Εὐμενίδες
Choral 7
Title variantsΕὐμενίδες · Eumenides · Euménides
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Arthur Sidgwick
- Edition reference
- Aeschyli Tragoediae · Oxford · Clarendon Press · 1902
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg007.local001- Corpus release
- 2.3.0 · 2026-08-31
- Digital source
- View source ↗
- Scholarly catalogues
- Wikidata ↗ · Perseus Catalog ↗ · WorldCat ↗ · L’Année philologique ↗
Choral 7
Strophe 1
ΧΟΡΟΣ
490νῦν καταστροφαὶ νέων
491θεσμίων, εἰ κρατή-
492σει δίκα <τε> καὶ βλάβα
493τοῦδε ματροκτόνου.
494πάντας ἤδη τόδ᾽ ἔργον εὐχερεί-
495ᾳ συναρμόσει βροτούς.
496πολλὰ δ᾽ ἔτυμα παιδότρωτα
497πάθεα προσμένει τοκεῦ-
498σιν μεταῦθις ἐν χρόνῳ.
Antistrophe 1
ΧΟΡΟΣ
499οὐδὲ γὰρ βροτοσκόπων
500μαινάδων τῶνδ᾽ ἐφέρ-
501ψει κότος τιν᾽ ἐργμάτων:
502πάντ᾽ ἐφήσω μόρον.
503πεύσεται δ᾽ ἄλλος ἄλλοθεν, προφω-
504νῶν τὰ τῶν πέλας κακά,
505λῆξιν ὑπόδοσίν τε μόχθων,
506ἄκεά τ᾽ οὐ βέβαια τλά-
507μων [δέ τις] μάταν παρηγορεῖ.
Strophe 2
ΧΟΡΟΣ
508μηδέ τις κικλησκέτω
509ξυμφορᾷ τετυμμένος,
510τοῦτ᾽ ἔπος θροούμενος,
511ὦ δίκα,
512ὦ θρόνοι τ᾽ Ἐρινύων.
513ταῦτά τις τάχ᾽ ἂν πατὴρ
514ἢ τεκοῦσα νεοπαθὴς
515οἶκτον οἰκτίσαιτ᾽, ἐπει-
516δὴ πίτνει δόμος δίκας.
Antistrophe 2
ΧΟΡΟΣ
517ἔσθ᾽ ὅπου τὸ δεινὸν εὖ,
518καὶ φρενῶν ἐπίσκοπον
519δεῖ μένειν καθήμενον:
520ξυμφέρει
521σωφρονεῖν ὑπὸ στένει.
522τίς δὲ μηδὲν ἐν δέει
523καρδίαν <ἂν> ἀνατρέφων
524ἢ πόλις βροτός θ᾽ ὁμοί-
525ως ἔτ᾽ ἂν σέβοι δίκαν;
Strophe 3
ΧΟΡΟΣ
526μήτ᾽ ἀνάρχετον βίον
527μήτε δεσποτούμενον
528αἰνέσῃς.
529παντὶ μέσῳ τὸ κράτος
530θεὸς ὤπασεν, ἄλλ᾽
531ἄλλᾳ δ᾽ ἐφορεύει.
532ξύμμετρον δ᾽ ἔπος λέγω,
533δυσσεβίας μὲν ὕβρις
534τέκος ὡς ἐτύμως:
535ἐκ δ᾽ ὑγιεί-
536ας φρενῶν ὁ πάμφιλος
537καὶ πολύευκτος ὄλβος.
Antistrophe 3
ΧΟΡΟΣ
538ἐς τὸ πᾶν δέ σοι λέγω,
539βωμὸν αἴδεσαι δίκας:
540μηδέ νιν
541κέρδος ἰδὼν ἀθέῳ
542ποδὶ λὰξ ἀτίσῃς:
543ποινὰ γὰρ ἐπέσται.
544κύριον μένει τέλος.
545πρὸς τάδε τις τοκέων
546σέβας εὖ προτίων
547καὶ ξενοτί-
548μους δόμων ἐπιστροφὰς
549αἰδόμενός τις ἔστω.
Strophe 4
ΧΟΡΟΣ
550ἑκὼν δ᾽ ἀνάγκας ἄτερ δίκαιος ὢν
551οὐκ ἄνολβος ἔσται:
552πανώλεθρος <δ᾽> οὔποτ᾽ ἂν γένοιτο.
553τὸν ἀντίτολμον δέ φαμι παρβάταν
554ἄγοντα πολλὰ παντόφυρτ᾽ ἄνευ δίκας
555βιαίως ξὺν χρόνῳ καθήσειν
556λαῖφος, ὅταν λάβῃ πόνος
557θραυομένας κεραίας.
Antistrophe 4
ΧΟΡΟΣ
558καλεῖ δ᾽ ἀκούοντας οὐδὲν <ἐν> μέσᾳ
559δυσπαλεῖ τε δίνᾳ:
560γελᾷ δὲ δαίμων ἐπ᾽ ἀνδρὶ θερμῷ,
561τὸν οὔποτ᾽ αὐχοῦντ᾽ ἰδὼν ἀμαχάνοις
562δύαις λαπαδνὸν οὐδ᾽ ὑπερθέοντ᾽ ἄκραν:
563δι᾽ αἰῶνος δὲ τὸν πρὶν ὄλβον
564ἕρματι προσβαλὼν δίκας
565ὤλετ᾽ ἄκλαυτος, ᾆστος.
Critical apparatus