The Greek Library Author

Aeschylus

Εὐμενίδες

Choral 5

Title variantsΕὐμενίδες · Eumenides · Euménides

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Arthur Sidgwick
Edition reference
Aeschyli Tragoediae · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg007.local001
Corpus release
2.3.0 · 2026-08-31
Digital source
View source ↗

Choral 5

ΧΟΡΟΣ

299οὔτοι σ᾽ Ἀπόλλων οὐδ᾽ Ἀθηναίας σθένος

300ῥύσαιτ᾽ ἂν ὥστε μὴ οὐ παρημελημένον

301ἔρρειν, τὸ χαίρειν μὴ μαθόνθ᾽ ὅπου φρενῶν,

302ἀναίματον βόσκημα δαιμόνων, σκιάν.

303οὐδ᾽ ἀντιφωνεῖς, ἀλλ᾽ ἀποπτύεις λόγους,

304ἐμοὶ τραφείς τε καὶ καθιερωμένος;

305καὶ ζῶν με δαίσεις οὐδὲ πρὸς βωμῷ σφαγείς:

306ὕμνον δ᾽ ἀκούσει τόνδε δέσμιον σέθεν.

Anapests 1

ΧΟΡΟΣ

307ἄγε δὴ καὶ χορὸν ἅψωμεν, ἐπεὶ

308μοῦσαν στυγερὰν

309ἀποφαίνεσθαι δεδόκηκεν,

310λέξαι τε λάχη τὰ κατ᾽ ἀνθρώπους

311ὡς ἐπινωμᾷ στάσις ἁμά.

312εὐθυδίκαιοι δ᾽ οἰόμεθ᾽ εἶναι:

313τὸν μὲν καθαρὰς χεῖρας προνέμοντ᾽

314οὔτις ἐφέρπει μῆνις ἀφ᾽ ἡμῶν,

315ἀσινὴς δ᾽ αἰῶνα διοιχνεῖ:

316ὅστις δ᾽ ἀλιτὼν ὥσπερ ὅδ᾽ ἁνὴρ

317χεῖρας φονίας ἐπικρύπτει,

318μάρτυρες ὀρθαὶ τοῖσι θανοῦσιν

319παραγιγνόμεναι πράκτορες αἵματος

320αὐτῷ τελέως ἐφάνημεν.

Strophe 1

ΧΟΡΟΣ

321μᾶτερ ἅ μ᾽ ἔτικτες, ὦ μᾶτερ

322Νύξ, ἀλαοῖσι καὶ δεδορκόσιν

323ποινάν, κλῦθ᾽. ὁ Λατοῦς γὰρ ἶ-

324νίς μ᾽ ἄτιμον τίθησιν

325τόνδ᾽ ἀφαιρούμενος

326πτῶκα, ματρῷον ἅγ-

327νισμα κύριον φόνου.

Ephymnion 1

ΧΟΡΟΣ

328ἐπὶ δὲ τῷ τεθυμένῳ

329τόδε μέλος, παρακοπά,

330παραφορὰ φρενοδαλής,

331ὕμνος ἐξ Ἐρινύων,

332δέσμιος φρενῶν, ἀφόρ-

333μικτος, αὐονὰ βροτοῖς.

Antistrophe 1

ΧΟΡΟΣ

334τοῦτο γὰρ λάχος διανταία

335Μοῖρ᾽ ἐπέκλωσεν ἐμπέδως ἔχειν,

336θνατῶν τοῖσιν αὐτουργίαι

337ξυμπέσωσιν μάταιοι,

338τοῖς ὁμαρτεῖν, ὄφρ᾽ ἂν

339γᾶν ὑπέλθῃ: θανὼν δ᾽

340οὐκ ἄγαν ἐλεύθερος.

Ephymnion 1

ΧΟΡΟΣ

341ἐπὶ δὲ τῷ τεθυμένῳ

342τόδε μέλος, παρακοπά,

343παραφορὰ φρενοδαλής,

344ὕμνος ἐξ Ἐρινύων,

345δέσμιος φρενῶν, ἀφόρ-

346μικτος, αὐονὰ βροτοῖς.

