Ἀντιγόνη
Episode 12
Title variantsἈντιγόνη · Antigone
Author namesSophocle · Sophocles · Sophokles · Σοφοκλης
- Scientific editors
- Francis Storr
- Edition reference
- Sophocles · London · William Heinemann Ltd. · 1912
- CTS identifier
urn:cts:greekLit:tlg0011.tlg002.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.3.0 · 2026-08-31
- Digital source
- View source ↗
- Scholarly catalogues
- Wikidata ↗ · Perseus Catalog ↗ · WorldCat ↗ · L’Année philologique ↗
Episode 12
ΤΕΙΡΕΣΙΑΣ
988Θήβης ἄνακτες, ἥκομεν κοινὴν ὁδὸν
989δύʼ ἐξ ἑνὸς βλέποντε· τοῖς τυφλοῖσι γὰρ
990αὕτη κέλευθος ἐκ προηγητοῦ πέλει.
ΚΡΕΩΝ
991τί δʼ ἔστιν, ὦ γεραιὲ Τειρεσία, νέον;
ΤΕΙΡΕΣΙΑΣ
992ἐγὼ διδάξω, καὶ σὺ τῷ μάντει πιθοῦ.
ΚΡΕΩΝ
993οὔκουν πάρος γε σῆς ἀπεστάτουν φρενός.
ΤΕΙΡΕΣΙΑΣ
994τοιγὰρ διʼ ὀρθῆς τήνδʼ ἐναυκλήρεις πόλιν.
ΚΡΕΩΝ
995ἔχω πεπονθὼς μαρτυρεῖν ὀνήσιμα.
ΤΕΙΡΕΣΙΑΣ
996φρόνει βεβὼς αὖ νῦν ἐπὶ ξυροῦ τύχης.
ΚΡΕΩΝ
997τί δʼ ἔστιν; ὡς ἐγὼ τὸ σὸν φρίσσω στόμα.
ΤΕΙΡΕΣΙΑΣ
998γνώσει, τέχνης σημεῖα τῆς ἐμῆς κλύων.
999εἰς γὰρ παλαιὸν θᾶκον ὀρνιθοσκόπον
1000ἵζων, ἵνʼ ἦν μοι παντὸς οἰωνοῦ λιμήν,
1001ἀγνῶτʼ ἀκούω φθόγγον ὀρνίθων, κακῷ
1002κλάζοντας οἴστρῳ καὶ βεβαρβαρωμένῳ.
1003καὶ σπῶντας ἐν χηλαῖσιν ἀλλήλους φοναῖς
1004ἔγνων· πτερῶν γὰρ ῥοῖβδος οὐκ ἄσημος ἦν.
1005εὐθὺς δὲ δείσας ἐμπύρων ἐγευόμην
1006βωμοῖσι παμφλέκτοισιν· ἐκ δὲ θυμάτων
1007Ἥφαιστος οὐκ ἔλαμπεν, ἀλλʼ ἐπὶ σποδῷ
1008μυδῶσα κηκὶς μηρίων ἐτήκετο
1009κἄτυφε κἀνέπτυε, καὶ μετάρσιοι
1010χολαὶ διεσπείροντο, καὶ καταρρυεῖς
1011μηροὶ καλυπτῆς ἐξέκειντο πιμελῆς.
1012τοιαῦτα παιδὸς τοῦδʼ ἐμάνθανον πάρα,
1013φθίνοντʼ ἀσήμων ὀργίων μαντεύματα.
1014ἐμοὶ γὰρ οὗτος ἡγεμών, ἄλλοις δʼ ἐγώ.
1015καὶ ταῦτα τῆς σῆς ἐκ φρενὸς νοσεῖ πόλις.
1016βωμοὶ γὰρ ἡμῖν ἐσχάραι τε παντελεῖς
1017πλήρεις ὑπʼ οἰωνῶν τε καὶ κυνῶν βορᾶς
1018τοῦ δυσμόρου πεπτῶτος Οἰδίπου γόνου.
