The Greek Library Author

Sophocles

Οἰδίπους Τύραννος

Episode 9

Title variantsΟἰδίπους Τύραννος · Oedipus tyrannus · Oedipus Rex · Oedipus Tyrannus · Œdipe roi · Oedipe roi

Author namesSophocle · Sophocles · Sophokles · Σοφοκλης

Scientific editors
Francis Storr
Edition reference
Sophocles · London · William Heinemann Ltd. · 1912
CTS identifier
urn:cts:greekLit:tlg0011.tlg004.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.3.0 · 2026-08-31
Digital source
View source ↗

Episode 9

ἸΟΚΑΣΤΗ

911χώρας ἄνακτες, δόξα μοι παρεστάθη

912ναοὺς ἱκέσθαι δαιμόνων, τάδʼ ἐν χεροῖν

913στέφη λαβούσῃ κἀπιθυμιάματα.

914ὑψοῦ γὰρ αἴρει θυμὸν Οἰδίπους ἄγαν

915λύπαισι παντοίαισιν· οὐδʼ ὁποῖʼ ἀνὴρ

916ἔννους τὰ καινὰ τοῖς πάλαι τεκμαίρεται,

917ἀλλʼ ἐστὶ τοῦ λέγοντος, εἰ φόβους λέγοι.

918ὅτʼ οὖν παραινοῦσʼ οὐδὲν ἐς πλέον ποιῶ,

919πρὸς σʼ, ὦ Λύκειʼ Ἄπολλον, ἄγχιστος γὰρ εἶ,

920ἱκέτις ἀφῖγμαι τοῖσδε σὺν κατεύγμασιν,

921ὅπως λύσιν τινʼ ἡμὶν εὐαγῆ πόρῃς·

922ὡς νῦν ὀκνοῦμεν πάντες ἐκπεπληγμένον

923κεῖνον βλέποντες ὡς κυβερνήτην νεώς.

ἈΓΓΕΛΟΣ

924ἆρʼ ἂν παρʼ ὑμῶν, ὦ ξένοι, μάθοιμʼ ὅπου

925τὰ τοῦ τυράννου δώματʼ ἐστὶν Οἰδίπου;

926μάλιστα δʼ αὐτὸν εἴπατʼ, εἰ κάτισθʼ ὅπου.

ΧΟΡΟΣ

927στέγαι μὲν αἵδε, καὐτὸς ἔνδον, ὦ ξένε·

928γυνὴ δὲ μήτηρ ἥδε τῶν κείνου τέκνων.

ἈΓΓΕΛΟΣ

929ἀλλʼ ὀλβία τε καὶ ξὺν ὀλβίοις ἀεὶ

930γένοιτʼ, ἐκείνου γʼ οὖσα παντελὴς δάμαρ.

ἸΟΚΑΣΤΗ

931αὔτως δὲ καὶ σύ γʼ, ὦ ξένʼ· ἄξιος γὰρ εἶ

932τῆς εὐεπείας εἵνεκʼ· ἀλλὰ φράζʼ ὅτου

933χρῄζων ἀφῖξαι χὤ τι σημῆναι θέλων.

ἈΓΓΕΛΟΣ

934ἀγαθὰ δόμοις τε καὶ πόσει τῷ σῷ, γύναι.

ἸΟΚΑΣΤΗ

935τὰ ποῖα ταῦτα; παρὰ τίνος δʼ ἀφιγμένος;

ἈΓΓΕΛΟΣ

936ἐκ τῆς Κορίνθου· τὸ δʼ ἔπος οὑξερῶ τάχα,

937ἥδοιο μέν, πῶς δʼ οὐκ ἄν, ἀσχάλλοις δʼ ἴσως.

ἸΟΚΑΣΤΗ

938τί δʼ ἔστι; ποίαν δύναμιν ὧδʼ ἔχει διπλῆν;

ἈΓΓΕΛΟΣ

939τύραννον αὐτὸν οὑπιχώριοι χθονὸς

940τῆς Ἰσθμίας στήσουσιν, ὡς ηὐδᾶτʼ ἐκεῖ.

ἸΟΚΑΣΤΗ

941τί δʼ; οὐχ ὁ πρέσβυς Πόλυβος ἐγκρατὴς ἔτι;

ἈΓΓΕΛΟΣ

942οὐ δῆτʼ, ἐπεί νιν θάνατος ἐν τάφοις ἔχει.

