Ἀντιγόνη
Episode 5
Title variantsἈντιγόνη · Antigone
Author namesSophocle · Sophocles · Sophokles · Σοφοκλης
- Scientific editors
- Francis Storr
- Edition reference
- Sophocles · London · William Heinemann Ltd. · 1912
- CTS identifier
urn:cts:greekLit:tlg0011.tlg002.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.3.0 · 2026-08-31
- Digital source
- View source ↗
- Scholarly catalogues
- Wikidata ↗ · Perseus Catalog ↗ · WorldCat ↗ · L’Année philologique ↗
Episode 5
ΦΥΛΑΞ
384ἥδʼ ἔστʼ ἐκείνη τοὔργον ἡ ʼξειργασμένη·
385τήνδʼ εἵλομεν θάπτουσαν. ἀλλὰ ποῦ Κρέων;
ΧΟΡΟΣ
386ὅδʼ ἐκ δόμων ἄψορρος εἰς δέον περᾷ.
ΚΡΕΩΝ
387τί δʼ ἔστι; ποίᾳ ξύμμετρος προὔβην τύχῃ;
ΦΥΛΑΞ
388ἄναξ, βροτοῖσιν οὐδέν ἔστʼ ἀπώμοτον.
389ψεύδει γὰρ ἡ ʼπίνοια τὴν γνώμην· ἐπεὶ
390σχολῇ ποθʼ ἥξειν δεῦρʼ ἂν ἐξηύχουν ἐγὼ
391ταῖς σαῖς ἀπειλαῖς αἷς ἐχειμάσθην τότε
392ἀλλʼ ἡ γὰρ ἐκτὸς καὶ παρʼ ἐλπίδας χαρὰ
393ἔοικεν ἄλλῃ μῆκος οὐδὲν ἡδονῇ,
394ἥκω, διʼ ὅρκων καίπερ ὢν ἀπώμοτος,
395κόρην ἄγων τήνδʼ, ἣ καθῃρέθη τάφον
396κοσμοῦσα. κλῆρος ἐνθάδʼ οὐκ ἐπάλλετο,
397ἀλλʼ ἔστʼ ἐμὸν θοὔρμαιον, οὐκ ἄλλου, τόδε.
398καὶ νῦν, ἄναξ, τήνδʼ αὐτός, ὡς θέλεις, λαβὼν
399καὶ κρῖνε κἀξέλεγχʼ· ἐγὼ δʼ ἐλεύθερος
400δίκαιός εἰμι τῶνδʼ ἀπηλλάχθαι κακῶν.
ΚΡΕΩΝ
401ἄγεις δὲ τήνδε τῷ τρόπῳ πόθεν λαβών;
ΦΥΛΑΞ
402αὕτη τὸν ἄνδρʼ ἔθαπτε· πάντʼ ἐπίστασαι.
ΚΡΕΩΝ
403ἦ καὶ ξυνίης καὶ λέγεις ὀρθῶς ἃ φῄς;
ΦΥΛΑΞ
404ταύτην γʼ ἰδὼν θάπτουσαν ὃν σὺ τὸν νεκρὸν
405ἀπεῖπας. ἆρʼ ἔνδηλα καὶ σαφῆ λέγω;
ΚΡΕΩΝ
406καὶ πῶς ὁρᾶται κἀπίληπτος ᾑρέθη;
ΦΥΛΑΞ
407τοιοῦτον ἦν τὸ πρᾶγμʼ. ὅπως γὰρ ἥκομεν,
408πρὸς σοῦ τὰ δείνʼ ἐκεῖνʼ ἐπηπειλημένοι,
409πᾶσαν κόνιν σήραντες, ἣ κατεῖχε τὸν
410νέκυν, μυδῶν τε σῶμα γυμνώσαντες εὖ,
411καθήμεθʼ ἄκρων ἐκ πάγων ὑπήνεμοι,
412ὀσμὴν ἀπʼ αὐτοῦ μὴ βάλοι πεφευγότες,
413ἐγερτὶ κινῶν ἄνδρʼ ἀνὴρ ἐπιρρόθοις
414κακοῖσιν, εἴ τις τοῦδʼ ἀκηδήσοι πόνου.
