Εὐμενίδες
Episode 4
Title variantsΕὐμενίδες · Eumenides · Euménides
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Arthur Sidgwick
- Edition reference
- Aeschyli Tragoediae · Oxford · Clarendon Press · 1902
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg007.local001- Corpus release
- 2.3.0 · 2026-08-31
- Digital source
- View source ↗
- Scholarly catalogues
- Wikidata ↗ · Perseus Catalog ↗ · WorldCat ↗ · L’Année philologique ↗
Episode 4
ἈΠΟΛΛΩΝ
178ἔξω, κελεύω, τῶνδε δωμάτων τάχος
180χωρεῖτ᾽, ἀπαλλάσσεσθε μαντικῶν μυχῶν,
181μὴ καὶ λαβοῦσα πτηνὸν ἀργηστὴν ὄφιν,
182χρυσηλάτου θώμιγγος ἐξορμώμενον,
183ἀνῇς ὑπ᾽ ἄλγους μέλαν᾽ ἀπ᾽ ἀνθρώπων ἀφρόν,
184ἐμοῦσα θρόμβους οὓς ἀφείλκυσας φόνου.
185οὔτοι δόμοισι τοῖσδε χρίμπτεσθαι πρέπει:
186ἀλλ᾽ οὗ καρανιστῆρες ὀφθαλμωρύχοι
187δίκαι σφαγαί τε σπέρματός τ᾽ ἀποφθοραὶ
188παίδων †κακοῦται χλοῦνις, ἠδ᾽ ἀκρωνία,
189λευσμός τε, καὶ μύζουσιν οἰκτισμὸν πολὺν
190ὑπὸ ῥάχιν παγέντες. ἆρ᾽ ἀκούετε
191οἵας ἑορτῆς ἔστ᾽ ἀπόπτυστοι θεοῖς
192στέργηθρ᾽ ἔχουσαι; πᾶς δ᾽ ὑφηγεῖται τρόπος
193μορφῆς. λέοντος ἄντρον αἱματορρόφου
194οἰκεῖν τοιαύτας εἰκός, οὐ χρηστηρίοις
195ἐν τοῖσδε Πυθίοισι τρίβεσθαι μύσος.
196χωρεῖτ᾽ ἄνευ βοτῆρος αἰπολούμεναι.
197ποίμνης τοιαύτης δ᾽ οὔτις εὐφιλὴς θεῶν.
ΧΟΡΟΣ
198ἄναξ Ἄπολλον, ἀντάκουσον ἐν μέρει.
199αὐτὸς σὺ τούτων οὐ μεταίτιος πέλει,
200ἀλλ᾽ εἷς τὸ πᾶν ἔπραξας ὢν παναίτιος.
ἈΠΟΛΛΩΝ
201πῶς δή; τοσοῦτο μῆκος ἔκτεινον λόγου.
ΧΟΡΟΣ
202ἔχρησας ὥστε τὸν ξένον μητροκτονεῖν.
ἈΠΟΛΛΩΝ
203ἔχρησα ποινὰς τοῦ πατρὸς πρᾶξαι. τί μήν;
ΧΟΡΟΣ
204κἄπειθ᾽ ὑπέστης αἵματος δέκτωρ νέου.
ἈΠΟΛΛΩΝ
205καὶ προστραπέσθαι τούσδ᾽ ἐπέστελλον δόμους.
ΧΟΡΟΣ
206καὶ τὰς προπομποὺς δῆτα τάσδε λοιδορεῖς;
ἈΠΟΛΛΩΝ
207οὐ γὰρ δόμοισι τοῖσδε πρόσφορον μολεῖν.
ΧΟΡΟΣ
208ἀλλ᾽ ἔστιν ἡμῖν τοῦτο προστεταγμένον.
ἈΠΟΛΛΩΝ
209τίς ἥδε τιμή; κόμπασον γέρας καλόν.
ΧΟΡΟΣ
210τοὺς μητραλοίας ἐκ δόμων ἐλαύνομεν.
ἈΠΟΛΛΩΝ
211τί γάρ; γυναικὸς ἥτις ἄνδρα νοσφίσῃ;
ΧΟΡΟΣ
212οὐκ ἂν γένοιθ᾽ ὅμαιμος αὐθέντης φόνος.
ἈΠΟΛΛΩΝ
213ἦ κάρτ᾽ ἄτιμα, καὶ παρ᾽ οὐδὲν εἰργάσω
214Ἥρας τελείας καὶ Διὸς πιστώματα.
