Εὐμενίδες
Episode 8
Title variantsΕὐμενίδες · Eumenides · Euménides
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Arthur Sidgwick
- Edition reference
- Aeschyli Tragoediae · Oxford · Clarendon Press · 1902
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg007.local001- Corpus release
- 2.3.0 · 2026-08-31
- Digital source
- View source ↗
- Scholarly catalogues
- Wikidata ↗ · Perseus Catalog ↗ · WorldCat ↗ · L’Année philologique ↗
Episode 8
ἈΘΗΝΑ
566κήρυσσε, κῆρυξ, καὶ στρατὸν κατειργαθοῦ,
567ἥ τ᾽ οὖν διάτορος <αἰθέρος> Τυρσηνικὴ
568σάλπιγξ βροτείου πνεύματος πληρουμένη,
569ὑπέρτονον γήρυμα φαινέτω στρατῷ.
570πληρουμένου γὰρ τοῦδε βουλευτηρίου
571σιγᾶν ἀρήγει καὶ μαθεῖν θεσμοὺς ἐμοὺς
572πόλιν τε πᾶσαν ἐς τὸν αἰανῆ χρόνον
573καὶ τούσδ᾽, ὅπως ἂν εὖ διαγνωσθῇ δίκη.
ΧΟΡΟΣ
574ἄναξ Ἄπολλον, ὧν ἔχεις αὐτὸς κράτει.
575τί τοῦδε σοὶ μέτεστι πράγματος λέγε.
ἈΠΟΛΛΩΝ
576καὶ μαρτυρήσων ἦλθον—ἔστι γὰρ νόμῳ
577ἱκέτης ὅδ᾽ ἁνὴρ καὶ δόμων ἐφέστιος
578ἐμῶν, φόνου δὲ τοῦδ᾽ ἐγὼ καθάρσιοσ—
579καὶ ξυνδικήσων αὐτός: αἰτίαν δ᾽ ἔχω
580τῆς τοῦδε μητρὸς τοῦ φόνου. σὺ δ᾽ εἴσαγε
581ὅπως <τ᾽> ἐπίστᾳ τήνδε κύρωσον δίκην.
ἈΘΗΝΑ
582ὑμῶν ὁ μῦθος, εἰσάγω δὲ τὴν δίκην.
583ὁ γὰρ διώκων πρότερος ἐξ ἀρχῆς λέγων
584γένοιτ᾽ ἂν ὀρθῶς πράγματος διδάσκαλος.
ΧΟΡΟΣ
585πολλαὶ μέν ἐσμεν, λέξομεν δὲ συντόμως.
586ἔπος δ᾽ ἀμείβου πρὸς ἔπος ἐν μέρει τιθείς.
587τὴν μητέρ᾽ εἰπὲ πρῶτον εἰ κατέκτονας.
ὈΡΕΣΤΗΣ
588ἔκτεινα: τούτου δ᾽ οὔτις ἄρνησις πέλει.
ΧΟΡΟΣ
589ἓν μὲν τόδ᾽ ἤδη τῶν τριῶν παλαισμάτων.
ὈΡΕΣΤΗΣ
590οὐ κειμένῳ πω τόνδε κομπάζεις λόγον.
ΧΟΡΟΣ
591εἰπεῖν γε μέντοι δεῖ σ᾽ ὅπως κατέκτανες.
ὈΡΕΣΤΗΣ
592λέγω: ξιφουλκῷ χειρὶ πρὸς δέρην τεμών.
ΧΟΡΟΣ
593πρὸς τοῦ δ᾽ ἐπείσθης καὶ τίνος βουλεύμασι;
ὈΡΕΣΤΗΣ
594τοῖς τοῦδε θεσφάτοισι: μαρτυρεῖ δέ μοι.
ΧΟΡΟΣ
595ὁ μάντις ἐξηγεῖτό σοι μητροκτονεῖν;
ὈΡΕΣΤΗΣ
596καὶ δεῦρό γ᾽ ἀεὶ τὴν τύχην οὐ μέμφομαι.
ΧΟΡΟΣ
597ἀλλ᾽ εἴ σε μάρψει ψῆφος, ἄλλ᾽ ἐρεῖς τάχα.
ὈΡΕΣΤΗΣ
598πέποιθ᾽, ἀρωγὰς δ᾽ ἐκ τάφου πέμψει πατήρ.
ΧΟΡΟΣ
599νεκροῖσί νυν πέπισθι μητέρα κτανών.
ὈΡΕΣΤΗΣ
600δυοῖν γὰρ εἶχε προσβολὰς μιασμάτοιν.
ΧΟΡΟΣ
601πῶς δή; δίδαξον τοὺς δικάζοντας τάδε.
