὐδεὶς μῦθος, Ἀντιγόνη, φίλων

12οὔθʼ ἡδὺς οὔτʼ ἀλγεινὸς ἵκετʼ ἐξ ὅτου

13δυοῖν ἀδελφοῖν ἐστερήθημεν δύο,

14μιᾷ θανόντοιν ἡμέρᾳ διπλῇ χερί·

15ἐπεὶ δὲ φροῦδός ἐστιν Ἀργείων στρατὸς

16ἐν νυκτὶ τῇ νῦν, οὐδὲν οἶδʼ ὑπέρτερον,

17οὔτʼ εὐτυχοῦσα μᾶλλον οὔτʼ ἀτωμένη.

ἈΝΤΙΓΟΝΗ

18ᾔδη καλῶς, καί σʼ ἐκτὸς αὐλείων πυλῶν

19τοῦδʼ οὕνεκʼ ἐξέπεμπον, ὡς μόνη κλύοις.

ἸΣΜΗΝΗ

20τί δʼ ἔστι; δηλοῖς γάρ τι καλχαίνουσʼ ἔπος.

ἈΝΤΙΓΟΝΗ

21οὐ γὰρ τάφου νῷν τὼ κασιγνήτω Κρέων

22τὸν μὲν προτίσας, τὸν δʼ ἀτιμάσας ἔχει;

23Ἐτεοκλέα μέν, ὡς λέγουσι, σὺν δίκης

24χρήσει δικαίᾳ καὶ νόμου κατὰ χθονὸς

25ἔκρυψε τοῖς ἔνερθεν ἔντιμον νεκροῖς·

26τὸν δʼ ἀθλίως θανόντα Πολυνείκους νέκυν

27ἀστοῖσί φασιν ἐκκεκηρῦχθαι τὸ μὴ

28τάφῳ καλύψαι μηδὲ κωκῦσαί τινα,

29ἐᾶν δʼ ἄκλαυτον, ἄταφον, οἰωνοῖς γλυκὺν

30θησαυρὸν εἰσορῶσι πρὸς χάριν βορᾶς.

31τοιαῦτά φασι τὸν ἀγαθὸν Κρέοντα σοὶ

32κἀμοί, λέγω γὰρ κἀμέ, κηρύξαντʼ ἔχειν,

33καὶ δεῦρο νεῖσθαι ταῦτα τοῖσι μὴ εἰδόσιν

34σαφῆ προκηρύξοντα, καὶ τὸ πρᾶγμʼ ἄγειν

35οὐχ ὡς παρʼ οὐδέν, ἀλλʼ ὃς ἂν τούτων τι δρᾷ,

36φόνον προκεῖσθαι δημόλευστον ἐν πόλει.

37οὕτως ἔχει σοι ταῦτα, καὶ δείξεις τάχα

38εἴτʼ εὐγενὴς πέφυκας εἴτʼ ἐσθλῶν κακή.

ἸΣΜΗΝΗ

39τί δʼ, ὦ ταλαῖφρον, εἰ τάδʼ ἐν τούτοις, ἐγὼ

40λύουσʼ ἂν ἢ ʼφάπτουσα προσθείμην πλέον;

ἈΝΤΙΓΟΝΗ

41εἰ ξυμπονήσεις καὶ ξυνεργάσει σκόπει.

ἸΣΜΗΝΗ

42ποῖόν τι κινδύνευμα; ποῦ γνώμης ποτʼ εἶ;

ἈΝΤΙΓΟΝΗ

43εἰ τὸν νεκρὸν ξὺν τῇδε κουφιεῖς χερί.

ἸΣΜΗΝΗ

44ἦ γὰρ νοεῖς θάπτειν σφʼ, ἀπόρρητον πόλει;

ἈΝΤΙΓΟΝΗ

45τὸν γοῦν ἐμὸν καὶ τὸν σόν, ἢν σὺ μὴ θέλῃς

46ἀδελφόν· οὐ γὰρ δὴ προδοῦσʼ ἁλώσομαι.

ἸΣΜΗΝΗ

47ὦ σχετλία, Κρέοντος ἀντειρηκότος;

ἈΝΤΙΓΟΝΗ

48ἀλλʼ οὐδὲν αὐτῷ τῶν ἐμῶν μʼ εἴργειν μέτα.

ἸΣΜΗΝΗ

49οἴμοι. φρόνησον, ὦ κασιγνήτη, πατὴρ

50ὡς νῷν ἀπεχθὴς δυσκλεής τʼ ἀπώλετο,

51πρὸς αὐτοφώρων ἀμπλακημάτων διπλᾶς

52ὄψεις ἀράξας αὐτὸς αὐτουργῷ χερί.

53ἔπειτα μήτηρ καὶ γυνή, διπλοῦν ἔπος,

54πλεκταῖσιν ἀρτάναισι λωβᾶται βίον·

55τρίτον δʼ ἀδελφὼ δύο μίαν καθʼ ἡμέραν

56αὐτοκτονοῦντε τὼ ταλαιπώρω μόρον

57κοινὸν κατειργάσαντʼ ἐπαλλήλοιν χεροῖν.

