Χοηφóρoι
Episode 10
Title variantsΧοηφóρoι · Choephoroe · Libation Bearers · Choéphores · Choephores · Χοηφόροι
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Arthur Sidgwick
- Edition reference
- Aeschyli Tragoediae · Oxford · Clarendon Press · 1902
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg006.local001- Corpus release
- 2.3.0 · 2026-08-31
- Digital source
- View source ↗
- Scholarly catalogues
- Wikidata ↗ · Perseus Catalog ↗ · WorldCat ↗ · L’Année philologique ↗
Episode 10
ΑΙΓΙΣΘΟΣ
838ἥκω μὲν οὐκ ἄκλητος, ἀλλ᾽ ὑπάγγελος:
839νέαν φάτιν δὲ πεύθομαι λέγειν τινὰς
840ξένους μολόντας οὐδαμῶς ἐφίμερον,
841μόρον δ᾽ Ὀρέστου. καὶ τόδ᾽ ἀμφέρειν δόμοις
842γένοιτ᾽ ἂν ἄχθος δειματοσταγὲς φόνῳ
843τῷ πρόσθεν ἑλκαίνουσι καὶ δεδηγμένοις.
844πῶς ταῦτ᾽ ἀληθῆ καὶ βλέποντα δοξάσω;
845ἢ πρὸς γυναικῶν δειματούμενοι λόγοι
846πεδάρσιοι θρῴσκουσι, θνῄσκοντες μάτην;
847τί τῶνδ᾽ ἂν εἴποις ὥστε δηλῶσαι φρενί;
ΧΟΡΟΣ
848ἠκούσαμεν μέν, πυνθάνου δὲ τῶν ξένων
849ἔσω παρελθών. οὐδὲν ἀγγέλων σθένος
850ὡς αὐτὸν αὐτῶν ἄνδρα πεύθεσθαι πάρα.
ΑἸΓΙΣΘΟΣ
851ἰδεῖν ἐλέγξαι τ᾽ αὖ θέλω τὸν ἄγγελον,
852εἴτ᾽ αὐτὸς ἦν θνῄσκοντος ἐγγύθεν παρών,
853εἴτ᾽ ἐξ ἀμαυρᾶς κληδόνος λέγει μαθών.
854οὔτοι φρέν᾽ ἂν κλέψειεν ὠμματωμένην.
Anapests 1
ΧΟΡΟΣ
855Ζεῦ Ζεῦ, τί λέγω, πόθεν ἄρξωμαι
856τάδ᾽ ἐπευχομένη κἀπιθεάζουσ᾽,
857ὑπὸ δ᾽ εὐνοίας
858πῶς ἴσον εἰποῦσ᾽ ἀνύσωμαι;
859νῦν γὰρ μέλλουσι μιανθεῖσαι
860πειραὶ κοπάνων ἀνδροδαΐκτων
861ἢ πάνυ θήσειν Ἀγαμεμνονίων
862οἴκων ὄλεθρον διὰ παντός,
863ἢ πῦρ καὶ φῶς ἐπ᾽ ἐλευθερίᾳ
864δαίων ἀρχάς τε πολισσονόμους
865πατέρων θ᾽ ἕξει μέγαν ὄλβον.
866τοιάνδε πάλην μόνος ὢν ἔφεδρος
867δισσοῖς μέλλει θεῖος Ὀρέστης
868ἅψειν. εἴη δ᾽ ἐπὶ νίκῃ.
ΑἸΓΙΣΘΟΣ
869ἐή, ὀτοτοτοῖ.
ΧΟΡΟΣ
870ἔα ἔα μάλα:
871πῶς ἔχει; πῶς κέκρανται δόμοις;
872ἀποσταθῶμεν πράγματος τελουμένου,
873ὅπως δοκῶμεν τῶνδ᾽ ἀναίτιαι κακῶν
874εἶναι: μάχης γὰρ δὴ κεκύρωται τέλος.
ΟἸΚΕΤΗΣ
875οἴμοι, πανοίμοι δεσπότου πεπληγμένου:
876οἴμοι μάλ᾽ αὖθις ἐν τρίτοις προσφθέγμασιν.
877Αἴγισθος οὐκέτ᾽ ἔστιν. ἀλλ᾽ ἀνοίξατε
878ὅπως τάχιστα, καὶ γυναικείους πύλας
879μοχλοῖς χαλᾶτε: καὶ μάλ᾽ ἡβῶντος δὲ δεῖ,
880οὐχ ὥστ᾽ ἀρῆξαι διαπεπραγμένῳ: τί γάρ;
881ἰοὺ ἰού.
