The Greek Library Author

Aeschylus

Χοηφóρoι

Episode 8

Title variantsΧοηφóρoι · Choephoroe · Libation Bearers · Choéphores · Choephores · Χοηφόροι

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Arthur Sidgwick
Edition reference
Aeschyli Tragoediae · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg006.local001
Corpus release
2.3.0 · 2026-08-31
Digital source
View source ↗

Episode 8

ὈΡΕΣΤΗΣ

652παῖ παῖ, θύρας ἄκουσον ἑρκείας κτύπον.

653τίς ἔνδον, ὦ παῖ, παῖ, μάλ᾽ αὖθις, ἐν δόμοις;

655τρίτον τόδ᾽ ἐκπέραμα δωμάτων καλῶ,

656εἴπερ φιλόξεν᾽ ἐστὶν Αἰγίσθου διαί.

ΟἸΚΕΤΗΣ

657εἶεν, ἀκούω: ποδαπὸς ὁ ξένος; πόθεν;

ὈΡΕΣΤΗΣ

658ἄγγελλε τοῖσι κυρίοισι δωμάτων,

659πρὸς οὕσπερ ἥκω καὶ φέρω καινοὺς λόγους.

660τάχυνε δ᾽, ὡς καὶ νυκτὸς ἅρμ᾽ ἐπείγεται

661σκοτεινόν, ὥρα δ᾽ ἐμπόρους καθιέναι

662ἄγκυραν ἐν δόμοισι πανδόκοις ξένων.

663ἐξελθέτω τις δωμάτων τελεσφόρος

664γυνὴ τόπαρχος, ἄνδρα δ᾽ εὐπρεπέστερον:

665αἰδὼς γὰρ ἐν λεχθεῖσιν οὐκ ἐπαργέμους

666λόγους τίθησιν: εἶπε θαρσήσας ἀνὴρ

667πρὸς ἄνδρα κἀσήμηνεν ἐμφανὲς τέκμαρ.

ΚΛΥΤΑΙΜΗΣΤΡΑ

668ξένοι, λέγοιτ᾽ ἂν εἴ τι δεῖ: πάρεστι γὰρ

669ὁποῖάπερ δόμοισι τοῖσδ᾽ ἐπεικότα,

670καὶ θερμὰ λουτρὰ καὶ πόνων θελκτήριος

671στρωμνή, δικαίων τ᾽ ὀμμάτων παρουσία.

672εἰ δ᾽ ἄλλο πρᾶξαι δεῖ τι βουλιώτερον,

673ἀνδρῶν τόδ᾽ ἐστὶν ἔργον, οἷς κοινώσομεν.

ὈΡΕΣΤΗΣ

674ξένος μέν εἰμι Δαυλιεὺς ἐκ Φωκέων:

675στείχοντα δ᾽ αὐτόφορτον οἰκείᾳ σαγῇ

676εἰς Ἄργος, ὥσπερ δεῦρ᾽ ἀπεζύγην πόδα,

677ἀγνὼς πρὸς ἀγνῶτ᾽ εἶπε συμβαλὼν ἀνήρ,

678ἐξιστορήσας καὶ σαφηνίσας ὁδόν,

679Στροφίος ὁ Φωκεύς: πεύθομαι γὰρ ἐν λόγῳ:

680“ἐπείπερ ἄλλως, ὦ ξέν᾽, εἰς Ἄργος κίεις,

681πρὸς τοὺς τεκόντας πανδίκως μεμνημένος

682τεθνεῶτ᾽ Ὀρέστην εἰπέ, μηδαμῶς λάθῃ.

683εἴτ᾽ οὖν κομίζειν δόξα νικήσει φίλων,

684εἴτ᾽ οὖν μέτοικον, εἰς τὸ πᾶν ἀεὶ ξένον,

685θάπτειν, ἐφετμὰς τάσδε πόρθμευσον πάλιν.

686νῦν γὰρ λέβητος χαλκέου πλευρώματα

687σποδὸν κέκευθεν ἀνδρὸς εὖ κεκλαυμένου.”

688τοσαῦτ᾽ ἀκούσας εἶπον. εἰ δὲ τυγχάνω

689τοῖς κυρίοισι καὶ προσήκουσιν λέγων

690οὐκ οἶδα, τὸν τεκόντα δ᾽ εἰκὸς εἰδέναι.

ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ

691οἲ ʼγώ, κατ᾽ ἄκρας εἶπας ὡς πορθούμεθα.

