Ἀντιγόνη
Choral 15
Title variantsἈντιγόνη · Antigone
Author namesSophocle · Sophocles · Sophokles · Σοφοκλης
- Scientific editors
- Francis Storr
- Edition reference
- Sophocles · London · William Heinemann Ltd. · 1912
- CTS identifier
urn:cts:greekLit:tlg0011.tlg002.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.3.0 · 2026-08-31
- Digital source
- View source ↗
- Scholarly catalogues
- Wikidata ↗ · Perseus Catalog ↗ · WorldCat ↗ · L’Année philologique ↗
Choral 15
Strophe 1
ΚΡΕΩΝ
1261ἰὼ
1261aφρενῶν δυσφρόνων ἁμαρτήματα
1262στερεὰ θανατόεντʼ,
1263ὦ κτανόντας τε καὶ
1264θανόντας βλέποντες ἐμφυλίους.
1265ὤμοι ἐμῶν ἄνολβα βουλευμάτων.
1266ἰὼ παῖ, νέος νέῳ ξὺν μόρῳ
1267αἰαῖ αἰαῖ,
1268ἔθανες, ἀπελύθης
1269ἐμαῖς οὐδὲ σαῖσι δυσβουλίαις.
Strophe 2
ΧΟΡΟΣ
1270οἴμʼ ὡς ἔοικας ὀψὲ τὴν δίκην ἰδεῖν.
ΚΡΕΩΝ
1271οἴμοι,
1272ἔχω μαθὼν δείλαιος· ἐν δʼ ἐμῷ κάρᾳ
1273θεὸς τότʼ ἄρα τότε μέγα βάρος μʼ ἔχων
1274ἔπαισεν, ἐν δʼ ἔσεισεν ἀγρίαις ὁδοῖς,
1275οἴμοι, λακπάτητον ἀντρέπων χαράν.
1276φεῦ φεῦ, ὦ πόνοι βροτῶν δύσπονοι.
ἘΞΑΓΓΕΛΟΣ
1278ὦ δέσποθʼ, ὡς ἔχων τε καὶ κεκτημένος,
1279τὰ μὲν πρὸ χειρῶν τάδε φέρων, τὰ δʼ ἐν δόμοις
1280ἔοικας ἥκειν καὶ τάχʼ ὄψεσθαι κακά.
ΚΡΕΩΝ
1281τί δʼ ἔστιν αὖ κάκιον ἐκ κακῶν ἔτι;
ἘΞΑΓΓΕΛΟΣ
1282γυνὴ τέθνηκε, τοῦδε παμμήτωρ νεκροῦ,
1283δύστηνος, ἄρτι νεοτόμοισι πλήγμασιν.
Antistrophe 1
ΚΡΕΩΝ
1284ἰώ.
1284aἰὼ δυσκάθαρτος Ἅιδου λιμήν,
1285τί μʼ ἄρα τί μʼ ὀλέκεις;
1286ὦ κακάγγελτά μοι
1287προπέμψας ἄχη, τίνα θροεῖς λόγον;
1288αἰαῖ, ὀλωλότʼ ἄνδρʼ ἐπεξειργάσω.
1289τί φής, παῖ; τίνʼ αὖ λέγεις μοι νέον,
1290αἰαῖ αἰαῖ,
1291σφάγιον ἐπʼ ὀλέθρῳ
1292γυναικεῖον ἀμφικεῖσθαι μόρον;
ΧΟΡΟΣ
1293ὁρᾶν πάρεστιν· οὐ γὰρ ἐν μυχοῖς ἔτι.
Antistrophe 2
ΚΡΕΩΝ
1294οἴμοι,
1295κακὸν τόδʼ ἄλλο δεύτερον βλέπω τάλας.
1296τίς ἄρα, τίς με πότμος ἔτι περιμένει;
1297ἔχω μὲν ἐν χείρεσσιν ἀρτίως τέκνον,
1298τάλας, τὸν δʼ ἔναντα προσβλέπω νεκρόν.
1300φεῦ φεῦ μᾶτερ ἀθλία, φεῦ τέκνον.
