Χοηφóρoι
Episode 12
Title variantsΧοηφóρoι · Choephoroe · Libation Bearers · Choéphores · Choephores · Χοηφόροι
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Arthur Sidgwick
- Edition reference
- Aeschyli Tragoediae · Oxford · Clarendon Press · 1902
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg006.local001- Corpus release
- 2.3.0 · 2026-08-31
- Digital source
- View source ↗
- Scholarly catalogues
- Wikidata ↗ · Perseus Catalog ↗ · WorldCat ↗ · L’Année philologique ↗
Episode 12
ὈΡΕΣΤΗΣ
973ἴδεσθε χώρας τὴν διπλῆν τυραννίδα
974πατροκτόνους τε δωμάτων πορθήτορας.
975σεμνοὶ μὲν ἦσαν ἐν θρόνοις τόθ᾽ ἥμενοι,
976φίλοι δὲ καὶ νῦν, ὡς ἐπεικάσαι πάθη
977πάρεστιν, ὅρκος τ᾽ ἐμμένει πιστώμασι.
978ξυνώμοσαν μὲν θάνατον ἀθλίῳ πατρὶ
979καὶ ξυνθανεῖσθαι: καὶ τάδ᾽ εὐόρκως ἔχει.
980ἴδεσθε δ᾽ αὖτε, τῶνδ᾽ ἐπήκοοι κακῶν,
981τὸ μηχάνημα, δεσμὸν ἀθλίῳ πατρί,
982πέδας τε χειροῖν καὶ ποδοῖν ξυνωρίδα.
983τί νιν προσείπω, κἂν τύχω μάλ᾽ εὐστομῶν;
984ἄγρευμα θηρός, ἢ νεκροῦ ποδένδυτον
985δροίτης κατασκήνωμα; δίκτυον μὲν οὖν,
986ἄρκυν τ᾽ ἂν εἴποις καὶ ποδιστῆρας πέπλους.
987τοιοῦτον ἂν κτήσαιτο φηλήτης ἀνήρ,
988ξένων ἀπαιόλημα κἀργυροστερῆ
989βίον νομίζων, τῷδέ τ᾽ ἂν δολώματι
990πολλοὺς ἀναιρῶν πολλὰ θερμαίνοι φρένα.
991ἐκτείνατ᾽ αὐτὸ καὶ κύκλῳ παρασταδὸν
992στέγαστρον ἀνδρὸς δείξαθ᾽, ὡς ἴδῃ πατήρ,
993οὐχ οὑμός, ἀλλ᾽ ὁ πάντ᾽ ἐποπτεύων τάδε
994Ἥλιος, ἄναγνα μητρὸς ἔργα τῆς ἐμῆς,
995ὡς ἂν παρῇ μοι μάρτυς ἐν δίκῃ ποτέ,
996ὡς τόνδ᾽ ἐγὼ μετῆλθον ἐνδίκως μόρον
997τὸν μητρός: Αἰγίσθου γὰρ οὐ λέγω μόρον:
998ἔχει γὰρ αἰσχυντῆρος, ὡς νόμος, δίκην:
999ἥτις δ᾽ ἐπ᾽ ἀνδρὶ τοῦτ᾽ ἐμήσατο στύγος,
1000ἐξ οὗ τέκνων ἤνεγχ᾽ ὑπὸ ζώνην βάρος,
1001φίλον τέως, νῦν δ᾽ ἐχθρόν, ὡς φαίνει, κακόν,
1002τί σοι δοκεῖ; μύραινά γ᾽ εἴτ᾽ ἔχιδν᾽ ἔφυ
1003σήπειν θιγοῦσ᾽ ἂν ἄλλον οὐ δεδηγμένον
1004τόλμης ἕκατι κἀκδίκου φρονήματος.
1005τοιάδ᾽ ἐμοὶ ξύνοικος ἐν δόμοισι μὴ
1006γένοιτ᾽: ὀλοίμην πρόσθεν ἐκ θεῶν ἄπαις.
Anapests 1
ΧΟΡΟΣ
1007αἰαῖ αἰαῖ μελέων ἔργων:
1008στυγερῷ θανάτῳ διεπράχθης.
1009ἒ ἔ, μίμνοντι δὲ καὶ πάθος ἀνθεῖ.