882κωφοῖς ἀυτῶ και καθεύδουσιν μάτην
883ἄκραντα βάζω; ποῖ Κλυταιμήστρα; τί δρᾷ;
884ἔοικε νῦν αὖ τῆσδ᾽ ἐπιξήνου πέλας αὐχὴν πεσεῖσθαι πρὸς δίκην πεπληγμένος.
ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ
885τί δ᾽ ἐστὶ χρῆμα; τίνα βοὴν ἵστης δόμοις;
ΟἸΚΕΤΗΣ
886τὸν ζῶντα καίνειν τοὺς τεθνηκότας λέγω.
ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ
887οἲ ᾽γώ. ξυνῆκα τοὔπος ἐξ αἰνιγμάτων.
888δόλοις ὀλούμεθ᾽, ὥσπερ οὖν ἐκτείναμεν.
889δοίη τις ἀνδροκμῆτα πέλεκυν ὡς τάχος:
890εἰδῶμεν εἰ νικῶμεν, ἢ νικώμεθα:
891ἐνταῦθα γὰρ δὴ τοῦδ᾽ ἀφικόμην κακοῦ.
ὈΡΕΣΤΗΣ
892σὲ καὶ ματεύω: τῷδε δ᾽ ἀρκούντως ἔχει.
ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ
893οἲ ᾽γώ. τέθνηκας, φίλτατ᾽ Αἰγίσθου βία.
ὈΡΕΣΤΗΣ
894φιλεῖς τὸν ἄνδρα; τοιγὰρ ἐν ταὐτῷ τάφῳ
895κείσει. θανόντα δ᾽ οὔτι μὴ προδῷς ποτε.
ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ
896ἐπίσχες, ὦ παῖ, τόνδε δ᾽ αἴδεσαι, τέκνον,
897μαστόν, πρὸς ᾧ σὺ πολλὰ δὴ βρίζων ἅμα
898οὔλοισιν ἐξήμελξας εὐτραφὲς γάλα.
ὈΡΕΣΤΗΣ
899Πυλάδη, τί δράσω; μητέρ᾽ αἰδεσθῶ κτανεῖν;
ΠΥΛΑΔΗΣ
900ποῦ δὴ τὰ λοιπὰ Λοξίου μαντεύματα
901τὰ πυθόχρηστα, πιστά τ᾽ εὐορκώματα;
902ἅπαντας ἐχθροὺς τῶν θεῶν ἡγοῦ πλέον.
ὈΡΕΣΤΗΣ
903κρίνω σὲ νικᾶν, καὶ παραινεῖς μοι καλῶς.
904ἕπου, πρὸς αὐτὸν τόνδε σὲ σφάξαι θέλω.
905καὶ ζῶντα γάρ νιν κρείσσον᾽ ἡγήσω πατρός:
906τούτῳ θανοῦσα ξυγκάθευδ᾽, ἐπεὶ φιλεῖς
907τὸν ἄνδρα τοῦτον, ὃν δ᾽ ἐχρῆν φιλεῖν στυγεῖς.
ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ
908ἐγώ σ᾽ ἔθρεψα, σὺν δὲ γηράναι θέλω.
ὈΡΕΣΤΗΣ
909πατροκτονοῦσα γὰρ ξυνοικήσεις ἐμοί;
ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ
910ἡ Μοῖρα τούτων, ὦ τέκνον, παραιτία.
ὈΡΕΣΤΗΣ
911καὶ τόνδε τοίνυν Μοῖρ᾽ ἐπόρσυνεν μόρον.
ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ
912οὐδὲν σεβίζει γενεθλίους ἀράς, τέκνον;
ὈΡΕΣΤΗΣ
913τεκοῦσα γάρ μ᾽ ἔρριψας ἐς τὸ δυστυχές.
ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ
914οὔτοι σ᾽ ἀπέρριψ᾽ ἐς δόμους δορυξένους.
ὈΡΕΣΤΗΣ
915αἰσχρῶς ἐπράθην ὢν ἐλευθέρου πατρός.
ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ
916ποῦ δῆθ᾽ ὁ τῖμος, ὅντιν᾽ ἀντεδεξάμην;
ὈΡΕΣΤΗΣ
917αἰσχύνομαί σοι τοῦτ᾽ ὀνειδίσαι σαφῶς.
ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ
918ἀλλ᾽ εἴφ᾽ ὁμοίως καὶ πατρὸς τοῦ σοῦ μάτας.
ὈΡΕΣΤΗΣ
919μὴ ᾽λεγχε τὸν…
ΚΛ…
The complete text is available when the reading interface loads.
Critical apparatus