ἸΟΚΑΣΤΗ

943πῶς εἶπας; ἦ τέθνηκε Πόλυβος, ὦ γέρον;

ἈΓΓΕΛΟΣ

944εἰ μὴ λέγω τἀληθές, ἀξιῶ θανεῖν.

ἸΟΚΑΣΤΗ

945ὦ πρόσπολʼ, οὐχὶ δεσπότῃ τάδʼ ὡς τάχος

946μολοῦσα λέξεις; ὦ θεῶν μαντεύματα,

947ἵνʼ ἐστέ· τοῦτον Οἰδίπους πάλαι τρέμων

948τὸν ἄνδρʼ ἔφευγε μὴ κτάνοι, καὶ νῦν ὅδε

949πρὸς τῆς τύχης ὄλωλεν οὐδὲ τοῦδʼ ὕπο.

ΟἸΔΙΠΟΥΣ

950ὦ φίλτατον γυναικὸς Ἰοκάστης κάρα,

951τί μʼ ἐξεπέμψω δεῦρο τῶνδε δωμάτων;

ἸΟΚΑΣΤΗ

952ἄκουε τἀνδρὸς τοῦδε, καὶ σκόπει κλύων

953τὰ σέμνʼ ἵνʼ ἥκει τοῦ θεοῦ μαντεύματα.

ΟἸΔΙΠΟΥΣ

954οὗτος δὲ τίς ποτʼ ἐστὶ καὶ τί μοι λέγει;

ἸΟΚΑΣΤΗ

955ἐκ τῆς Κορίνθου, πατέρα τὸν σὸν ἀγγελῶν

956ὡς οὐκέτʼ ὄντα Πόλυβον, ἀλλʼ ὀλωλότα.

ΟἸΔΙΠΟΥΣ

957τί φῄς, ξένʼ; αὐτός μοι σὺ σημάντωρ γενοῦ.

ἈΓΓΕΛΟΣ

958εἰ τοῦτο πρῶτον δεῖ μʼ ἀπαγγεῖλαι σαφῶς,

959εὖ ἴσθʼ ἐκεῖνον θανάσιμον βεβηκότα.

ΟἸΔΙΠΟΥΣ

960πότερα δόλοισιν ἢ νόσου ξυναλλαγῇ;

ἈΓΓΕΛΟΣ

961σμικρὰ παλαιὰ σώματʼ εὐνάζει ῥοπή.

ΟἸΔΙΠΟΥΣ

962νόσοις ὁ τλήμων, ὡς ἔοικεν, ἔφθιτο.

ἈΓΓΕΛΟΣ

963καὶ τῷ μακρῷ γε συμμετρούμενος χρόνῳ.

ΟἸΔΙΠΟΥΣ

964φεῦ φεῦ, τί δῆτʼ ἄν, ὦ γύναι, σκοποῖτό τι

965τὴν Πυθόμαντιν ἑστίαν ἢ τοὺς ἄνω

966κλάζοντας ὄρνεις, ὧν ὑφηγητῶν ἐγὼ

967κτενεῖν ἔμελλον πατέρα τὸν ἐμόν; ὁ δὲ θανὼν

968κεύθει κάτω δὴ γῆς. ἐγὼ δʼ ὅδʼ ἐνθάδε

969ἄψαυστος ἔγχους· εἴ τι μὴ τὠμῷ πόθῳ

970κατέφθιθʼ· οὕτω δʼ ἂν θανὼν εἴη ʼξ ἐμοῦ.

971τὰ δʼ οὖν παρόντα συλλαβὼν θεσπίσματα

972κεῖται παρʼ Ἅιδῃ Πόλυβος ἄξιʼ οὐδενός.

ἸΟΚΑΣΤΗ

973οὔκουν ἐγώ σοι ταῦτα προύλεγον πάλαι;

ΟἸΔΙΠΟΥΣ

974ηὔδας· ἐγὼ δὲ τῷ φόβῳ παρηγόμην.

ἸΟΚΑΣΤΗ

975μὴ νῦν ἔτʼ αὐτῶν μηδὲν ἐς θυμὸν βάλῃς.