692ὦ δυσπάλαιστε τῶνδε δωμάτων Ἀρά,

693ὡς πόλλ᾽ ἐπωπᾷς, κἀκποδὼν εὖ κείμενα

694τόξοις πρόσωθεν εὐσκόποις χειρουμένη,

695φίλων ἀποψιλοῖς με τὴν παναθλίαν.

696καὶ νῦν Ὀρέστης, ἦν γὰρ εὐβούλως ἔχων,

697ἔξω κομίζων ὀλεθρίου πηλοῦ πόδα,—

698νῦν δ᾽ ἥπερ ἐν δόμοισι βακχείας καλῆς

699ἰατρὸς ἐλπὶς ἦν, προδοῦσαν ἔγγραφε.

ὈΡΕΣΤΗΣ

700ἐγὼ μὲν οὖν ξένοισιν ὧδ᾽ εὐδαίμοσιν

701κεδνῶν ἕκατι πραγμάτων ἂν ἤθελον

702γνωστὸς γενέσθαι καὶ ξενωθῆναι: τί γὰρ

703ξένου ξένοισίν ἐστιν εὐμενέστερον;

704πρὸς δυσσεβείας <δ᾽> ἦν ἐμοὶ τόδ᾽ ἐν φρεσίν,

705τοιόνδε πρᾶγμα μὴ καρανῶσαι φίλοις,

706καταινέσαντα καὶ κατεξενωμένον.

ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ

707οὔτοι κυρήσεις μεῖον ἀξίων σέθεν,

708οὐδ᾽ ἧσσον ἂν γένοιο δώμασιν φίλος.

709ἄλλος δ᾽ ὁμοίως ἦλθεν ἂν τάδ᾽ ἀγγελῶν.

710ἀλλ᾽ ἔσθ᾽ ὁ καιρὸς ἡμερεύοντας ξένους

711μακρᾶς κελεύθου τυγχάνειν τὰ πρόσφορα.

712ἄγ᾽ αὐτὸν εἰς ἀνδρῶνας εὐξένους δόμων,

713ὀπισθόπους τε τόνδε καὶ ξυνέμπορον:

714κἀκεῖ κυρούντων δώμασιν τὰ πρόσφορα.

715αἰνῶ δὲ πράσσειν ὡς ὑπευθύνῳ τάδε.

716ἡμεῖς δὲ ταῦτα τοῖς κρατοῦσι δωμάτων

717κοινώσομέν τε κοὐ σπανίζοντες φίλων

718βουλευσόμεσθα τῆσδε συμφορᾶς πέρι.

Anapests 1

ΧΟΡΟΣ

719εἶεν, φίλιαι δμωίδες οἴκων,

720πότε δὴ στομάτων

721δείξομεν ἰσχὺν ἐπ᾽ Ὀρέστῃ;

722ὦ πότνια χθὼν καὶ πότνι᾽ ἀκτὴ

723χώματος, ἣ νῦν ἐπὶ ναυάρχῳ

724σώματι κεῖσαι τῷ βασιλείῳ,

725νῦν ἐπάκουσον, νῦν ἐπάρηξον:

726νῦν γὰρ ἀκμάζει Πειθὼ δολίαν

727ξυγκαταβῆναι, χθόνιον δ᾽ Ἑρμῆν

728[καὶ τὸν νύχιον] τοῖσδ᾽ ἐφοδεῦσαι

729ξιφοδηλήτοισιν ἀγῶσιν.

730ἔοικεν ἁνὴρ ὁ ξένος τεύχειν κακόν:

731τροφὸν δ᾽ Ὀρέστου τήνδ᾽ ὁρῶ κεκλαυμένην.

732ποῖ δὴ πατεῖς, Κίλισσα, δωμάτων πύλας;

733λύπη δ᾽ ἄμισθός ἐστί σοι ξυνέμπορος;

ΤΡΟΦΟΣ

734Αἴγισθον ἡ κρατοῦσα τοῖς ξένοις καλεῖν

735ὅπως τάχιστ᾽ ἄνωγεν, ὡς σαφέστερον

736ἀνὴρ ἀπ᾽ ἀνδρὸς τὴν νεάγγελτον φάτιν

737ἐλθὼν πύθηται τήνδε, πρὸς μὲν οἰκέτας

738†θέτο σκυθρωπῶν ἐντὸς ὀμμάτων γέλων

739κεύθουσ᾽ ἐπ᾽ ἔργοις διαπεπραγμένοις καλῶς

740κείνῃ, δόμοις δὲ τοῖσδε παγκάκως ἔχειν,

The complete text is available when the reading interface loads.