Ἀντιγόνη
Episode 7
Title variantsἈντιγόνη · Antigone
Author namesSophocle · Sophocles · Sophokles · Σοφοκλης
- Scientific editors
- Francis Storr
- Edition reference
- Sophocles · London · William Heinemann Ltd. · 1912
- CTS identifier
urn:cts:greekLit:tlg0011.tlg002.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.3.0 · 2026-08-31
- Digital source
- View source ↗
- Scholarly catalogues
- Wikidata ↗ · Perseus Catalog ↗ · WorldCat ↗ · L’Année philologique ↗
Episode 7
ΚΡΕΩΝ
631τάχʼ εἰσόμεσθα μάντεων ὑπέρτερον.
632ὦ παῖ, τελείαν ψῆφον ἆρα μὴ κλύων
633τῆς μελλονύμφου πατρὶ λυσσαίνων πάρει;
634ἢ σοὶ μὲν ἡμεῖς πανταχῇ, δρῶντες φίλοι;
ΑἹΜΩΝ
635πάτερ, σός εἰμι, καὶ σύ μοι γνώμας ἔχων
636χρηστὰς ἀπορθοῖς, αἷς ἔγωγʼ ἐφέψομαι.
637ἐμοὶ γὰρ οὐδεὶς ἀξιώσεται γάμος
638μείζων φέρεσθαι σοῦ καλῶς ἡγουμένου.
ΚΡΕΩΝ
639οὕτω γάρ, ὦ παῖ, χρὴ διὰ στέρνων ἔχειν,
640γνώμης πατρῴας πάντʼ ὄπισθεν ἑστάναι.
641τούτου γὰρ οὕνεκʼ ἄνδρες εὔχονται γονὰς
642κατηκόους φύσαντες ἐν δόμοις ἔχειν,
643ὡς καὶ τὸν ἐχθρὸν ἀνταμύνωνται κακοῖς
644καὶ τὸν φίλον τιμῶσιν ἐξ ἴσου πατρί.
645ὅστις δʼ ἀνωφέλητα φιτύει τέκνα,
646τί τόνδʼ ἂν εἴποις ἄλλο πλὴν αὑτῷ πόνους
647φῦσαι, πολὺν δὲ τοῖσιν ἐχθροῖσιν γέλων;
648μή νύν ποτʼ, ὦ παῖ, τὰς φρένας ὑφʼ ἡδονῆς
649γυναικὸς οὕνεκʼ ἐκβάλῃς, εἰδὼς ὅτι
650ψυχρὸν παραγκάλισμα τοῦτο γίγνεται,
651γυνὴ κακὴ ξύνευνος ἐν δόμοις. τί γὰρ
652γένοιτʼ ἂν ἕλκος μεῖζον ἢ φίλος κακός;
653ἀλλὰ πτύσας ὡσεί τε δυσμενῆ μέθες
654τὴν παῖδʼ ἐν Ἅιδου τήνδε νυμφεύειν τινί.
655ἐπεὶ γὰρ αὐτὴν εἷλον ἐμφανῶς ἐγὼ
656πόλεως ἀπιστήσασαν ἐκ πάσης μόνην,
657ψευδῆ γʼ ἐμαυτὸν οὐ καταστήσω πόλει,
658ἀλλὰ κτενῶ. πρὸς ταῦτʼ ἐφυμνείτω Δία
659ξύναιμον. εἰ γὰρ δὴ τά γʼ ἐγγενῆ φύσει
660ἄκοσμα θρέψω, κάρτα τοὺς ἔξω γένους
661ἐν τοῖς γὰρ οἰκείοισιν ὅστις ἔστʼ ἀνὴρ
662χρηστός, φανεῖται κἀν πόλει δίκαιος ὤν.
