Χοηφóρoι
Choral 9
Title variantsΧοηφóρoι · Choephoroe · Libation Bearers · Choéphores · Choephores · Χοηφόροι
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Arthur Sidgwick
- Edition reference
- Aeschyli Tragoediae · Oxford · Clarendon Press · 1902
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg006.local001- Corpus release
- 2.3.0 · 2026-08-31
- Digital source
- View source ↗
- Scholarly catalogues
- Wikidata ↗ · Perseus Catalog ↗ · WorldCat ↗ · L’Année philologique ↗
Choral 9
Strophe 1
ΧΟΡΟΣ
783νῦν παραιτουμένᾳ μοι, πάτερ
784Ζεῦ θεῶν Ὀλυμπίων,
785δὸς τύχας εὖ τυχεῖν κυρίως
786τὰ σώφρον᾽ εὖ μαιομένοις ἰδεῖν.
787διὰ δίκας πᾶν ἔπος
788ἔλακον, ὦ Ζεῦ, σύ νιν φυλάσσοις.
Ephymnion 1
ΧΟΡΟΣ
789ἐέ, πρὸ δὲ δὴ ᾽χθρῶν
790τὸν ἔσωθεν μελάθρων, Ζεῦ,
791θές, ἐπεί νιν μέγαν ἄρας,
792δίδυμα καὶ τριπλᾶ
793παλίμποινα θέλων ἀμείψει.
Antistrophe 1
ΧΟΡΟΣ
794ἴσθι δ᾽ ἀνδρὸς φίλου πῶλον εὖ-
795νιν ζυγέντ᾽ ἐν ἅρμασιν
796πημάτων, ἐν δρόμῳ προστιθεὶς
797μέτρον. τίς ἂν σῳζόμενον ῥυθμὸν
798τοῦτ᾽ ἴδοι διὰ πέδον
799ἀνομένων βημάτων ὄρεγμα;
Strophe 2
ΧΟΡΟΣ
800οἵ τ᾽ ἔσω δωμάτων
801πλουτογαθῆ μυχὸν ἐνίζετε,
802κλῦτε, σύμφρονες θεοί:
803[ἄγετε] τῶν πάλαι πεπραγμένων
804λύσασθ᾽ αἷμα προσφάτοις δίκαις.
805γέρων φόνος μηκέτ᾽ ἐν δόμοις τέκοι.
Ephymnion 2
ΧΟΡΟΣ
806τὸ δὲ καλῶς κτίμενον ὦ μέγα ναίων
807στόμιον, εὖ δὸς ἀνιδεῖν δόμον ἀνδρός,
808καί νιν ἐλευθερίας φῶς
809λαμπρὸν ἰδεῖν φιλίοις
810ὄμμασιν <ἐκ> δνοφερᾶς καλύπτρας.
Antistrophe 2
ΧΟΡΟΣ
811ξυλλάβοι δ᾽ ἐνδίκως
812παῖς ὁ Μαίας, ἐπιφορώτατος
813πρᾶξιν οὐρίαν θέλων:
815[πολλὰ δ᾽ ἄλλα φανεῖ χρηίζων κρυπτά].
816ἄσκοπον δ᾽ ἔπος λέγω:
817νύκτα πρό τ᾽ ὀμμάτων σκότον φέρει,
818καθ᾽ ἡμέραν δ᾽ οὐδὲν ἐμφανέστερος.
Strophe 3
ΧΟΡΟΣ
819καὶ τότ᾽ ἤδη κλυτὸν
820δωμάτων λυτήριον,
821θῆλυν οὐριοστάταν
822†ὁμοῦ κρεκτον γοα-
823τὰν νόμον μεθήσομεν.
824πόλει τάδ᾽ εὖ:
825ἐμὸν ἐμὸν κέρδος αὔξεται τόδ᾽: ἄ-
826τα δ᾽ ἀποστατεῖ φίλων†.
Ephymnion 3
ΧΟΡΟΣ
827σὺ δὲ θαρσῶν, ὅταν ἥκῃ μέρος ἔργων,
828ἐπαΰσας Πατρὸς αὐδὰν
829θροούσᾳ [πρὸς σὲ] Τέκνον [πατρὸς αὐδὰν]
830[καὶ] πέραιν᾽ ἀνεπίμομφον ἄταν.
Antistrophe 3
ΧΟΡΟΣ
831Περσέως τ᾽ ἐν φρεσὶν
832καρδίαν ἀνασχεθών,
833τοῖς θ᾽ ὑπὸ χθονὸς φίλοις,
834†τοῖς τ᾽ ἄνωθεν προπάσσων
835χάριτας ὀργᾶς λυγρᾶς, ἔνδοθεν
836φόνιαν ἄταν τίθει, τὸν αἴτιον δ᾽
837ἐξαπολλύων μόρου†.
Critical apparatus