Strophe 2

ΧΟΡΟΣ

347γιγνομέναισι λάχη τάδ᾽ ἐφ᾽ ἁμὶν ἐκράνθη,

350ἀθανάτων δ᾽ ἀπέχειν χέρας, οὐδέ τις ἐστὶ

351ξυνδαίτωρ μετάκοινος.

352παλλεύκων δὲ πέπλων ἀνέορτος ἄκληρος ἐτύχθην.

Ephymnion 2

ΧΟΡΟΣ

354δωμάτων γὰρ εἱλόμαν

355ἀνατροπάς: ὅταν Ἄρης

356τιθασὸς ὢν φίλον ἕλῃ,

357ἐπὶ τὸν ὧδ᾽ ἱέμεναι

358κρατερὸν ὄνθ᾽ ὅμως ἀμαυ-

359ροῦμεν [ὑφ᾽] αἵματος νέου.>

Antistrophe 2

ΧΟΡΟΣ

360σπευδομένα δ᾽ ἀφελεῖν

361τινὰ τάσδε μερίμνας,

362θεῶν δ᾽ ἀτέλειαν ἐμαῖς

363μελέταις ἐπικραίνειν,

364μηδ᾽ εἰς ἄγκρισιν ἐλθεῖν—

365Ζεὺς δ᾽ αἱμοσταγὲς ἀξ-

366ιόμισον ἔθνος τόδε λέσχας

367ἇς ἀπηξιώσατο—

368μάλα γὰρ οὖν ἁλομένα

369ἀνέκαθεν βαρυπεσῆ

370καταφέρω ποδὸς ἀκμάν,

371σφαλερὰ τανυδρόμοις <ὅμως>

372κῶλα, δύσφορον μάταν.

Strophe 3

ΧΟΡΟΣ

373δόξαι τ᾽ ἀνδρῶν καὶ μάλ᾽ ὑπ᾽ αἰθέρι σεμναὶ

374τακόμεναι κατὰ γᾶν μινύθουσιν ἄτιμοι

375ἁμετέραις ἐφόδοις μελανείμοσιν, ὀρχησ-

376μοῖς τ᾽ ἐπιφθόνοις ποδός.

Antistrophe 3

ΧΟΡΟΣ

377πίπτων δ᾽ οὐκ οἶδεν τόδ᾽ ὑπ᾽ ἄφρονι λύμᾳ:

378τοῖον [γὰρ] ἐπὶ κνέφας ἀνδρὶ μύσος πεπόταται,

379καὶ δνοφεράν τιν᾽ ἀχλὺν κατὰ δώματος αὐδᾶ-

380ται πολύστονος φάτις.

Strophe 4

ΧΟΡΟΣ

381μένει γάρ: εὐμήχανοί

382τε καὶ τέλειοι, κακῶν

383τε μνήμονες, σεμναὶ

384καὶ δυσπαρήγοροι βροτοῖς,

385ἄτιμ᾽ ἀτίετα διόμεναι

386λάχη θεῶν διχοστατοῦντ᾽ ἀνηλίῳ

387λάμπᾳ, †δυσοδοπαίπαλα

388δερκομένοισι καὶ δυσομμάτοις ὁμῶς.

Antistrophe 4

ΧΟΡΟΣ

389τίς οὖν τάδ᾽ οὐχ ἅζεταί

390τε καὶ δέδοικεν βροτῶν,

391ἐμοῦ κλύων θεσμὸν

392τὸν μοιρόκραντον ἐκ θεῶν

393δοθέντα τέλεον; ἔτι δέ μοι

394<μένει> γέρας παλαιόν, οὐδ᾽ ἀτιμίας

395κύρω, καίπερ ὑπὸ χθόνα

396τάξιν ἔχουσα καὶ δυσήλιον κνέφας.