The Greek Library Author

Aeschylus

Χοηφóρoι

Choral 7

Title variantsΧοηφóρoι · Choephoroe · Libation Bearers · Choéphores · Choephores · Χοηφόροι

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Arthur Sidgwick
Edition reference
Aeschyli Tragoediae · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg006.local001
Corpus release
2.3.0 · 2026-08-31
Digital source
View source ↗

Choral 7

Strophe 1

ΧΟΡΟΣ

585πολλὰ μὲν γᾶ τρέφει

586δεινὰ [καὶ] δειμάτων ἄχη,

587πόντιαί τ᾽ ἀγκάλαι κνωδάλων

588ἀνταίων βρύουσι:

589πλάθουσι [βλαστοῦσι] καὶ πεδαίχμιοι

590λαμπάδες πεδάοροι,

591πτανά τε καὶ πεδοβά-

592μονα κἀνεμοέντ᾽ ἂν

593αἰγίδων φράσαι κότον.

Antistrophe 1

ΧΟΡΟΣ

594ἀλλ᾽ ὑπέρτολμον ἀν-

595δρὸς φρόνημα τίς λέγοι

596καὶ γυναικῶν φρεσὶν τλαμόνων [καὶ]

597παντόλμους ἔρωτας

598ἄταισι συννόμους βροτῶν;

599ξυζύγους δ᾽ ὁμαυλίας θηλυκρατὴς ἀπέρω-

600τος ἔρως παρανικᾷ

601κνωδάλων τε καὶ βροτῶν.

Strophe 2

ΧΟΡΟΣ

602ἴστω δ᾽ ὅστις οὐχ ὑπόπτερος

603φροντίσιν δαεὶς,

604τὰν ἁ παιδολυ-

605μὰς τάλαινα Θεστιὰς μήσατο

606πυρδαῆτιν πρόνοιαν,

607καταίθουσα παιδὸς δαφοινὸν

608δαλὸν ἥλικ᾽, ἐπεὶ μολὼν

609ματρόθεν κελάδησε,

610ξύμμετρόν τε διαὶ βίου

611μοιρόκραντον ἐς ἆμαρ.

Antistrophe 2

ΧΟΡΟΣ

612ἄλλαν δ᾽ ἔστιν ἐν λόγοις στυγεῖν

613φοινίαν κόραν,

615ἅτ᾽ ἐχθρῶν ὑπαὶ

616φῶτ᾽ ἀπώλεσεν φίλον Κρητικοῖς

617χρυσοκμήτοισιν ὅρμοις

618πιθήσασα δώροισι Μίνω,

619Νῖσον ἀθανάτας τριχὸς

620νοσφίσασ᾽ ἀπροβούλως

621πνέονθ᾽ ἁ κυνόφρων ὕπνῳ.

622κιγχάνει δέ μιν Ἑρμῆς.

Strophe 3

ΧΟΡΟΣ

623ἐπεὶ δ᾽ ἐπεμνασάμην ἀμειλίχων

624πόνων, †ἀκαιρως δὲ δυσφιλὲς γαμή-

625λευμ᾽ ἀπεύχετον δόμοις

626γυναικοβούλους τε μήτιδας φρενῶν

627ἐπ᾽ ἀνδρὶ τευχεσφόρῳ,

628ἐπ᾽ ἀνδρὶ δᾴοις ἐπικότῳ σέβασ†

629τίω δ᾽ ἀθέρμαντον ἑστίαν δόμων

630γυναικείαν <τ᾽> ἄτολμον αἰχμάν.

Antistrophe 3

ΧΟΡΟΣ

631κακῶν δὲ πρεσβεύεται τὸ Λήμνιον

632λόγῳ: γοᾶται δὲ δὴ πάθος κατά-

633πτυστον: ᾔκασεν δέ τις

634τὸ δεινὸν αὖ Λημνίοισι πήμασιν.

635θεοστυγήτῳ δ᾽ ἄγει

636βροτῶν ἀτιμωθὲν οἴχεται γένος.

637σέβει γὰρ οὔτις τὸ δυσφιλὲς θεοῖς.

638τί τῶνδ᾽ οὐκ ἐνδίκως ἀγείρω;

Strophe 4

ΧΟΡΟΣ

639τὸ δ᾽ ἄγχι πλευμόνων ξίφος

640διανταίαν ὀξυπευκὲς οὐτᾷ

641διαὶ Δίκας. †τὸ μὴ θέμις γὰρ <οὐ>

642λὰξ πέδοι πατούμενον, τὸ πᾶν Διὸς

645σέβας παρεκβάντος οὐ θεμιστῶς.†

Antistrophe 4

ΧΟΡΟΣ

646Δίκας δ᾽ ἐρείδεται πυθμήν:

647προχαλκεύει δ᾽ Αἶσα φασγανουργός:

648τέκνον δ᾽ ἐπεισφέρει δόμοισιν

650αἱμάτων παλαιτέρων τίνειν μύσος

651χρόνῳ κλυτὰ βυσσόφρων Ἐρινύς.