ΟἸΔΙΠΟΥΣ

976καὶ πῶς τὸ μητρὸς οὐκ ὀκνεῖν λέχος με δεῖ;

ἸΟΚΑΣΤΗ

977τί δʼ ἂν φοβοῖτʼ ἄνθρωπος ᾧ τὰ τῆς τύχης

978κρατεῖ, πρόνοια δʼ ἐστὶν οὐδενὸς σαφής;

979εἰκῆ κράτιστον ζῆν, ὅπως δύναιτό τις.

980σὺ δʼ εἰς τὰ μητρὸς μὴ φοβοῦ νυμφεύματα·

981πολλοὶ γὰρ ἤδη κἀν ὀνείρασιν βροτῶν

982μητρὶ ξυνηυνάσθησαν. ἀλλὰ ταῦθʼ ὅτῳ

983παρʼ οὐδέν ἐστι, ῥᾷστα τὸν βίον φέρει.

ΟἸΔΙΠΟΥΣ

984καλῶς ἅπαντα ταῦτʼ ἂν ἐξείρητό σοι,

985εἰ μὴ ʼκύρει ζῶσʼ ἡ τεκοῦσα· νῦν δʼ ἐπεὶ

986ζῇ, πᾶσʼ ἀνάγκη, κεἰ καλῶς λέγεις, ὀκνεῖν.

ἸΟΚΑΣΤΗ

987καὶ μὴν μέγας γʼ ὀφθαλμὸς οἱ πατρὸς τάφοι.

ΟἸΔΙΠΟΥΣ

988μέγας, ξυνίημʼ· ἀλλὰ τῆς ζώσης φόβος.

ἈΓΓΕΛΟΣ

989ποίας δὲ καὶ γυναικὸς ἐκφοβεῖσθʼ ὕπερ;

ΟἸΔΙΠΟΥΣ

990Μερόπης, γεραιέ, Πόλυβος ἧς ᾤκει μέτα.

ἈΓΓΕΛΟΣ

991τί δʼ ἔστʼ ἐκείνης ὑμὶν ἐς φόβον φέρον;

ΟἸΔΙΠΟΥΣ

992θεήλατον μάντευμα δεινόν, ὦ ξένε.

ἈΓΓΕΛΟΣ

993ἦ ῥητόν; ἢ οὐχὶ θεμιτὸν ἄλλον εἰδέναι;

ΟἸΔΙΠΟΥΣ

994μάλιστά γʼ· εἶπε γάρ με Λοξίας ποτὲ

995χρῆναι μιγῆναι μητρὶ τἠμαυτοῦ τό τε

996πατρῷον αἷμα χερσὶ ταῖς ἐμαῖς ἑλεῖν.

997ὧν οὕνεχʼ ἡ Κόρινθος ἐξ ἐμοῦ πάλαι

998μακρὰν ἀπῳκεῖτʼ· εὐτυχῶς μέν, ἀλλʼ ὅμως

999τὰ τῶν τεκόντων ὄμμαθʼ ἥδιστον βλέπειν.

ἈΓΓΕΛΟΣ

1000ἦ γὰρ τάδʼ ὀκνῶν κεῖθεν ἦσθʼ ἀπόπτολις;

ΟἸΔΙΠΟΥΣ

1001πατρός τε χρῄζων μὴ φονεὺς εἶναι, γέρον.

ἈΓΓΕΛΟΣ

1002τί δῆτʼ ἐγὼ οὐχὶ τοῦδε τοῦ φόβου σʼ, ἄναξ,

1003ἐπείπερ εὔνους ἦλθον, ἐξελυσάμην;

ΟἸΔΙΠΟΥΣ

1004καὶ μὴν χάριν γʼ ἂν ἀξίαν λάβοις ἐμοῦ.

ἈΓΓΕΛΟΣ

1005καὶ μὴν μάλιστα τοῦτʼ ἀφικόμην, ὅπως

1006σοῦ πρὸς δόμους ἐλθόντος εὖ πράξαιμί τι.

ΟἸΔΙΠΟΥΣ

1007ἀλλʼ οὔποτʼ εἶμι τοῖς φυτεύσασίν γʼ ὅμοῦ.

ἈΓΓΕΛΟΣ

1008ὦ παῖ, καλῶς εἶ…

ΟἸΔΙΠ…

The complete text is available when the reading interface loads.