415χρόνον τάδʼ ἦν τοσοῦτον, ἔστʼ ἐν αἰθέρι
416μέσῳ κατέστη λαμπρὸς ἡλίου κύκλος
417καὶ καῦμʼ ἔθαλπε· καὶ τότʼ ἐξαίφνης χθονὸς
418τυφὼς ἀείρας σκηπτόν οὐράνιον ἄχος,
419πίμπλησι πεδίον, πᾶσαν αἰκίζων φόβην
420ὕλης πεδιάδος, ἐν δʼ ἐμεστώθη μέγας
421αἰθήρ· μύσαντες δʼ εἴχομεν θείαν νόσον.
422καὶ τοῦδʼ ἀπαλλαγέντος ἐν χρόνῳ μακρῷ,
423ἡ παῖς ὁρᾶται, κἀνακωκύει πικρᾶς
424ὄρνιθος ὀξὺν φθόγγον, ὡς ὅταν κενῆς
425εὐνῆς νεοσσῶν ὀρφανὸν βλέψῃ λέχος.
426οὕτω δὲ χαὔτη, ψιλὸν ὡς ὁρᾷ νέκυν,
427γόοισιν ἐξῴμωξεν, ἐκ δʼ ἀρὰς κακὰς
428ἠρᾶτο τοῖσι τοὔργον ἐξειργασμένοις.
429καὶ χερσὶν εὐθὺς διψίαν φέρει κόνιν,
430ἔκ τʼ εὐκροτήτου χαλκέας ἄρδην πρόχου
431χοαῖσι τρισπόνδοισι τὸν νέκυν στέφει.
432χἠμεῖς ἰδόντες ἱέμεσθα, σὺν δέ νιν
433θηρώμεθʼ εὐθὺς οὐδὲν ἐκπεπληγμένην,
434καὶ τάς τε πρόσθεν τάς τε νῦν ἠλέγχομεν
435πράξεις· ἄπαρνος δʼ οὐδενὸς καθίστατο,
436ἅμʼ ἡδέως ἔμοιγε κἀλγεινῶς ἅμα.
437τὸ μὲν γὰρ αὐτὸν ἐκ κακῶν πεφευγέναι
438ἥδιστον, ἐς κακὸν δὲ τοὺς φίλους ἄγειν
439ἀλγεινόν· ἀλλὰ πάντα ταῦθʼ ἥσσω λαβεῖν
440ἐμοὶ πέφυκε τῆς ἐμῆς σωτηρίας.
ΚΡΕΩΝ
441σὲ δή, σὲ τὴν νεύουσαν εἰς πέδον κάρα,
442φὴς ἢ καταρνεῖ μὴ δεδρακέναι τάδε;
ἈΝΤΙΓΟΝΗ
443καὶ φημὶ δρᾶσαι κοὐκ ἀπαρνοῦμαι τὸ μή.
ΚΡΕΩΝ
444σὺ μὲν κομίζοις ἂν σεαυτὸν ᾖ θέλεις
445ἔξω βαρείας αἰτίας ἐλεύθερον·
446σὺ δʼ εἰπέ μοι μὴ μῆκος, ἀλλὰ συντόμως,
447ᾔδησθα κηρυχθέντα μὴ πράσσειν τάδε;
ἈΝΤΙΓΟΝΗ
448ᾔδη· τί δʼ οὐκ ἔμελλον; ἐμφανῆ γὰρ ἦν.
ΚΡΕΩΝ
449καὶ δῆτʼ ἐτόλμας τούσδʼ ὑπερβαίνειν νόμους;
ἈΝΤΙΓΟΝΗ
450οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύξας τάδε,
451οὐδʼ ἡ ξύνοικος τῶν κάτω θεῶν Δίκη
452τοιούσδʼ ἐν ἀνθρώποισιν ὥρισεν νόμους.
