Εὐμενίδες
Episode 2
Title variantsΕὐμενίδες · Eumenides · Euménides
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Arthur Sidgwick
- Edition reference
- Aeschyli Tragoediae · Oxford · Clarendon Press · 1902
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg007.local001- Corpus release
- 2.3.0 · 2026-08-31
- Digital source
- View source ↗
- Scholarly catalogues
- Wikidata ↗ · Perseus Catalog ↗ · WorldCat ↗ · L’Année philologique ↗
Episode 2
ΠΥΘΙΑΣ
1Πρῶτον μὲν εὐχῇ τῇδε πρεσβεύω θεῶν
2τὴν πρωτόμαντιν Γαῖαν: ἐκ δὲ τῆς Θέμιν,
3ἣ δὴ τὸ μητρὸς δευτέρα τόδ᾽ ἕζετο
4μαντεῖον, ὡς λόγος τις: ἐν δὲ τῷ τρίτῳ
5λάχει, θελούσης, οὐδὲ πρὸς βίαν τινός,
6Τιτανὶς ἄλλη παῖς Χθονὸς καθέζετο,
7Φοίβη: δίδωσι δ᾽ ἣ γενέθλιον δόσιν
8Φοίβῳ: τὸ Φοίβης δ᾽ ὄνομ᾽ ἔχει παρώνυμον.
9λιπὼν δὲ λίμνην Δηλίαν τε χοιράδα,
10κέλσας ἐπ᾽ ἀκτὰς ναυπόρους τὰς Παλλάδος,
11ἐς τήνδε γαῖαν ἦλθε Παρνησοῦ θ᾽ ἕδρας.
12πέμπουσι δ᾽ αὐτὸν καὶ σεβίζουσιν μέγα
13κελευθοποιοὶ παῖδες Ἡφαίστου, χθόνα
14ἀνήμερον τιθέντες ἡμερωμένην.
15μολόντα δ᾽ αὐτὸν κάρτα τιμαλφεῖ λεώς,
16Δελφός τε χώρας τῆσδε πρυμνήτης ἄναξ.
17τέχνης δέ νιν Ζεὺς ἔνθεον κτίσας φρένα
18ἵζει τέταρτον τοῖσδε μάντιν ἐν θρόνοις:
19Διὸς προφήτης δ᾽ ἐστὶ Λοξίας πατρός.
20τούτους ἐν εὐχαῖς φροιμιάζομαι θεούς.
21Παλλὰς προναία δ᾽ ἐν λόγοις πρεσβεύεται.
22σέβω δὲ νύμφας, ἔνθα Κωρυκὶς πέτρα
23κοίλη, φίλορνις, δαιμόνων ἀναστροφή:
24Βρόμιος ἔχει τὸν χῶρον, οὐδ᾽ ἀμνημονῶ,
25ἐξ οὗτε Βάκχαις ἐστρατήγησεν θεός,
26λαγὼ δίκην Πενθεῖ καταρράψας μόρον:
27Πλειστοῦ τε πηγὰς καὶ Ποσειδῶνος κράτος
28καλοῦσα καὶ τέλειον ὕψιστον Δία,
29ἔπειτα μάντις ἐς θρόνους καθιζάνω.
30καὶ νῦν τυχεῖν με τῶν πρὶν εἰσόδων μακρῷ
31ἄριστα δοῖεν: κεἰ παρ᾽ Ἑλλήνων τινές,
32ἴτων πάλῳ λαχόντες, ὡς νομίζεται.
33μαντεύομαι γὰρ ὡς ἂν ἡγῆται θεός.
34ἦ δεινὰ λέξαι, δεινὰ δ᾽ ὀφθαλμοῖς δρακεῖν,
35πάλιν μ᾽ ἔπεμψεν ἐκ δόμων τῶν Λοξίου,
36ὡς μήτε σωκεῖν μήτε μ᾽ ἀκταίνειν βάσιν:
37τρέχω δὲ χερσίν, οὐ ποδωκείᾳ σκελῶν.
38δείσασα γὰρ γραῦς οὐδέν, ἀντίπαις μὲν οὖν.
39ἐγὼ μὲν ἕρπω πρὸς πολυστεφῆ μυχόν:
40ὁρῶ δ᾽ ἐπ᾽ ὀμφαλῷ μὲν ἄνδρα θεομυσῆ
41ἕδραν ἔχοντα προστρόπαιον, αἵματι
42στάζοντα χεῖρας καὶ νεοσπαδὲς ξίφος
43ἔχοντ᾽ ἐλαίας θ᾽ ὑψιγέννητον κλάδον,
44λήνει μεγίστῳ σωφρόνως ἐστεμμένον,
45ἀργῆτι μαλλῷ: τῇδε γὰρ τρανῶς ἐρῶ.