1019κᾆτʼ οὐ δέχονται θυστάδας λιτὰς ἔτι
1020θεοὶ παρʼ ἡμῶν οὐδὲ μηρίων φλόγα,
1021οὐδʼ ὄρνις εὐσήμους ἀπορροιβδεῖ βοάς
1022ἀνδροφθόρου βεβρῶτες αἵματος λίπος.
1023ταῦτʼ οὖν, τέκνον, φρόνησον. ἀνθρώποισι γὰρ
1024τοῖς πᾶσι κοινόν ἐστι τοὐξαμαρτάνειν·
1025ἐπεὶ δʼ ἁμάρτῃ, κεῖνος οὐκέτʼ ἔστʼ ἀνὴρ
1026ἄβουλος οὐδʼ ἄνολβος, ὅστις ἐς κακὸν
1027πεσὼν ἀκῆται μηδʼ ἀκίνητος πέλῃ.
1028αὐθαδία τοι σκαιότητʼ ὀφλισκάνει.
1029ἀλλʼ εἶκε τῷ θανόντι μηδʼ ὀλωλότα
1030κέντει· τίς ἀλκὴ τὸν θανόντʼ ἐπικτανεῖν;
1031εὖ σοι φρονήσας εὖ λέγω. τὸ μανθάνειν δʼ
1032ἥδιστον εὖ λέγοντος, εἰ κέρδος λέγοι.
ΚΡΕΩΝ
1033ὦ πρέσβυ, πάντες ὥστε τοξόται σκοποῦ
1034τοξεύετʼ ἀνδρὸς τοῦδε, κοὐδὲ μαντικῆς
1035ἄπρακτος ὑμῖν εἰμι· τῶν δʼ ὑπαὶ γένους
1036ἐξημπόλημαι κἀμπεφόρτισμαι πάλαι.
1037κερδαίνετʼ, ἐμπολᾶτε τἀπὸ Σάρδεων
1038ἤλεκτρον, εἰ βούλεσθε, καὶ τὸν Ἰνδικὸν
1039χρυσόν· τάφῳ δʼ ἐκεῖνον οὐχὶ κρύψετε,
1040οὐδʼ εἰ θέλουσʼ οἱ Ζηνὸς αἰετοὶ βορὰν
1041φέρειν νιν ἁρπάζοντες ἐς Διὸς θρόνους,
1042οὐδʼ ὣς μίασμα τοῦτο μὴ τρέσας ἐγὼ
1043θάπτειν παρήσω κεῖνον· εὖ γὰρ οἶδʼ ὅτι
1044θεοὺς μιαίνειν οὔτις ἀνθρώπων σθένει.
1045πίπτουσι δʼ, ὦ γεραιὲ Τειρεσία, βροτῶν
1046χοἰ πολλὰ δεινοὶ πτώματʼ αἴσχρʼ, ὅταν λόγους
1047αἰσχροὺς καλῶς λέγωσι τοῦ κέρδους χάριν.
ΤΕΙΡΕΣΙΑΣ
1048φεῦ.
1048aἆρʼ οἶδεν ἀνθρώπων τις, ἆρα φράζεται,
ΚΡΕΩΝ
1049τί χρῆμα; ποῖον τοῦτο πάγκοινον λέγεις;
ΤΕΙΡΕΣΙΑΣ
1050ὅσῳ κράτιστον κτημάτων εὐβουλία;
ΚΡΕΩΝ
1051ὅσῳπερ, οἶμαι, μὴ φρονεῖν πλείστη βλάβη.
ΤΕΙΡΕΣΙΑΣ
1052ταύτης σὺ μέντοι τῆς νόσου πλήρης ἔφυς.
ΚΡΕΩΝ
1053οὐ βούλομαι τὸν μάντιν ἀντειπεῖν κακῶς.
ΤΕΙΡΕΣΙΑΣ
1054καὶ μὴν λέγεις, ψευδῆ με θεσπίζειν λέγων.
ΚΡΕΩΝ
1055τὸ μαντικὸν γὰρ πᾶν φιλάργυρον γένος.
ΤΕΙΡΕΣΙΑΣ
1056τὸ δʼ ἐκ τυράννων αἰσχροκέρδειαν φιλεῖ.
ΚΡΕΩΝ
1057ἆρʼ οἶσθα ταγοὺς ὄντας ἃν λέγῃς λέγων;
ΤΕΙΡΕΣΙΑΣ
1058οἶδʼ· ἐξ ἐμοῦ γὰρ τήνδʼ ἔχεις σώσας πόλιν.
ΚΡΕΩΝ
1059σοφὸς σὺ μάντις, ἀλλὰ τἀδικεῖν φιλῶν.
ΤΕΙΡΕΣΙΑΣ
1060ὄρσεις με τἀκίνητα διὰ φρενῶν φράσαι.
ΚΡΕΩΝ
1061κίνει, μόνον δὲ μὴ ʼπὶ κέρδεσιν λέγων.
ΤΕΙΡΕΣΙΑΣ
1062οὕτω γὰρ ἤδη καὶ δοκῶ τὸ σὸν μέρος.
ΚΡΕΩΝ
1063ὡς μὴ ʼμπολήσων ἴσθι τὴν ἐμὴν φρένα.
ΤΕΙΡΕΣΙΑΣ
1064ἀλλʼ εὖ γέ τοι κάτισθι μὴ πολλοὺς ἔτι
1065τρόχους ἁμιλλητῆρας ἡλίου τελεῖν,
1066ἐν οἷσι τῶν σῶν αὐτὸς ἐκ σπλάγχνων ἕνα
1067νέκυν νεκρῶν ἀμοιβὸν ἀντιδοὺς ἔσει,
1068ἀνθʼ ὧν ἔχεις μὲν τῶν ἄνω βαλὼν κάτω
1069ψυχήν τʼ ἀτίμως ἐν τάφῳ κατῴκισας,
1070ἔχεις δὲ τῶν κάτωθεν ἐνθάδʼ αὖ θεῶν
1071ἄμοιρον, ἀκτέριστον, ἀνόσιον νέκυν.
1072ὧν οὔτε σοὶ μέτεστιν οὔτε τοῖς ἄνω
1073θεοῖσιν, ἀλλʼ ἐκ σοῦ βιάζονται τάδε.
1074τούτων σε λωβητῆρες ὑστεροφθόροι
1075λοχῶσιν Ἅιδου καὶ θεῶν Ἐρινύες,
1076ἐν τοῖσιν αὐτοῖς τοῖσδε ληφθῆναι κακοῖς.
1077καὶ ταῦτʼ ἄθρησον εἰ κατηργυρωμένος
1078λέγω· φανεῖ γὰρ οὐ μακροῦ χρόνου τριβὴ
1079ἀνδρῶν γυναικῶν σοῖς δόμοις κωκύματα.
1080ἐχθραὶ δὲ πᾶσαι συνταράσσονται πόλεις,
1081ὅσων σπαράγματʼ ἢ κύνες καθήγνισαν
1082ἢ θῆρες ἤ τις πτηνὸς οἰωνός, φέρων
1083ἀνόσιον ὀσμὴν ἑστιοῦχον ἐς πόλιν.
1084τοιαῦτά σου, λυπεῖς γάρ, ὥστε τοξότης
1085ἀφῆκα θυμῷ καρδίας τοξεύματα
1086βέβαια, τῶν σὺ θάλπος οὐχ ὑπεκδραμεῖ.
1087ὦ παῖ, σὺ δʼ ἡμᾶς ἄπαγε πρὸς δόμους, ἵνα
1088τὸν θυμὸν οὗτος ἐς νεωτέρους ἀφῇ,
1089καὶ γνῷ τρέφειν τὴν γλῶσσαν ἡσυχαιτέραν
1090τὸν νοῦν τʼ ἀμείνω τῶν φρενῶν ἢ νῦν φέρει.
ΧΟΡΟΣ
1091ἁνήρ, ἄναξ, βέβηκε δεινὰ θεσπίσας·
1092ἐπιστάμεσθα δʼ, ἐξ ὅτου…
1093τήνδʼ…
The complete text is available when the reading interface loads.
Critical apparatus