453οὐδὲ σθένειν τοσοῦτον ᾠόμην τὰ σὰ
454κηρύγμαθʼ, ὥστʼ ἄγραπτα κἀσφαλῆ θεῶν
455νόμιμα δύνασθαι θνητὸν ὄνθʼ ὑπερδραμεῖν.
456οὐ γάρ τι νῦν γε κἀχθές, ἀλλʼ ἀεί ποτε
457ζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου ʼφάνη.
458τούτων ἐγὼ οὐκ ἔμελλον, ἀνδρὸς οὐδενὸς
459φρόνημα δείσασʼ, ἐν θεοῖσι τὴν δίκην
460δώσειν· θανουμένη γὰρ ἐξῄδη, τί δʼ οὔ;
461κεἰ μὴ σὺ προὐκήρυξας. εἰ δὲ τοῦ χρόνου
462πρόσθεν θανοῦμαι, κέρδος αὔτʼ ἐγὼ λέγω.
463ὅστις γὰρ ἐν πολλοῖσιν ὡς ἐγὼ κακοῖς
464ζῇ, πῶς ὅδʼ οὐχὶ κατθανὼν κέρδος φέρει;
465οὕτως ἔμοιγε τοῦδε τοῦ μόρου τυχεῖν
466παρʼ οὐδὲν ἄλγος· ἀλλʼ ἄν, εἰ τὸν ἐξ ἐμῆς
467μητρὸς θανόντʼ ἄθαπτον ἠνσχόμην νέκυν,
468κείνοις ἂν ἤλγουν· τοῖσδε δʼ οὐκ ἀλγύνομαι.
469σοὶ δʼ εἰ δοκῶ νῦν μῶρα δρῶσα τυγχάνειν,
470σχεδόν τι μώρῳ μωρίαν ὀφλισκάνω.
ΧΟΡΟΣ
471δηλοῖ τὸ γέννημʼ ὠμὸν ἐξ ὠμοῦ πατρὸς
472τῆς παιδός. εἴκειν δʼ οὐκ ἐπίσταται κακοῖς.
ΚΡΕΩΝ
473ἀλλʼ ἴσθι τοι τὰ σκλήρʼ ἄγαν φρονήματα
474πίπτειν μάλιστα, καὶ τὸν ἐγκρατέστατον
475σίδηρον ὀπτὸν ἐκ πυρὸς περισκελῆ
476θραυσθέντα καὶ ῥαγέντα πλεῖστʼ ἂν εἰσίδοις·
477σμικρῷ χαλινῷ δʼ οἶδα τοὺς θυμουμένους
478ἵππους καταρτυθέντας· οὐ γὰρ ἐκπέλει
479φρονεῖν μέγʼ ὅστις δοῦλός ἐστι τῶν πέλας.
480αὕτη δʼ ὑβρίζειν μὲν τότʼ ἐξηπίστατο,
481νόμους ὑπερβαίνουσα τοὺς προκειμένους·
482ὕβρις δʼ, ἐπεὶ δέδρακεν, ἥδε δευτέρα,
483τούτοις ἐπαυχεῖν καὶ δεδρακυῖαν γελᾶν.
484ἦ νῦν ἐγὼ μὲν οὐκ ἀνήρ, αὕτη δʼ ἀνήρ,
485εἰ ταῦτʼ ἀνατὶ τῇδε κείσεται κράτη.
486ἀλλʼ εἴτʼ ἀδελφῆς εἴθʼ ὁμαιμονεστέρα
487τοῦ παντὸς ἡμῖν Ζηνὸς ἑρκείου κυρεῖ,
488αὐτή τε χἠ ξύναιμος οὐκ ἀλύξετον
489μόρου κακίστου· καὶ γὰρ οὖν κείνην ἴσον
490…
The complete text is available when the reading interface loads.
Critical apparatus