46πρόσθεν δὲ τἀνδρὸς τοῦδε θαυμαστὸς λόχος
47εὕδει γυναικῶν ἐν θρόνοισιν ἥμενος.
48οὔτοι γυναῖκας, ἀλλὰ Γοργόνας λέγω,
49οὐδ᾽ αὖτε Γοργείοισιν εἰκάσω τύποις.
50εἶδόν ποτ᾽ ἤδη Φινέως γεγραμμένας
51δεῖπνον φερούσας: ἄπτεροί γε μὴν ἰδεῖν
52αὗται, μέλαιναι δ᾽ ἐς τὸ πᾶν βδελύκτροποι:
53ῥέγκουσι δ᾽ οὐ πλατοῖσι φυσιάμασιν:
54ἐκ δ᾽ ὀμμάτων λείβουσι δυσφιλῆ λίβα:
55καὶ κόσμος οὔτε πρὸς θεῶν ἀγάλματα
56φέρειν δίκαιος οὔτ᾽ ἐς ἀνθρώπων στέγας.
57τὸ φῦλον οὐκ ὄπωπα τῆσδ᾽ ὁμιλίας
58οὐδ᾽ ἥτις αἶα τοῦτ᾽ ἐπεύχεται γένος
59τρέφουσ᾽ ἀνατὶ μὴ μεταστένειν πόνον.
60τἀντεῦθεν ἤδη τῶνδε δεσπότῃ δόμων
61αὐτῷ μελέσθω Λοξίᾳ μεγασθενεῖ.
62ἰατρόμαντις δ᾽ ἐστὶ καὶ τερασκόπος
63καὶ τοῖσιν ἄλλοις δωμάτων καθάρσιος.
ἈΠΟΛΛΩΝ
64οὔτοι προδώσω: διὰ τέλους δέ σοι φύλαξ
65ἐγγὺς παρεστὼς καὶ πρόσω δ᾽ ἀποστατῶν
66ἐχθροῖσι τοῖς σοῖς οὐ γενήσομαι πέπων.
67καὶ νῦν ἁλούσας τάσδε τὰς μάργους ὁρᾷς:
68ὕπνῳ πεσοῦσαι δ᾽ αἱ κατάπτυστοι κόραι,
69γραῖαι παλαιαὶ παῖδες, αἷς οὐ μίγνυται
70θεῶν τις οὐδ᾽ ἄνθρωπος οὐδὲ θήρ ποτε:
71κακῶν δ᾽ ἕκατι κἀγένοντ᾽, ἐπεὶ κακὸν
72σκότον νέμονται Τάρταρόν θ᾽ ὑπὸ χθονός,
73μισήματ᾽ ἀνδρῶν καὶ θεῶν Ὀλυμπίων.
74ὅμως δὲ φεῦγε μηδὲ μαλθακὸς γένῃ.
75ἐλῶσι γάρ σε καὶ δι᾽ ἠπείρου μακρᾶς
76†βιβῶντ᾽ ἀν᾽ ἀεὶ† τὴν πλανοστιβῆ χθόνα
77ὑπέρ τε πόντον καὶ περιρρύτας πόλεις.
78καὶ μὴ πρόκαμνε τόνδε βουκολούμενος
79πόνον: μολὼν δὲ Παλλάδος ποτὶ πτόλιν
80ἵζου παλαιὸν ἄγκαθεν λαβὼν βρέτας.
81κἀκεῖ δικαστὰς τῶνδε καὶ θελκτηρίους
82μύθους ἔχοντες μηχανὰς εὑρήσομεν,
83ὥστ᾽ ἐς τὸ πᾶν σε τῶνδ᾽ ἀπαλλάξαι πόνων.
84καὶ γὰρ κτανεῖν σ᾽ ἔπεισα μητρῷον δέμας.
ὈΡΕΣΤΗΣ
85ἄναξ Ἄπολλον, οἶσθα μὲν τὸ μὴ ᾽δικεῖν:
86ἐπεὶ δ᾽ ἐπίστᾳ, καὶ τὸ μὴ ᾽μελεῖν μάθε.
87σθένος δὲ ποιεῖν εὖ φερέγγυον τὸ σόν.
ἈΠΟΛΛΩΝ
88μέμνησο, μὴ φόβος σὲ νικάτω φρένας.
89σὺ δ᾽, αὐτάδελφον αἷμα καὶ κοινοῦ πατρός,
90Ἑρμῆ, φύλασσε: κάρτα δ᾽ ὢν ἐπώνυμος
91πομπαῖος…
92…
The complete text is available when the reading interface loads.
Critical apparatus