ὈΡΕΣΤΗΣ
1010ἔδρασεν ἢ οὐκ ἔδρασε; μαρτυρεῖ δέ μοι
1011φᾶρος τόδ᾽, ὡς ἔβαψεν Αἰγίσθου ξίφος.
1012φόνου δὲ κηκὶς ξὺν χρόνῳ ξυμβάλλεται,
1013πολλὰς βαφὰς φθείρουσα τοῦ ποικίλματος.
1014νῦν αὐτὸν αἰνῶ, νῦν ἀποιμώζω παρών,
1015πατροκτόνον θ᾽ ὕφασμα προσφωνῶν τόδε.
1016ἀλγῶ μὲν ἔργα καὶ πάθος γένος τε πᾶν,
1017ἄζηλα νίκης τῆσδ᾽ ἔχων μιάσματα.
Anapests 2
ΧΟΡΟΣ
1018οὔτις μερόπων ἀσινῆ βίτον
1019διὰ παντὸς ἄνατος ἀμείψει.
1020ἒ ἔ, μόχθος δ᾽ ὁ μὲν αὐτίχ᾽, ὁ δ᾽ ἥξει.
ὈΡΕΣΤΗΣ
1021ἀλλ᾽ ὡς ἂν εἰδῆτ᾽, οὐ γὰρ οἶδ᾽ ὅπη τελεῖ,
1022ὥσπερ ξὺν ἵπποις ἡνιοστροφῶ δρόμου
1023ἐξωτέρω: φέρουσι γὰρ νικώμενον
1024φρένες δύσαρκτοι: πρὸς δὲ καρδίᾳ φόβος
1025ᾄδειν ἕτοιμος ἠδ᾽ ὑπορχεῖσθαι κότῳ.
1026ἕως δ᾽ ἔτ᾽ ἔμφρων εἰμί, κηρύσσω φίλοις,
1027κτανεῖν τέ φημι μητέρ᾽ οὐκ ἄνευ δίκης,
1028πατροκτόνον μίασμα καὶ θεῶν στύγος.
1029καὶ φίλτρα τόλμης τῆσδε πλειστηρίζομαι
1030τὸν πυθόμαντιν Λοξίαν, χρήσαντ᾽ ἐμοὶ
1031πράξαντι μὲν ταῦτ᾽ ἐκτὸς αἰτίας κακῆς
1032εἶναι, παρέντα δ᾽—οὐκ ἐρῶ τὴν ζημίαν:
1033τόξῳ γὰρ οὔτις πημάτων προσίξεται.
1034καὶ νῦν ὁρᾶτέ μ᾽, ὡς παρεσκευασμένος
1035ξὺν τῷδε θαλλῷ καὶ στέφει προσίξομαι
1036μεσόμφαλόν θ᾽ ἵδρυμα, Λοξίου πέδον,
1037πυρός τε φέγγος ἄφθιτον κεκλημένον,
1038φεύγων τόδ᾽ αἷμα κοινόν: οὐδ᾽ ἐφ᾽ ἑστίαν
1039ἄλλην τραπέσθαι Λοξίας ἐφίετο.
1040καὶ μαρτυρεῖν μὲν ὡς ἐπορσύνθη κακὰ
1041τάδ᾽ ἐν χρόνῳ μοι πάντας Ἀργείους λέγω:
1042φεύγω δ᾽ ἀλήτης τῆσδε γῆς ἀπόξενος,
1043ζῶν καὶ τεθνηκὼς τάσδε κληδόνας λιπών.
ΧΟΡΟΣ
1044ἀλλ᾽ εὖ γ᾽ ἔπραξας, μηδ᾽ ἐπιζευχθῇς στόμα
1045φήμῃ πονηρᾷ μηδ᾽ ἐπιγλωσσῶ κακά,
1046ἐλευθερώσας πᾶσαν Ἀργείων πόλιν,
1047δυοῖν δρακόντοιν εὐπετῶς τεμὼν κάρα.
ὈΡΕΣΤΗΣ
1048ἆ, ἆ. δμωαὶ γυναῖκες αἵδε Γοργόνων δίκην
1049φαιοχίτωνες καὶ πεπλεκτανημέναι
1050πυκνοῖς δράκουσιν: οὐκέτ᾽ ἂν μείναιμ᾽ ἐγώ.
The complete text is available when the reading interface loads.
Critical apparatus