The Greek Library Author

Sophocles

Οἰδίπους Τύραννος

Episode 11

Title variantsΟἰδίπους Τύραννος · Oedipus tyrannus · Oedipus Rex · Oedipus Tyrannus · Œdipe roi · Oedipe roi

Author namesSophocle · Sophocles · Sophokles · Σοφοκλης

Scientific editors
Francis Storr
Edition reference
Sophocles · London · William Heinemann Ltd. · 1912
CTS identifier
urn:cts:greekLit:tlg0011.tlg004.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.3.0 · 2026-08-31
Digital source
View source ↗

Episode 11

ΟἸΔΙΠΟΥΣ

1110εἰ χρή τι κἀμὲ μὴ συναλλάξαντά πω,

1111πρέσβεις, σταθμᾶσθαι, τὸν βοτῆρʼ ὁρᾶν δοκῶ,

1112ὅνπερ πάλαι ζητοῦμεν· ἔν τε γὰρ μακρῷ

1113γήρᾳ ξυνᾴδει τῷδε τἀνδρὶ σύμμετρος,

1114ἄλλως τε τοὺς ἄγοντας ὥσπερ οἰκέτας

1115ἔγνωκʼ ἐμαυτοῦ· τῇ δʼ ἐπιστήμῃ σύ μου

1116προύχοις τάχʼ ἄν που, τὸν βοτῆρʼ ἰδὼν πάρος.

ΧΟΡΟΣ

1117ἔγνωκα γάρ, σάφʼ ἴσθι· Λαΐου γὰρ ἦν

1118εἴπερ τις ἄλλος πιστὸς ὡς νομεὺς ἀνήρ.

ΟἸΔΙΠΟΥΣ

1119σὲ πρῶτʼ ἐρωτῶ, τὸν Κορίνθιον ξένον, ἦ τόνδε φράζεις;

ἈΓΓΕΛΟΣ

1120τοῦτον, ὅνπερ εἰσορᾷς.

ΟἸΔΙΠΟΥΣ

1121οὗτος σύ, πρέσβυ, δεῦρό μοι φώνει βλέπων

1122ὅσʼ ἄν σʼ ἐρωτῶ. Λαΐου ποτʼ ἦσθα σύ;

ΘΕΡΑΠΩΝ

1123ἦ δοῦλος οὐκ ὠνητός, ἀλλʼ οἴκοι τραφείς.

ΟἸΔΙΠΟΥΣ

1124ἔργον μεριμνῶν ποῖον ἢ βίον τινά;

ΘΕΡΑΠΩΝ

1125ποίμναις τὰ πλεῖστα τοῦ βίου συνειπόμην.

ΟἸΔΙΠΟΥΣ

1126χώροις μάλιστα πρὸς τίσι ξύναυλος ὤν;

ΘΕΡΑΠΩΝ

1127ἦν μὲν Κιθαιρών, ἦν δὲ πρόσχωρος τόπος.

ΟἸΔΙΠΟΥΣ

1128τὸν ἄνδρα τόνδʼ οὖν οἶσθα τῇδέ που μαθών;

ΘΕΡΑΠΩΝ

1129τί χρῆμα δρῶντα; ποῖον ἄνδρα καὶ λέγεις;

ΟἸΔΙΠΟΥΣ

1130τόνδʼ ὃς πάρεστιν· ἢ ξυναλλάξας τί πω;

ΘΕΡΑΠΩΝ

1131οὐχ ὥστε γʼ εἰπεῖν ἐν τάχει μνήμης ἄπο.

ἈΓΓΕΛΟΣ

1132κοὐδέν γε θαῦμα, δέσποτʼ· ἀλλʼ ἐγὼ σαφῶς

1133ἀγνῶτʼ ἀναμνήσω νιν. εὖ γὰρ οἶδʼ ὅτι

1134κάτοιδεν, ἦμος τῷ Κιθαιρῶνος τόπῳ,

1135ὁ μὲν διπλοῖσι ποιμνίοις, ἐγὼ δʼ ἑνί,

1136ἐπλησίαζον τῷδε τἀνδρὶ τρεῖς ὅλους

1137ἐξ ἦρος εἰς ἀρκτοῦρον ἑκμήνους χρόνους·

1138χειμῶνα δʼ ἤδη τἀμά τʼ εἰς ἔπαυλʼ ἐγὼ

1139ἤλαυνον οὗτός τʼ εἰς τὰ Λαΐου σταθμά.

1140λέγω τι τούτων ἢ οὐ λέγω πεπραγμένον;

ΘΕΡΑΠΩΝ

1141λέγεις ἀληθῆ, καίπερ ἐκ μακροῦ χρόνου.

ἈΓΓΕΛΟΣ

1142φέρʼ εἰπὲ νῦν, τότʼ οἶσθα παῖδά μοί τινα

1143δούς, ὡς ἐμαυτῷ θρέμμα θρεψαίμην ἐγώ;

ΘΕΡΑΠΩΝ

1144τί δʼ ἔστι; πρὸς τί τοῦτο τοὔπος ἱστορεῖς;

ἈΓΓΕΛΟΣ

1145ὅδʼ ἐστίν, ὦ τᾶν, κεῖνος ὃς τότʼ ἦν νέος.

ΘΕΡΑΠΩΝ

1146οὐκ εἰς ὄλεθρον; οὐ σιωπήσας ἔσει;

ΟἸΔΙΠΟΥΣ

1147ἆ, μὴ κόλαζε, πρέσβυ, τόνδʼ, ἐπεὶ τὰ σὰ

1148δεῖται κολαστοῦ μᾶλλον ἢ τὰ τοῦδʼ ἔπη.