215Κύπρις δ᾽ ἄτιμος τῷδ᾽ ἀπέρριπται λόγῳ,
216ὅθεν βροτοῖσι γίγνεται τὰ φίλτατα.
217εὐνὴ γὰρ ἀνδρὶ καὶ γυναικὶ μόρσιμος
218ὅρκου ᾽στὶ μείζων τῇ δίκῃ φρουρουμένη.
219εἰ τοῖσιν οὖν κτείνουσιν ἀλλήλους χαλᾷς
220τὸ μὴ τίνεσθαι μηδ᾽ ἐποπτεύειν κότῳ,
221οὔ φημ᾽ Ὀρέστην σ᾽ ἐνδίκως ἀνδρηλατεῖν.
222τὰ μὲν γὰρ οἶδα κάρτα σ᾽ ἐνθυμουμένην,
223τὰ δ᾽ ἐμφανῶς πράσσουσαν ἡσυχαιτέραν.
224δίκας δὲ Παλλὰς τῶνδ᾽ ἐποπτεύσει θεά.
ΧΟΡΟΣ
225τὸν ἄνδρ᾽ ἐκεῖνον οὔ τι μὴ λίπω ποτέ.
ἈΠΟΛΛΩΝ
226σὺ δ᾽ οὖν δίωκε καὶ πόνον πλέω τίθου.
ΧΟΡΟΣ
227τιμὰς σὺ μὴ ξύντεμνε τὰς ἐμὰς λόγῳ.
ἈΠΟΛΛΩΝ
228οὐδ᾽ ἂν δεχοίμην ὥστ᾽ ἔχειν τιμὰς σέθεν.
ΧΟΡΟΣ
229μέγας γὰρ ἔμπας πὰρ Διὸς θρόνοις λέγει:
230ἐγὼ δ᾽, ἄγει γὰρ αἷμα μητρῷον, δίκας
231μέτειμι τόνδε φῶτα κἀκκυνηγετῶ.
ἈΠΟΛΛΩΝ
232ἐγὼ δ᾽ ἀρήξω τὸν ἱκέτην τε ῥύσομαι:
233δεινὴ γὰρ ἐν βροτοῖσι κἀν θεοῖς πέλει
234τοῦ προστροπαίου μῆνις, εἰ προδῶ σφ᾽ ἑκών.
ὈΡΕΣΤΗΣ
235ἄνασσ᾽ Ἀθάνα, Λοξίου κελεύσμασιν
236ἥκω, δέχου δὲ πρευμενῶς ἀλάστορα,
237οὐ προστρόπαιον οὐδ᾽ ἀφοίβαντον χέρα,
238ἀλλ᾽ ἀμβλὺν ἤδη προστετριμμένον τε πρὸς
239ἄλλοισιν οἴκοις καὶ πορεύμασιν βροτῶν.
240ὅμοια χέρσον καὶ θάλασσαν ἐκπερῶν,
241σῴζων ἐφετμὰς Λοξίου χρηστηρίους,
242πρόσειμι δῶμα καὶ βρέτας τὸ σόν, θεά.
243αὐτοῦ φυλάσσων ἀμμενῶ τέλος δίκης.
ΧΟΡΟΣ
244εἶεν: τόδ᾽ ἐστὶ τἀνδρὸς ἐκφανὲς τέκμαρ.
245ἕπου δὲ μηνυτῆρος ἀφθέγκτου φραδαῖς.
246τετραυματισμένον γὰρ ὡς κύων νεβρὸν
247πρὸς αἷμα καὶ σταλαγμὸν ἐκματεύομεν.
248πολλοῖς δὲ μόχθοις ἀνδροκμῆσι φυσιᾷ
249σπλάγχνον: χθονὸς γὰρ πᾶς πεποίμανται τόπος,
250ὑπέρ τε πόντον ἀπτέροις ποτήμασιν
251ἦλθον διώκουσ᾽, οὐδὲν ὑστέρα νεώς.
252καὶ νῦν ὅδ᾽ ἐνθάδ᾽ ἐστί που καταπτακών.
253ὀσμὴ βροτείων αἱμάτων με προσγελᾷ.
Lyric 1
ΧΟΡΟΣ
254ὅρα ὅρα μάλ᾽ αὖ,
255λεῦσσέ τε πάντα, μὴ
256λάθῃ φύγδα βὰς
The complete text is available when the reading interface loads.
Critical apparatus