Εὐμενίδες
Choral 11
Title variantsΕὐμενίδες · Eumenides · Euménides
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Arthur Sidgwick
- Edition reference
- Aeschyli Tragoediae · Oxford · Clarendon Press · 1902
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg007.local001- Corpus release
- 2.3.0 · 2026-08-31
- Digital source
- View source ↗
- Scholarly catalogues
- Wikidata ↗ · Perseus Catalog ↗ · WorldCat ↗ · L’Année philologique ↗
Choral 11
Strophe 1
ΧΟΡΟΣ
916δέξομαι Παλλάδος ξυνοικίαν,
917οὐδ᾽ ἀτιμάσω πόλιν,
918τὰν καὶ Ζεὺς ὁ παγκρατὴς Ἄρης τε
919φρούριον θεῶν νέμει,
920ῥυσίβωμον Ἑλλάνων ἄγαλμα δαιμόνων:
921ᾇτ᾽ ἐγὼ κατεύχομαι
922θεσπίσασα πρευμενῶς
923ἐπισσύτους βίου τύχας ὀνησίμους
925γαίας ἐξαμβρῦσαι
926φαιδρὸν ἁλίου σέλας.
Anapests 2
ἈΘΗΝΑ
927τάδ᾽ ἐγὼ προφρόνως τοῖσδε πολίταις
928πράσσω, μεγάλας καὶ δυσαρέστους
929δαίμονας αὐτοῦ κατανασσαμένη.
930πάντα γὰρ αὗται τὰ κατ᾽ ἀνθρώπους
931ἔλαχον διέπειν.
932ὁ δὲ μὴ κύρσας ἱλαρῶν τούτων
933οὐκ οἶδεν ὅθεν πληγαὶ βιότου <προσέπαισαν.>
934τὰ γὰρ ἐκ προτέρων ἀπλακήματά νιν
935πρὸς τάσδ᾽ ἀπάγει, σιγῶν <δ᾽> ὄλεθρος
936καὶ μέγα φωνοῦντ᾽
937ἐχθραῖς ὀργαῖς ἀμαθύνει.
Antistrophe 1
ΧΟΡΟΣ
938δενδροπήμων δὲ μὴ πνέοι βλάβα,
939τὰν ἐμὰν χάριν λέγω:
940φλογμός <τ᾽> ὀμματοστερὴς φυτῶν, τὸ
941μὴ περᾶν ὅρον λοπῶν,
942μηδ᾽ ἄκαρπος αἰανὴς ἐφερπέτω νόσος,
943μῆλά τ᾽ εὐθενοῦντα Πᾶν
945ξὺν διπλοῖσιν ἐμβρύοις
946τρέφοι χρόνῳ τεταγμένῳ: γόνος <δ᾽ ἀεὶ>
947πλουτόχθων ἑρμαίαν
948δαιμόνων δόσιν τίοι.
Anapests 4
ἈΘΗΝΑ
949ἦ τάδ᾽ ἀκούετε, πόλεως φρούριον,
950οἷ᾽ ἐπικραίνει; μέγα γὰρ δύναται
951πότνι᾽ Ἐρινὺς παρά τ᾽ ἀθανάτοις
952τοῖς θ᾽ ὑπὸ γαῖαν, περί τ᾽ ἀνθρώπων
953φανερῶς τελέως διαπράσσουσιν,
954τοῖς μὲν ἀοιδάς, τοῖς δ᾽ αὖ δακρύων
955βίον ἀμβλωπὸν παρέχουσαι.
Strophe 2
ΧΟΡΟΣ
956ἀνδροκμῆτας δ᾽ ἀώρ-
957ους ἀπεννέπω τύχας,
958νεανίδων τ᾽ ἐπηράτων
959ἀνδροτυχεῖς βιότους
960δότε, κύρι᾽ ἔχοντες,
961θεαί τ᾽ ὦ Μοῖραι
962ματροκασιγνῆται,
963δαίμονες ὀρθονόμοι,
964παντὶ δόμῳ μετάκοινοι,
965παντὶ χρόνῳ δ᾽ ἐπιβριθεῖς
966ἐνδίκοις ὁμιλίαις,
967πάντᾳ τιμιώταται θεῶν.