58νῦν δʼ αὖ μόνα δὴ νὼ λελειμμένα σκόπει

59ὅσῳ κάκιστʼ ὀλούμεθʼ, εἰ νόμου βίᾳ

60ψῆφον τυράννων ἢ κράτη παρέξιμεν.

61ἀλλʼ ἐννοεῖν χρὴ τοῦτο μὲν γυναῖχʼ ὅτι

62ἔφυμεν, ὡς πρὸς ἄνδρας οὐ μαχουμένα.

63ἔπειτα δʼ οὕνεκʼ ἀρχόμεσθʼ ἐκ κρεισσόνων,

64καὶ ταῦτʼ ἀκούειν κἄτι τῶνδʼ ἀλγίονα.

65ἐγὼ μὲν οὖν αἰτοῦσα τοὺς ὑπὸ χθονὸς

66ξύγγνοιαν ἴσχειν, ὡς βιάζομαι τάδε,

67τοῖς ἐν τέλει βεβῶσι πείσομαι· τὸ γὰρ

68περισσὰ πράσσειν οὐκ ἔχει νοῦν οὐδένα.

ἈΝΤΙΓΟΝΗ

69οὔτʼ ἂν κελεύσαιμʼ οὔτʼ ἄν, εἰ θέλοις ἔτι

70πράσσειν, ἐμοῦ γʼ ἂν ἡδέως δρῴης μέτα.

71ἀλλʼ ἴσθʼ ὁποῖά σοι δοκεῖ, κεῖνον δʼ ἐγὼ

72θάψω· καλόν μοι τοῦτο ποιούσῃ θανεῖν.

73φίλη μετʼ αὐτοῦ κείσομαι, φίλου μέτα,

74ὅσια πανουργήσασʼ. ἐπεὶ πλείων χρόνος

75ὃν δεῖ μʼ ἀρέσκειν τοῖς κάτω τῶν ἐνθάδε.

76ἐκεῖ γὰρ αἰεὶ κείσομαι· σοὶ δʼ, εἰ δοκεῖ,

77τὰ τῶν θεῶν ἔντιμʼ ἀτιμάσασʼ ἔχε.

ἸΣΜΗΝΗ

78ἐγὼ μὲν οὐκ ἄτιμα ποιοῦμαι, τὸ δὲ

79βίᾳ πολιτῶν δρᾶν ἔφυν ἀμήχανος.

ἈΝΤΙΓΟΝΗ

80σὺ μὲν τάδʼ ἂν προὔχοιʼ· ἐγὼ δὲ δὴ τάφον

81χώσουσʼ ἀδελφῷ φιλτάτῳ πορεύσομαι.

ἸΣΜΗΝΗ

82οἴμοι ταλαίνης, ὡς ὑπερδέδοικά σου.

ἈΝΤΙΓΟΝΗ

83μὴ ʼμοῦ προτάρβει· τὸν σὸν ἐξόρθου πότμον.

ἸΣΜΗΝΗ

84ἀλλʼ οὖν προμηνύσῃς γε τοῦτο μηδενὶ

85τοὔργον, κρυφῇ δὲ κεῦθε, σὺν δʼ αὔτως ἐγώ.

ἈΝΤΙΓΟΝΗ

86οἴμοι, καταύδα· πολλὸν ἐχθίων ἔσει

87σιγῶσʼ, ἐὰν μὴ πᾶσι κηρύξῃς τάδε.

ἸΣΜΗΝΗ

88θερμὴν ἐπὶ ψυχροῖσι καρδίαν ἔχεις.

ἈΝΤΙΓΟΝΗ

89ἀλλʼ οἶδʼ ἀρέσκουσʼ οἷς μάλισθʼ ἁδεῖν με χρή.

ἸΣΜΗΝΗ

90εἰ καὶ δυνήσει γʼ· ἀλλʼ ἀμηχάνων ἐρᾷς.

ἈΝΤΙΓΟΝΗ

91οὐκοῦν, ὅταν δὴ μὴ σθένω, πεπαύσομαι.

ἸΣΜΗΝΗ

92ἀρχὴν δὲ θηρᾶν οὐ πρέπει τἀμήχανα.

ἈΝΤΙΓΟΝΗ

93εἰ ταῦτα λέξεις, ἐχθαρεῖ μὲν ἐξ ἐμοῦ,

94ἐχθρὰ δὲ τῷ θανόντι προσκείσει δίκῃ.

95ἀλλʼ ἔα με καὶ τὴν ἐξ ἐμοῦ δυσβουλίαν

96παθεῖν τὸ δεινὸν τοῦτο· πείσομαι γὰρ οὐ

97τοσοῦτον οὐδὲν ὥστε μὴ οὐ καλῶς θανεῖν.

ἸΣΜΗΝΗ

98ἀλλʼ εἰ δοκεῖ σοι, στεῖχε· τοῦτο δʼ ἴσθʼ ὅτι

99ἄνους μὲν ἔρχει, τοῖς φίλοις δʼ ὀρθῶς φίλη.