The Greek Library Author

Aeschylus

Χοηφóρoι

Choral 3

Title variantsΧοηφóρoι · Choephoroe · Libation Bearers · Choéphores · Choephores · Χοηφόροι

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Arthur Sidgwick
Edition reference
Aeschyli Tragoediae · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg006.local001
Corpus release
2.3.0 · 2026-08-31
Digital source
View source ↗

Choral 3

Strophe 1

ΧΟΡΟΣ

22ἰαλτὸς ἐκ δόμων ἔβαν

23χοὰς προπομπὸς ὀξύχειρι σὺν κτύπῳ.

24πρέπει παρηὶς φοινίοις ἀμυγμοῖς

25ὄνυχος ἄλοκι νεοτόμῳ,

26δι᾽ αἰῶνος δ᾽ ἰυγμοῖσι βόσκεται κέαρ.

27λινοφθόροι δ᾽ ὑφασμάτων

28λακίδες ἔφλαδον ὑπ᾽ ἄλγεσιν,

29προστέρνοι στολμοὶ

30πέπλων ἀγελάστοις

31ξυμφοραῖς πεπληγμένων.

Antistrophe 1

ΧΟΡΟΣ

32τορὸς γὰρ ὀρθόθριξ φόβος,

33δόμων ὀνειρόμαντις, ἐξ ὕπνου κότον

34πνέων, ἀωρόνυκτον ἀμβόαμα

35μυχόθεν ἔλακε περὶ φόβῳ,

36γυναικείοισιν ἐν δώμασιν βαρὺς πίτνων.

37κριταί <τε> τῶνδ᾽ ὀνειράτων

38θεόθεν ἔλακον ὑπέγγυοι

39μέμφεσθαι τοὺς γᾶς

40νέρθεν περιθύμως

41τοῖς κτανοῦσί τ᾽ ἐγκοτεῖν.

Strophe 2

ΧΟΡΟΣ

42τοιάνδε χάριν ἀχάριτον ἀπότροπον κακῶν,

43ἰὼ γαῖα μαῖα,

45μωμένα μ᾽ ἰάλλει

46δύσθεος γυνά. φοβοῦ-

47μαι δ᾽ ἔπος τόδ᾽ ἐκβαλεῖν.

48τί γὰρ λύτρον πεσόντος αἵματος πέδοι;

49ἰὼ πάνοιζυς ἑστία,

50ἰὼ κατασκαφαὶ δόμων.

51ἀνήλιοι βροτοστυγεῖς

52δνόφοι καλύπτουσι δόμους

53δεσποτῶν θανάτοισι.

Antistrophe 2

ΧΟΡΟΣ

55σέβας δ᾽ ἄμαχον ἀδάματον ἀπόλεμον τὸ πρὶν

56δι᾽ ὤτων φρενός τε

57δαμίας περαῖνον

58νῦν ἀφίσταται. φοβεