The Greek Library Author

Aeschylus

Χοηφóρoι

Choral 5

Title variantsΧοηφóρoι · Choephoroe · Libation Bearers · Choéphores · Choephores · Χοηφόροι

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Arthur Sidgwick
Edition reference
Aeschyli Tragoediae · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg006.local001
Corpus release
2.3.0 · 2026-08-31
Digital source
View source ↗

Choral 5

Strophe 1

ὈΡΕΣΤΗΣ

315ὦ πάτερ αἰνόπατες, τί σοι

316φάμενος ἢ τί ῥέξας

317τύχοιμ᾽ ἂν ἕκαθεν οὐρίσας,

318ἔνθα σ᾽ ἔχουσιν εὐναί;

319σκότῳ φάος ἀντίμοι-

320ρον; χάριτες δ᾽ ὁμοίως

321κέκληνται γόος εὐκλεὴς

322προσθοδόμοις Ἀτρείδαις.

Strophe 2

ΧΟΡΟΣ

323τέκνον, φρόνημα τοῦ

324θανόντος οὐ δαμάζει

325πυρὸς [ἡ] μαλερὰ γνάθος,

326φαίνει δ᾽ ὕστερον ὀργάς:

327ὀτοτύζεται δ᾽ ὁ θνῄσκων,

328ἀναφαίνεται δ᾽ ὁ βλάπτων.

329πατέρων τε καὶ τεκόντων

330γόος ἔνδικος ματεύει

331τἄποιν᾽ ἀμφιλαφὴς ταραχθείς.

Antistrophe 1

ἨΛΕΚΤΡΑ

332κλῦθὶ νυν, ὦ πάτερ, ἐν μέρει

333πολυδάκρυτα πένθη.

334δίπαις τοί σ᾽ ἐπιτύμβιος

335θρῆνος ἀναστενάζει.

336τάφος δ᾽ ἱκέτας δέδεκται

337φυγάδας θ᾽ ὁμοίως.

338τί τῶνδ᾽ εὖ, τί δ᾽ ἄτερ κακῶν;

339οὐκ ἀτρίακτος ἄτα;

Anapests 4

ΧΟΡΟΣ

340ἀλλ᾽ ἔτ᾽ ἂν ἐκ τῶνδε θεὸς χρῄζων

341θείη κελάδους εὐφθογγοτέρους:

342ἀντὶ δὲ θρήνων ἐπιτυμβιδίων

343παιὰν μελάθροις ἐν βασιλείοις

344νεοκρᾶτα φίλον κομίσειεν.

Strophe 3

ὈΡΕΣΤΗΣ

345εἰ γὰρ ὑπ᾽ Ἰλίῳ

346πρός τινος Λυκίων, πάτερ,

347δορίτμητος κατηναρίσθης,

348λιπὼν ἂν εὔκλειαν ἐν δόμοισι

349τέκνων τ᾽ ἐν κελεύθοις

350ἐπιστρεπτὸν αἰῶ

351κτίσας πολύχωστον ἂν εἶχες

352τάφον διαποντίου γᾶς

353δώμασιν εὐφόρητον.

Antistrophe 2

ΧΟΡΟΣ

354φίλος φίλοισι τοῖς

355ἐκεῖ καλῶς θανοῦσιν

356κατὰ χθονὸς ἐμπρέπων

357σεμνότιμος ἀνάκτωρ,

358πρόπολός τε τῶν μεγίστων

359χθονίων ἐκεῖ τυράννων:

360βασιλεὺς γὰρ ἦν, ὄφρ᾽ ἔζης,

361μόριμον λάχος πιπλάντων

362χειροῖν πεισιβρότοῳ τε βάκτρῳ.

Antistrophe 3

ἨΛΕΚΤΡΑ

363μηδ᾽ ὑπὸ Τρωίας

364τείχεσι φθίμενος, πάτερ,

365μετ᾽ ἄλλῳ δουρικμῆτι λαῷ

366παρὰ Σκαμάνδρου πόρον τεθάφθαι.

367πάρος δ᾽ οἱ κτανόντες

368νιν οὕτως δαμῆναι

369<φίλοις>, θανατηφόρον αἶσαν

370πρόσω τινὰ πυνθάνεσθαι

371τῶνδε πόνων ἄπειρον.

Anapests 8

ΧΟΡΟΣ

372ταῦτα μέν, ὦ παῖ, κρείσσονα χρυσοῦ,

373μεγάλης δὲ τύχης καὶ ὑπερβορέου

374μείζονα φωνεῖς: δύνασαι γάρ.

375ἀλλὰ διπλῆς γὰρ τῆσδε μαράγνης

376δοῦπος ἱκνεῖται: τῶν μὲν ἀρωγοὶ

377κατὰ γῆς ἤδη, τῶν δὲ κρατούντων

378χέρες οὐχ ὅσιαι στυγερῶν τούτων,

379†πᾶσι δὲ μᾶλλον γεγένηται.

Strophe 4

ὈΡΕΣΤΗΣ

380τοῦτο διαμπερὲς οὖς

381ἵκεθ᾽ ἅπερ τι βέλος.

382Ζεῦ Ζεῦ, κάτωθεν ἀμπέμπων

383ὑστερόποινον ἄταν

384βροτῶν τλάμονι καὶ πανούργῳ

385χειρί, τοκεῦσι δ᾽ ὅμως τελεῖται.

Strophe 5

ΧΟΡΟΣ

386ἐφυμνῆσαι γένοιτό μοι πυκά-

387εντ᾽ ὀλολυγμὸν ἀνδρὸς

388θεινομένου, γυναικός τ᾽

389ὀλλυμένας: τί γὰρ κεύθω φρενὸς οἷον ἔμπας

390ποτᾶται; πάροιθεν δὲ πρῴρας

391δριμὺς ἄηται κραδίας

392θυμὸς ἔγκοτον στύγος.

Antistrophe 4

ὈΡΕΣΤΗΣ???

393καὶ πότ᾽ ἂν ἀμφιθαλὴς

395Ζεὺς ἐπὶ χεῖρα βάλοι,

396φεῦ φεῦ, κάρανα δαΐξας;

397πιστὰ γένοιτο χώρᾳ.

398δίκαν δ᾽ ἐξ ἀδίκων ἀπαιτῶ.

399κλῦτε δὲ Γᾶ χθονίων τε τιμαί.

Anapests 12

ΧΟΡΟΣ

400ἀλλὰ νόμος μὲν φονίας σταγόνας

401χυμένας ἐς πέδον ἄλλο προσαιτεῖν

402αἷμα. βοᾷ γὰρ λοιγὸς Ἐρινὺν

403παρὰ τῶν πρότερον φθιμένων ἄτην

404ἑτέραν ἐπάγουσαν ἐπ᾽ ἄτῃ.

Strophe 6

ἨΛΕΚΤΡΑ???

405πόποι δᾶ νερτέρων τυραννίδες <τ᾽>,

406ἴδετε πολυκρατεῖς Ἀραὶ τεθυμένων,

407ἴδεσθ᾽ Ἀτρειδᾶν τὰ λοίπ᾽ ἀμηχάνως

408ἔχοντα καὶ δωμάτων

409ἄτιμα. πᾷ τις τράποιτ᾽ ἄν, ὦ Ζεῦ;

Antistrophe 5

ΧΟΡΟΣ

410πέπαλται δ᾽ αὖτέ μοι φίλον κέαρ

411τόνδε κλύουσαν οἶκτον.

412καὶ τότε μὲν δύσελπις,

413σπλάγχνα δέ μοι κελαινοῦ-

414ται…

The complete text is available when the reading interface loads.