Εὐμενίδες
Episode 6
Title variantsΕὐμενίδες · Eumenides · Euménides
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Arthur Sidgwick
- Edition reference
- Aeschyli Tragoediae · Oxford · Clarendon Press · 1902
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg007.local001- Corpus release
- 2.3.0 · 2026-08-31
- Digital source
- View source ↗
- Scholarly catalogues
- Wikidata ↗ · Perseus Catalog ↗ · WorldCat ↗ · L’Année philologique ↗
Episode 6
ΑΘΗΝΑ
397πρόσωθεν ἐξήκουσα κληδόνος βοὴν
398ἀπὸ Σκαμάνδρου γῆν καταφθατουμένη,
399ἣν δῆτ᾽ Ἀχαιῶν ἄκτορές τε καὶ πρόμοι,
400τῶν αἰχμαλώτων χρημάτων λάχος μέγα,
401ἔνειμαν αὐτόπρεμνον ἐς τὸ πᾶν ἐμοί,
402ἐξαίρετον δώρημα Θησέως τόκοις:
403ἔνθεν διώκουσ᾽ ἦλθον ἄτρυτον πόδα,
404πτερῶν ἄτερ ῥοιβδοῦσα κόλπον αἰγίδος,
405πώλοις ἀκμαίοις τόνδ᾽ ἐπιζεύξασ᾽ ὄχον.
406καινὴν δ᾽ ὁρῶσα τήνδ᾽ ὁμιλίαν χθονὸς
407ταρβῶ μὲν οὐδέν, θαῦμα δ᾽ ὄμμασιν πάρα.
408τίνες ποτ᾽ ἐστέ; πᾶσι δ᾽ ἐς κοινὸν λέγω:
409βρέτας τε τοὐμὸν τῷδ᾽ ἐφημένῳ ξένῳ,
410ὑμᾶς θ᾽ ὁμοίας οὐδενὶ σπαρτῶν γένει,
411οὔτ᾽ ἐν θεαῖσι πρὸς θεῶν ὁρωμένας
412οὔτ᾽ οὖν βροτείοις ἐμφερεῖς μορφώμασι.
413λέγειν δ᾽ ἄμομφον ὄντα τοὺς πέλας κακῶς
414πρόσω δικαίων ἠδ᾽ ἀποστατεῖ θέμις.
ΧΟΡΟΣ
415πεύσει τὰ πάντα συντόμως, Διὸς κόρη.
416ἡμεῖς γάρ ἐσμεν Νυκτὸς αἰανῆς τέκνα.
417Ἀραὶ δ᾽ ἐν οἴκοις γῆς ὑπαὶ κεκλήμεθα.
ἈΘΗΝΑ
418γένος μὲν οἶδα κληδόνας τ᾽ ἐπωνύμους.
ΧΟΡΟΣ
419τιμάς γε μὲν δὴ τὰς ἐμὰς πεύσει τάχα.
ἈΘΗΝΑ
420μάθοιμ᾽ ἄν, εἰ λέγοι τις ἐμφανῆ λόγον.
ΧΟΡΟΣ
421βροτοκτονοῦντας ἐκ δόμων ἐλαύνομεν.
ἈΘΗΝΑ
422καὶ τῷ κτανόντι ποῦ τὸ τέρμα τῆς φυγῆς;
ΧΟΡΟΣ
423ὅπου τὸ χαίρειν μηδαμοῦ νομίζεται.
ἈΘΗΝΑ
424ἦ καὶ τοιαύτας τῷδ᾽ ἐπιρροιζεῖς φυγάς;
ΧΟΡΟΣ
425φονεὺς γὰρ εἶναι μητρὸς ἠξιώσατο.
ἈΘΗΝΑ
426ἄλλαις ἀνάγκαις, ἤ τινος τρέων κότον;
ΧΟΡΟΣ
427ποῦ γὰρ τοσοῦτο κέντρον ὡς μητροκτονεῖν;
ἈΘΗΝΑ
428δυοῖν παρόντοιν ἥμισυς λόγος πάρα.
ΧΟΡΟΣ
429ἀλλ᾽ ὅρκον οὐ δέξαιτ᾽ ἄν, οὐ δοῦναι θέλοι.
ἈΘΗΝΑ
430κλύειν δίκαιος μᾶλλον ἢ πρᾶξαι θέλεις.
ΧΟΡΟΣ
431πῶς δή; δίδαξον: τῶν σοφῶν γὰρ οὐ πένει.
ἈΘΗΝΑ
432ὅρκοις τὰ μὴ δίκαια μὴ νικᾶν λέγω.