Anapests 6
ἈΘΗΝΑ
968τάδε τοι χώρᾳ τἠμῇ προφρόνως
969ἐπικραινομένων
970γάνυμαι: στέργω δ᾽ ὄμματα Πειθοῦς,
971ὅτι μοι γλῶσσαν καὶ στόμ᾽ ἐπωπᾷ
972πρὸς τάσδ᾽ ἀγρίως ἀπανηναμένας:
973ἀλλ᾽ ἐκράτησε Ζεὺς ἀγοραῖος:
974νικᾷ δ᾽ ἀγαθῶν
975ἔρις ἡμετέρα διὰ παντός.
Antistrophe 2
ΧΟΡΟΣ
976τὰν δ᾽ ἄπληστον κακῶν
977μήποτ᾽ ἐν πόλει στάσιν
978τᾷδ᾽ ἐπεύχομαι βρέμειν.
979μηδὲ πιοῦσα κόνις
980μέλαν αἷμα πολιτᾶν
981δι᾽ ὀργὰν ποινᾶς
982ἀντιφόνους ἄτας
983ἁρπαλίσαι πόλεως.
984χάρματα δ᾽ ἀντιδιδοῖεν
985κοινοφιλεῖ διανοίᾳ,
986καὶ στυγεῖν μιᾷ φρενί.
987πολλῶν γὰρ τόδ᾽ ἐν βροτοῖς ἄκος.
Anapests 8
ἈΘΗΝΑ
988ἆρα φρονοῦσα γλώσσης ἀγαθῆς
989ὁδὸν εὑρίσκεις;
990ἐκ τῶν φοβερῶν τῶνδε προσώπων
991μέγα κέρδος ὁρῶ τοῖσδε πολίταις:
992τάσδε γὰρ εὔφρονας εὔφρονες ἀεὶ
993μέγα τιμῶντες καὶ γῆν καὶ πόλιν
994ὀρθοδίκαιον
995πρέψετε πάντως διάγοντες.
Strophe 3
ΧΟΡΟΣ
996<χαίρετε> χαίρετ᾽ ἐν αἰσιμίαισι πλούτου.
997χαίρετ᾽ ἀστικὸς λεώς,
998ἴκταρ ἥμενοι Διός,
999παρθένου φίλας φίλοι
1000σωφρονοῦντες ἐν χρόνῳ.
1001Παλλάδος δ᾽ ὑπὸ πτεροῖς
1002ὄντας ἅζεται πατήρ.
Anapests 10
ἈΘΗΝΑ
1003χαίρετε χὐμεῖς: προτέραν δ᾽ ἐμὲ χρὴ
1004στείχειν θαλάμους ἀποδείξουσαν
1005πρὸς φῶς ἱερὸν τῶνδε προπομπῶν.
1006ἴτε καὶ σφαγίων τῶνδ᾽ ὑπὸ σεμνῶν
1007κατὰ γῆς σύμεναι τὸ μὲν ἀτηρὸν
1008χώρας κατέχειν, τὸ δὲ κερδαλέον
1009πέμπειν πόλεως ἐπὶ νίκῃ.
1010ὑμεῖς δ᾽ ἡγεῖσθε, πολισσοῦχοι
1011παῖδες Κραναοῦ, ταῖσδε μετοίκοις.
1012εἴη δ᾽ ἀγαθῶν
1013ἀγαθὴ διάνοια πολίταις.
Antistrophe 3
ΧΟΡΟΣ
1014χαίρετε, χαίρετε δ᾽ αὖθις, ἐπανδιπλάζω,
1015πάντες οἱ κατὰ πτόλιν,
1016δαίμονές τε καὶ βροτοί,
1017Παλλάδος πόλιν νέμον-
1018τες: μετοικίαν δ᾽ ἐμὴν
1019εὖ σέβοντες οὔτι μέμ-
1020ψεσθε συμφορὰς βίου.
Critical apparatus