663ὅστις δʼ ὑπερβὰς ἢ νόμους βιάζεται
664ἢ τοὐπιτάσσειν τοῖς κρατύνουσιν νοεῖ,
665οὐκ ἔστʼ ἐπαίνου τοῦτον ἐξ ἐμοῦ τυχεῖν.
666ἀλλʼ ὃν πόλις στήσειε τοῦδε χρὴ κλύειν
667καὶ σμικρὰ καὶ δίκαια καὶ τἀναντία.
668καὶ τοῦτον ἂν τὸν ἄνδρα θαρσοίην ἐγὼ
669καλῶς μὲν ἄρχειν, εὖ δʼ ἂν ἄρχεσθαι θέλειν,
670δορός τʼ ἂν ἐν χειμῶνι προστεταγμένον
671μένειν δίκαιον κἀγαθὸν παραστάτην.
672ἀναρχίας δὲ μεῖζον οὐκ ἔστιν κακόν.
673αὕτη πόλεις ὄλλυσιν, ἥδʼ ἀναστάτους
674οἴκους τίθησιν, ἥδε συμμάχου δορὸς
675τροπὰς καταρρήγνυσι· τῶν δʼ ὀρθουμένων
676σῴζει τὰ πολλὰ σώμαθʼ ἡ πειθαρχία.
677οὕτως ἀμυντέʼ ἐστὶ τοῖς κοσμουμένοις,
678κοὔτοι γυναικὸς οὐδαμῶς ἡσσητέα.
679κρεῖσσον γάρ, εἴπερ δεῖ, πρὸς ἀνδρὸς ἐκπεσεῖν,
680κοὐκ ἂν γυναικῶν ἥσσονες καλοίμεθʼ ἄν.
ΧΟΡΟΣ
681ἡμῖν μέν, εἰ μὴ τῷ χρόνῳ κεκλέμμεθα,
682λέγειν φρονούντως ὧν λέγεις δοκεῖς πέρι.
ΑἹΜΩΝ
683πάτερ, θεοὶ φύουσιν ἀνθρώποις φρένας,
684πάντων ὅσʼ ἐστὶ κτημάτων ὑπέρτατον.
685ἐγὼ δʼ ὅπως σὺ μὴ λέγεις ὀρθῶς τάδε,
686οὔτʼ ἂν δυναίμην μήτʼ ἐπισταίμην λέγειν.
687γένοιτο μέντἂν χἀτέρῳ καλῶς ἔχον.
688σοῦ δʼ οὖν πέφυκα πάντα προσκοπεῖν ὅσα
689λέγει τις ἢ πράσσει τις ἢ ψέγειν ἔχει.
690τὸ γὰρ σὸν ὄμμα δεινὸν ἀνδρὶ δημότῃ
691λόγοις τοιούτοις, οἷς σὺ μὴ τέρψει κλύων·
692ἐμοὶ δʼ ἀκούειν ἔσθʼ ὑπὸ σκότου τάδε,
693τὴν παῖδα ταύτην οἷʼ, ὀδύρεται πόλις,
694πασῶν γυναικῶν ὡς ἀναξιωτάτη
695κάκιστʼ ἀπʼ ἔργων εὐκλεεστάτων φθίνει.
696ἥτις τὸν αὑτῆς αὐτάδελφον ἐν φοναῖς
697πεπτῶτʼ ἄθαπτον μήθʼ ὑπʼ ὠμηστῶν κυνῶν
698εἴασʼ ὀλέσθαι μήθʼ ὑπʼ οἰωνῶν τινος.
699οὐχ ἥδε χρυσῆς ἀξία τιμῆς λαχεῖν;
700τοιάδʼ ἐρεμνὴ σῖγʼ ἐπέρχεται φάτις.