ΧΟΡΟΣ
433ἀλλ᾽ ἐξέλεγχε, κρῖνε δ᾽ εὐθεῖαν δίκην.
ἈΘΗΝΑ
434ἦ κἀπ᾽ ἐμοὶ τρέποιτ᾽ ἂν αἰτίας τέλος;
ΧΟΡΟΣ
435πῶς δ᾽ οὔ; σέβουσαί γ᾽ ἀξίαν κἀπ᾽ ἀξίων.
ἈΘΗΝΑ
436τί πρὸς τάδ᾽ εἰπεῖν, ὦ ξέν᾽, ἐν μέρει θέλεις;
437λέξας δὲ χώραν καὶ γένος καὶ ξυμφορὰς
438τὰς σάς, ἔπειτα τόνδ᾽ ἀμυναθοῦ ψόγον:
439εἴπερ πεποιθὼς τῇ δίκῃ βρέτας τόδε
440ἧσαι φυλάσσων ἑστίας ἁμῆς πέλας
441σεμνὸς προσίκτωρ ἐν τρόποις Ἰξίονος:
442τούτοις ἀμείβου πᾶσιν εὐμαθές τί μοι.
ὈΡΕΣΤΗΣ
443ἄνασσ᾽ Ἀθάνα, πρῶτον ἐκ τῶν ὑστάτων
444τῶν σῶν ἐπῶν μέλημ᾽ ἀφαιρήσω μέγα.
445οὐκ εἰμὶ προστρόπαιος, οὐδ᾽ ἔχων μύσος
446πρὸς χειρὶ τἠμῇ τὸ σὸν ἐφεζόμην βρέτας.
447τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα:
448ἄφθογγον εἶναι τὸν παλαμναῖον νόμος,
449ἔς τ᾽ ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου
450σφαγαὶ καθαιμάξωσι νεοθήλου βοτοῦ.
451πάλαι πρὸς ἄλλοις ταῦτ᾽ ἀφιερώμεθα
452οἴκοισι, καὶ βοτοῖσι καὶ ῥυτοῖς πόροις.
453ταύτην μὲν οὕτω φροντίδ᾽ ἐκποδὼν λέγω.
454γένος δὲ τοὐμὸν ὡς ἔχει πεύσει τάχα.
455Ἀργεῖός εἰμι, πατέρα δ᾽ ἱστορεῖς καλῶς,
456Ἀγαμέμνον᾽, ἀνδρῶν ναυβατῶν ἁρμόστορα:
457ξὺν ᾧ σὺ Τροίαν ἄπολιν Ἰλίου πόλιν
458ἔθηκας. ἔφθιθ᾽ οὗτος οὐ καλῶς, μολὼν
459εἰς οἶκον: ἀλλά νιν κελαινόφρων ἐμὴ
460μήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασιν
461κρύψασ᾽, ἃ λουτρῶν ἐξεμαρτύρει φόνον.
462κἀγὼ κατελθών, τὸν πρὸ τοῦ φεύγων χρόνον,
463ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι,
464ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός.
465καὶ τῶνδε κοινῇ Λοξίας ἐπαίτιος,
466ἄλγη προφωνῶν ἀντίκεντρα καρδίᾳ,
467εἰ μή τι τῶνδ᾽ ἔρξαιμι τοὺς ἐπαιτίους.
468σὺ δ᾽ εἰ δικαίως εἴτε μὴ κρῖνον δίκην:
469πράξας γὰρ ἐν σοὶ πανταχῇ τάδ᾽ αἰνέσω.
ἈΘΗΝΑ
470τὸ πρᾶγμα μεῖζον, εἴ τις οἴεται τόδε
471βροτὸς δικάζειν: οὐδὲ μὴν ἐμοὶ θέμις
472φόνου διαιρεῖν ὀξυμηνίτους δίκας:
473ἄλλως τε καὶ σὺ μὲν κατηρτυκὼς ἐμοῖς
474ἱκέτης προσῆλθες καθαρὸς ἀβλαβὴς δόμοις:
475ἐγὼ δ᾽ ἄμομφον ὄντα σ᾽ αἱροῦμαι πόλει.
476αὗται δ᾽ ἔχουσι μοῖραν οὐκ εὐπέμπελον,
477καὶ μὴ τυχοῦσαι πράγματος νικηφόρου,
478χώρᾳ μεταῦθις ἰὸς ἐκ φρονημάτων
The complete text is available when the reading interface loads.
Critical apparatus