The Greek Library Author

Aeschylus

Εὐμενίδες

Choral 9

Title variantsΕὐμενίδες · Eumenides · Euménides

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Arthur Sidgwick
Edition reference
Aeschyli Tragoediae · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg007.local001
Corpus release
2.3.0 · 2026-08-31
Digital source
View source ↗

Choral 9

Strophe 1

ΧΟΡΟΣ

778ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους

779καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου.

780ἐγὼ δ᾽ ἄτιμος ἁ τάλαινα βαρύκοτος

781ἐν γᾷ τᾷδε, φεῦ,

782ἰὸν ἰὸν ἀντιπενθῆ

783μεθεῖσα καρδίας, σταλαγμὸν χθονὶ

784ἄφορον: ἐκ δὲ τοῦ

785λειχὴν ἄφυλλος, ἄτεκνος,

786ἰὼ δίκα, πέδον ἐπισύμενος

787βροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ.

788στενάζω; τί ῥέξω;

789γελῶμαι: δύσοιστα.

790πολίταις ἔπαθον:

791ἰὼ μεγάλα τοι κόραι δυστυχεῖς

792Νυκτὸς ἀτιμοπενθεῖς.

ἈΘΗΝΑ

793ἐμοὶ πίθεσθε μὴ βαρυστόνως φέρειν.

795οὐ γὰρ νενίκησθ᾽, ἀλλ᾽ ἰσόψηφος δίκη

796ἐξῆλθ᾽ ἀληθῶς, οὐκ ἀτιμίᾳ σέθεν:

797ἀλλ᾽ ἐκ Διὸς γὰρ λαμπρὰ μαρτύρια παρῆν,

798αὐτός θ᾽ ὁ χρήσας αὐτὸς ἦν ὁ μαρτυρῶν,

799ὡς ταῦτ᾽ Ὀρέστην δρῶντα μὴ βλάβας ἔχειν.

800ὑμεῖς δὲ μὴ θυμοῦσθε μηδὲ τῇδε γῇ

801βαρὺν κότον σκήψητε, μηδ᾽ ἀκαρπίαν

802τεύξητ᾽, ἀφεῖσαι †δαιμόνων σταλάγματα,

803βρωτῆρας αἰχμὰς σπερμάτων ἀνημέρους.

804ἐγὼ γὰρ ὑμῖν πανδίκως ὑπίσχομαι

805ἕδρας τε καὶ κευθμῶνας ἐνδίκου χθονὸς

806λιπαροθρόνοισιν ἡμένας ἐπ᾽ ἐσχάραις

807ἕξειν ὑπ᾽ ἀστῶν τῶνδε τιμαλφουμένας.

Antistrophe 1

ΧΟΡΟΣ

808ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους

809καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου.

810ἐγὼ δ᾽ ἄτιμος ἁ τάλαινα βαρύκοτος

811ἐν γᾷ τᾷδε, φεῦ,

812ἰὸν ἰὸν ἀντιπενθῆ

813μεθεῖσα καρδίας, σταλαγμὸν χθονὶ

814ἄφορον: ἐκ δὲ τοῦ

815λειχὴν ἄφυλλος, ἄτεκνος,

816ἰὼ δίκα, πέδον ἐπισύμενος

817βροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ.

818στενάζω; τί ῥέξω;

819γελῶμαι: δύσοιστα

820πολίταις ἔπαθον:

821ἰὼ μεγάλα τοι κόραι δυστυχεῖς

822Νυκτὸς ἀτιμοπενθεῖς.

ἈΘΗΝΑ

823οὐκ ἔστ᾽ ἄτιμοι, μηδ᾽ ὑπερθύμως ἄγαν

824θεαὶ βροτῶν στήσητε δύσκηλον χθόνα.

825κἀγὼ πέποιθα Ζηνί, καὶ τί δεῖ λέγειν;

826καὶ κλῇδας οἶδα δώματος μόνη θεῶν,

827ἐν ᾧ κεραυνός ἐστιν ἐσφραγισμένος:

828ἀλλ᾽ οὐδὲν αὐτοῦ δεῖ: σὺ δ᾽ εὐπιθὴς ἐμοὶ

830γλώσσης ματαίας μὴ ᾽κβάλῃς ἔπη χθονί,

831καρπὸν φέροντα πάντα μὴ πράσσειν καλῶς.

