The Greek Library Author

Aeschylus

Εὐμενίδες

Episode 10

Title variantsΕὐμενίδες · Eumenides · Euménides

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Arthur Sidgwick
Edition reference
Aeschyli Tragoediae · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg007.local001
Corpus release
2.3.0 · 2026-08-31
Digital source
View source ↗

Episode 10

ΧΟΡΟΣ

892ἄνασσ᾽ Ἀθάνα, τίνα με φῂς ἔχειν ἕδραν;

ἈΘΗΝΑ

893πάσης ἀπήμον᾽ οἰζύος: δέχου δὲ σύ.

ΧΟΡΟΣ

894καὶ δὴ δέδεγμαι: τίς δέ μοι τιμὴ μένει;

ἈΘΗΝΑ

895ὡς μή τιν᾽ οἶκον εὐθενεῖν ἄνευ σέθεν.

ΧΟΡΟΣ

896σὺ τοῦτο πράξεις, ὥστε με σθένειν τόσον;

ἈΘΗΝΑ

897τῷ γὰρ σέβοντι συμφορὰς ὀρθώσομεν.

ΧΟΡΟΣ

898καί μοι πρόπαντος ἐγγύην θήσει χρόνου;

ἈΘΗΝΑ

899ἔξεστι γάρ μοι μὴ λέγειν ἃ μὴ τελῶ.

ΧΟΡΟΣ

900θέλξειν μ᾽ ἔοικας καὶ μεθίσταμαι κότου.

ἈΘΗΝΑ

901τοιγὰρ κατὰ χθόν᾽ οὖσ᾽ ἐπικτήσει φίλους.

ΧΟΡΟΣ

902τί οὖν μ᾽ ἄνωγας τῇδ᾽ ἐφυμνῆσαι χθονί;

ἈΘΗΝΑ

903ὁποῖα νίκης μὴ κακῆς ἐπίσκοπα,

904καὶ ταῦτα γῆθεν ἔκ τε ποντίας δρόσου

905ἐξ οὐρανοῦ τε: κἀνέμων ἀήματα

906εὐηλίως πνέοντ᾽ ἐπιστείχειν χθόνα:

907καρπόν τε γαίας καὶ βοτῶν ἐπίρρυτον

908ἀστοῖσιν εὐθενοῦντα μὴ κάμνειν χρόνῳ,

909καὶ τῶν βροτείων σπερμάτων σωτηρίαν.

910τῶν δυσσεβούντων δ᾽ ἐκφορωτέρα πέλοις.

911στέργω γάρ, ἀνδρὸς φιτυποίμενος δίκην,

912τὸ τῶν δικαίων τῶνδ᾽ ἀπένθητον γένος.

913τοιαῦτα σοὔστι. τῶν ἀρειφάτων δ᾽ ἐγὼ

914πρεπτῶν ἀγώνων οὐκ ἀνέξομαι τὸ μὴ οὐ

915τήνδ᾽ ἀστύνικον ἐν βροτοῖς τιμᾶν πόλιν.