ἘΞΑΓΓΕΛΟΣ
1301ἡ δʼ ὀξυθήκτῳ βωμία περὶ ξίφει
1302λύει κελαινὰ βλέφαρα, κωκύσασα μὲν
1303τοῦ πρὶν θανόντος Μεγαρέως κλεινὸν λάχος,
1304αὖθις δὲ τοῦδε, λοίσθιον δὲ σοὶ κακὰς
1305πράξεις ἐφυμνήσασα τῷ παιδοκτόνῳ.
Strophe 3
ΚΡΕΩΝ
1306αἰαῖ αἰαῖ,
1307ἀνέπταν φόβῳ. τί μʼ οὐκ ἀνταίαν
1308ἔπαισέν τις ἀμφιθήκτῳ ξίφει;
1310δείλαιος ἐγώ, αἰαῖ,
1311δειλαίᾳ δὲ συγκέκραμαι δύᾳ.
ἘΞΑΓΓΕΛΟΣ
1312ὡς αἰτίαν γε τῶνδε κἀκείνων ἔχων
1313πρὸς τῆς θανούσης τῆσδʼ ἐπεσκήπτου μόρων.
ΚΡΕΩΝ
1314ποίῳ δὲ κἀπελύσατʼ ἐν φοναῖς τρόπῳ;
ἘΞΑΓΓΕΛΟΣ
1315παίσασ' ὑφʼ ἧπαρ αὐτόχειρ αὑτήν, ὅπως
1316παιδὸς τόδʼ ᾔσθετʼ ὀξυκώκυτον πάθος.
Strophe 4
ΚΡΕΩΝ
1317ὤμοι μοι, τάδʼ οὐκ ἐπʼ ἄλλον βροτῶν
1318ἐμᾶς ἁρμόσει ποτʼ ἐξ αἰτίας.
1319ἐγὼ γάρ σʼ ἐγὼ ἔκανον, ὢ μέλεος,
1320ἐγώ, φάμʼ ἔτυμον. ἰὼ πρόσπολοι,
1321ἄγετέ μʼ ὅ τι τάχιστʼ, ἄγετέ μʼ ἐκποδών,
1325τὸν οὐκ ὄντα μᾶλλον ἢ μηδένα.
ΧΟΡΟΣ
1326κέρδη παραινεῖς, εἴ τι κέρδος ἐν κακοῖς.
1327βράχιστα γὰρ κράτιστα τἀν ποσὶν κακά.
Antistrophe 3
ΚΡΕΩΝ
1328ἴτω ἴτω,
1329φανήτω μόρων ὁ κάλλιστʼ ἔχων
1330ἐμοὶ τερμίαν ἄγων ἁμέραν
1331ὕπατος· ἴτω ἴτω,
1332ὅπως μηκέτʼ ἆμαρ ἄλλʼ εἰσίδω.
ΧΟΡΟΣ
1334μέλλοντα ταῦτα. τῶν προκειμένων τι χρὴ
1335πράσσειν. μέλει γὰρ τῶνδʼ ὅτοισι χρὴ μέλειν.
ΚΡΕΩΝ
1336ἀλλʼ ὧν ἐρῶ, τοιαῦτα συγκατηυξάμην.
ΧΟΡΟΣ
1337μή νυν προσεύχου μηδέν· ὡς πεπρωμένης
1338οὐκ ἔστι θνητοῖς συμφορᾶς ἀπαλλαγή.
Antistrophe 4
ΚΡΕΩΝ
1339ἄγοιτʼ ἂν μάταιον ἄνδρʼ ἐκποδών,
1340ὅς, ὦ παῖ, σέ τʼ οὐχ ἑκὼν κάκτανον
1341σέ τʼ αὖ τάνδʼ, ὤμοι μέλεος, οὐδʼ ἔχω
1342ὅπᾳ πρὸς πότερα κλιθῶ· πάντα γὰρ
1345λέχρια τἀν χεροῖν, τὰ δʼ ἐπὶ κρατί μοι
1346πότμος δυσκόμιστος εἰσήλατο.
Critical apparatus