ΘΕΡΑΠΩΝ

1149τί δʼ, ὦ φέριστε δεσποτῶν, ἁμαρτάνω;

ΟἸΔΙΠΟΥΣ

1150οὐκ ἐννέπων τὸν παῖδʼ ὃν οὗτος ἱστορεῖ.

ΘΕΡΑΠΩΝ

1151λέγει γὰρ εἰδὼς οὐδέν, ἀλλʼ ἄλλως πονεῖ.

ΟἸΔΙΠΟΥΣ

1152σὺ πρὸς χάριν μὲν οὐκ ἐρεῖς, κλαίων δʼ ἐρεῖς.

ΘΕΡΑΠΩΝ

1153μὴ δῆτα, πρὸς θεῶν, τὸν γέροντά μʼ αἰκίσῃ.

ΟἸΔΙΠΟΥΣ

1154οὐχ ὡς τάχος τις τοῦδʼ ἀποστρέψει χέρας;

ΘΕΡΑΠΩΝ

1155δύστηνος, ἀντὶ τοῦ; τί προσχρῄζων μαθεῖν;

ΟἸΔΙΠΟΥΣ

1156τὸν παῖδʼ ἔδωκας τῷδʼ ὃν οὗτος ἱστορεῖ;

ΘΕΡΑΠΩΝ

1157ἔδωκʼ· ὀλέσθαι δʼ ὤφελον τῇδʼ ἡμέρᾳ.

ΟἸΔΙΠΟΥΣ

1158ἀλλʼ εἰς τόδʼ ἥξεις μὴ λέγων γε τοὔνδικον.

ΘΕΡΑΠΩΝ

1159πολλῷ γε μᾶλλον, ἢν φράσω, διόλλυμαι.

ΟἸΔΙΠΟΥΣ

1160ἁνὴρ ὅδʼ, ὡς ἔοικεν, ἐς τριβὰς ἐλᾷ.

ΘΕΡΑΠΩΝ

1161οὐ δῆτʼ ἔγωγʼ, ἀλλʼ εἶπον, ὡς δοίην, πάλαι.

ΟἸΔΙΠΟΥΣ

1162πόθεν λαβών; οἰκεῖον ἢ ʼξ ἄλλου τινός;

ΘΕΡΑΠΩΝ

1163ἐμὸν μὲν οὐκ ἔγωγʼ, ἐδεξάμην δέ του.

ΟἸΔΙΠΟΥΣ

1164τίνος πολιτῶν τῶνδε κἀκ ποίας στέγης;

ΘΕΡΑΠΩΝ

1165μὴ πρὸς θεῶν, μή, δέσποθʼ, ἱστόρει πλέον.

ΟἸΔΙΠΟΥΣ

1166ὄλωλας, εἴ σε ταῦτʼ ἐρήσομαι πάλιν.

ΘΕΡΑΠΩΝ

1167τῶν Λαΐου τοίνυν τις ἦν γεννημάτων.

ΟἸΔΙΠΟΥΣ

1168ἦ δοῦλος ἢ κείνου τις ἐγγενὴς γεγώς;

ΘΕΡΑΠΩΝ

1169οἴμοι, πρὸς αὐτῷ γʼ εἰμὶ τῷ δεινῷ λέγειν.

ΟἸΔΙΠΟΥΣ

1170κἄγωγʼ ἀκούειν· ἀλλʼ ὅμως ἀκουστέον.

ΘΕΡΑΠΩΝ

1171κείνου γέ τοι δὴ παῖς ἐκλῄζεθʼ· ἡ δʼ ἔσω

1172κάλλιστʼ ἂν εἴποι σὴ γυνὴ τάδʼ ὡς ἔχει.

ΟἸΔΙΠΟΥΣ

1173ἦ γὰρ δίδωσιν ἥδε σοι;

ΘΕΡΑΠΩΝ

1173aμάλιστʼ, ἄναξ.

ΟἸΔΙΠΟΥΣ

1174ὡς πρὸς τί χρείας;

ΘΕΡΑΠΩΝ

1174aὡς ἀναλώσαιμί νιν.

ΟἸΔΙΠΟΥΣ

1175τεκοῦσα τλήμων;

ΘΕΡΑΠΩΝ

1175aθεσφάτων γʼ ὄκνῳ κακῶν.

ΟἸΔΙΠΟΥΣ

1176ποίων;

ΘΕΡΑΠΩΝ

1176aκτενεῖν νιν τοὺς τεκόντας ἦν λόγος.

ΟἸΔΙΠΟΥΣ

1177πῶς δῆτʼ ἀφῆκας τῷ γέροντι τῷδε σύ;

ΘΕΡΑΠΩΝ

1178κατοικτίσας, ὦ δέσποθʼ, ὡς ἄλλην χθόνα

1179δοκῶν ἀποίσειν, αὐτὸς ἔνθεν ἦν· ὁ δὲ

1180κάκʼ εἰς μέγιστʼ ἔσωσεν. εἰ γὰρ οὗτος εἶ

1181ὅν φησιν οὗτος, ἴσθι δύσποτμος γεγώς.

ΟἸΔΙΠΟΥΣ

1182ἰοὺ ἰού· τὰ πάντʼ ἂν ἐξήκοι σαφῆ.

1183ὦ φῶς, τελευταῖόν σε προσβλέψαιμι νῦν,

1184ὅστις πέφασμαι φύς τʼ ἀφʼ ὧν οὐ χρῆν, ξὺν οἷς τʼ

1185οὐ χρῆν ὁμιλῶν, οὕς τέ μʼ οὐκ ἔδει κτανών.