701ἐμοὶ δὲ σοῦ πράσσοντος εὐτυχῶς, πάτερ,
702οὐκ ἔστιν οὐδὲν κτῆμα τιμιώτερον,
703τί γὰρ πατρὸς θάλλοντος εὐκλείας τέκνοις
704ἄγαλμα μεῖζον, ἢ τί πρὸς παίδων πατρί;
705μή νυν ἓν ἦθος μοῦνον ἐν σαυτῷ φόρει,
706ὡς φὴς σύ, κοὐδὲν ἄλλο, τοῦτʼ ὀρθῶς ἔχειν.
707ὅστις γὰρ αὐτὸς ἢ φρονεῖν μόνος δοκεῖ,
708ἢ γλῶσσαν, ἣν οὐκ ἄλλος, ἢ ψυχὴν ἔχειν,
709οὗτοι διαπτυχθέντες ὤφθησαν κενοί.
710ἀλλʼ ἄνδρα, κεἴ τις ᾖ σοφός, τὸ μανθάνειν
711πόλλʼ, αἰσχρὸν οὐδὲν καὶ τὸ μὴ τείνειν ἄγαν.
712ὁρᾷς παρὰ ῥείθροισι χειμάρροις ὅσα
713δένδρων ὑπείκει, κλῶνας ὡς ἐκσῴζεται,
714τὰ δʼ ἀντιτείνοντʼ αὐτόπρεμνʼ ἀπόλλυται.
715αὕτως δὲ ναὸς ὅστις ἐγκρατῆ πόδα
716τείνας ὑπείκει μηδέν, ὑπτίοις κάτω
717στρέψας τὸ λοιπὸν σέλμασιν ναυτίλλεται.
718ἀλλʼ εἶκε καὶ θυμῷ μετάστασιν δίδου.
719γνώμη γὰρ εἴ τις κἀπʼ ἐμοῦ νεωτέρου
720πρόσεστι, φήμʼ ἔγωγε πρεσβεύειν πολὺ
721φῦναι τὸν ἄνδρα πάντʼ ἐπιστήμης πλέων·
722εἰ δʼ οὖν, φιλεῖ γὰρ τοῦτο μὴ ταύτῃ ῥέπειν,
723καὶ τῶν λεγόντων εὖ καλὸν τὸ μανθάνειν.
ΧΟΡΟΣ
724ἄναξ, σέ τʼ εἰκός, εἴ τι καίριον λέγει,
725μαθεῖν, σέ τʼ αὖ τοῦδʼ· εὖ γὰρ εἴρηται διπλῇ.
ΚΡΕΩΝ
726οἱ τηλικοίδε καὶ διδαξόμεσθα δὴ
727φρονεῖν ὑπʼ ἀνδρὸς τηλικοῦδε τὴν φύσιν;
ΑἹΜΩΝ
728μηδὲν τὸ μὴ δίκαιον· εἰ δʼ ἐγὼ νέος,
729οὐ τὸν χρόνον χρὴ μᾶλλον ἢ τἄργα σκοπεῖν.
ΚΡΕΩΝ
730ἔργον γάρ ἐστι τοὺς ἀκοσμοῦντας σέβειν;
ΑἹΜΩΝ
731οὐδʼ ἂν κελεύσαιμʼ, εὐσεβεῖν εἰς τοὺς κακούς.
ΚΡΕΩΝ
732οὐχ ἥδε γὰρ τοιᾷδʼ ἐπείληπται νόσῳ;
ΑἹΜΩΝ
733οὔ φησι Θήβης τῆσδʼ ὁμόπτολις λεώς.
ΚΡΕΩΝ
734πόλις γὰρ ἡμῖν ἁμὲ χρὴ τάσσειν ἐρεῖ;
ΑἹΜΩΝ
735ὁρᾷς τόδʼ ὡς εἴρηκας ὡς ἄγαν νέος;
ΚΡΕΩΝ
736ἄλλῳ γὰρ ἢ ʼμοὶ χρή με τῆσδʼ ἄρχειν χθονός;
ΑἹΜΩΝ
737π…
The complete text is available when the reading interface loads.
Critical apparatus