832κοίμα κελαινοῦ κύματος πικρὸν μένος

833ὡς σεμνότιμος καὶ ξυνοικήτωρ ἐμοί:

834πολλῆς δὲ χώρας τῆσδ᾽ ἔτ᾽ ἀκροθίνια

835θύη πρὸ παίδων καὶ γαμηλίου τέλους

836ἔχουσ᾽ ἐς αἰεὶ τόνδ᾽ ἐπαινέσεις λόγον.

Strophe 2

ΧΟΡΟΣ

837ἐμὲ παθεῖν τάδε, φεῦ,

838ἐμὲ παλαιόφρονα κατά τε γᾶς οἰκεῖν,

839φεῦ, ἀτίετον μύσος.

840πνέω τοι μένος ἅπαντά τε κότον.

841οἰοῖ δᾶ, φεῦ.

842τίς μ᾽ ὑποδύεται, τίς ὀδύνα πλευράς;

843θυμὸν ἄιε, μᾶτερ

845Νύξ: ἀπὸ γάρ με τι-

846μᾶν δαναιᾶν θεῶν

847δυσπάλαμοι παρ᾽ οὐδὲν ἦραν δόλοι.

ἈΘΗΝΑ

848ὀργὰς ξυνοίσω σοι: γεραιτέρα γὰρ εἶ.

849καὶ τῷ μὲν <εἶ> σὺ κάρτ᾽ ἐμοῦ σοφωτέρα,

850φρονεῖν δὲ κἀμοὶ Ζεὺς ἔδωκεν οὐ κακῶς.

851ὑμεῖς δ᾽ ἐς ἀλλόφυλον ἐλθοῦσαι χθόνα

852γῆς τῆσδ᾽ ἐρασθήσεσθε: προυννέπω τάδε.

853οὑπιρρέων γὰρ τιμιώτερος χρόνος

854ἔσται πολίταις τοῖσδε. καὶ σὺ τιμίαν

855ἕδραν ἔχουσα πρὸς δόμοις Ἐρεχθέως

856τεύξει παρ᾽ ἀνδρῶν καὶ γυναικείων στόλων,

857ὅσων παρ᾽ ἄλλων οὔποτ᾽ ἂν σχέθοις βροτῶν.

858σὺ δ᾽ ἐν τόποισι τοῖς ἐμοῖσι μὴ βάλῃς

859μήθ᾽ αἱματηρὰς θηγάνας, σπλάγχνων βλάβας

860νέων, ἀοίνοις ἐμμανεῖς θυμώμασι,

861μήτ᾽, ἐξελοῦσ᾽ ὡς καρδίαν ἀλεκτόρων,

862ἐν τοῖς ἐμοῖς ἀστοῖσιν ἱδρύσῃς Ἄρη

863ἐμφύλιόν τε καὶ πρὸς ἀλλήλους θρασύν.

864θυραῖος ἔστω πόλεμος, οὐ μόλις παρών,

865ἐν ᾧ τις ἔσται δεινὸς εὐκλείας ἔρως:

866ἐνοικίου δ᾽ ὄρνιθος οὐ λέγω μάχην.

867τοιαῦθ᾽ ἑλέσθαι σοι πάρεστιν ἐξ ἐμοῦ,

868εὖ δρῶσαν, εὖ πάσχουσαν, εὖ τιμωμένην

869χώρας μετασχεῖν τῆσδε θεοφιλεστάτης.

Antistrophe 2

ΧΟΡΟΣ

870ἐμὲ παθεῖν τάδε, φεῦ,

871ἐμὲ παλαιόφρονα κατά τε γᾶς οἰκεῖν,

872φεῦ, ἀτίετον μύσος.

873πνέω τοι μένος ἅπαντά τε κότον.

874οἰοῖ δᾶ, φεῦ.

875τίς μ᾽ ὑποδύεται, τίς…

The complete text is available when the reading interface loads.