ὈΡΕΣΤΗΣ
602ἀνδροκτονοῦσα πατέρ᾽ ἐμὸν κατέκτανε.
ΧΟΡΟΣ
603τοιγὰρ σὺ μὲν ζῇς, ἡ δ᾽ ἐλευθέρα φόνῳ.
ὈΡΕΣΤΗΣ
604τί δ᾽ οὐκ ἐκείνην ζῶσαν ἤλαυνες φυγῇ;
ΧΟΡΟΣ
605οὐκ ἦν ὅμαιμος φωτὸς ὃν κατέκτανεν.
ὈΡΕΣΤΗΣ
606ἐγὼ δὲ μητρὸς τῆς ἐμῆς ἐν αἵματι;
ΧΟΡΟΣ
607πῶς γάρ σ᾽ ἔθρεψεν ἐντός, ὦ μιαιφόνε,
608ζώνης; ἀπεύχι μητρὸς αἷμα φίλτατον;
ὈΡΕΣΤΗΣ
609ἤδη σὺ μαρτύρησον. ἐξηγοῦ δέ μοι,
610Ἄπολλον, εἴ σφε σὺν δίκῃ κατέκτανον.
611δρᾶσαι γὰρ ὥσπερ ἐστὶν οὐκ ἀρνούμεθα:
612ἀλλ᾽ εἰ δικαίως εἴτε μὴ τῇ σῇ φρενὶ
613δοκεῖ τόδ᾽ αἷμα, κρῖνον, ὡς τούτοις φράσω.
ἈΠΟΛΛΩΝ
614λέξω πρὸς ὑμᾶς τόνδ᾽ Ἀθηναίας μέγαν
615θεσμὸν δικαίως, μάντις ὢν δ᾽ οὐ ψεύσομαι.
616οὐπώποτ᾽ εἶπον μαντικοῖσιν ἐν θρόνοις,
617οὐκ ἀνδρός, οὐ γυναικός, οὐ πόλεως πέρι,
618ὃ μὴ κελεύσαι Ζεὺς Ὀλυμπίων πατήρ.
619τὸ μὲν δίκαιον τοῦθ᾽ ὅσον σθένει μαθεῖν,
620βουλῇ πιφαύσκω δ᾽ ὔμμ᾽ ἐπισπέσθαι πατρός.
621ὅρκος γὰρ οὔτι Ζηνὸς ἰσχύει πλέον.
ΧΟΡΟΣ
622Ζεύς, ὡς λέγεις σύ, τόνδε χρησμὸν ὤπασε,
623φράζειν Ὀρέστῃ τῷδε, τὸν πατρὸς φόνον
624πράξαντα μητρὸς μηδαμοῦ τιμὰς νέμειν;
ἈΠΟΛΛΩΝ
625οὐ γάρ τι ταὐτὸν ἄνδρα γενναῖον θανεῖν
626διοσδότοις σκήπτροισι τιμαλφούμενον,
627καὶ ταῦτα πρὸς γυναικός, οὔ τι θουρίοις
628τόξοις ἑκηβόλοισιν, ὥστ᾽ Ἀμαζόνος,
629ἀλλ᾽ ὡς ἀκούσει, Παλλὰς οἵ τ᾽ ἐφήμενοι
630ψήφῳ διαιρεῖν τοῦδε πράγματος πέρι.
631ἀπὸ στρατείας γάρ νιν ἠμποληκότα
632†τὰ πλεῖστ᾽ ἄμεινον εὔφροσιν δεδεγμένη,
633δροίτῃ περῶντι λουτρὰ κἀπὶ τέρματι
634φᾶρος παρεσκήνωσεν†, ἐν δ᾽ ἀτέρμονι
635κόπτει πεδήσασ᾽ ἄνδρα δαιδάλῳ πέπλῳ.
636ἀνδρὸς μὲν ὑμῖν οὗτος εἴρηται μόρος
637τοῦ παντοσέμνου, τοῦ στρατηλάτου νεῶν.
638ταύτην τοιαύτην εἶπον, ὡς δηχθῇ λεώς,
639ὅσπερ τέτακται τήνδε κυρῶσαι δίκην.
ΧΟΡΟΣ
640πατρὸς προτιμᾷ Ζεὺς μόρον τῷ σῷ λόγῳ:
641αὐτὸς δ᾽ ἔδησε πατέρα πρεσβύτην Κρόνον.
642πῶς ταῦτα τούτοις οὐκ ἐναντίως λέγεις;
643ὑμᾶς δ᾽ ἀκούειν ταῦτ᾽ ἐγὼ μαρτύρομαι.
ἈΠΟΛΛΩΝ
644ὦ…
645πέδ…
The complete text is available when the reading interface loads.
Critical apparatus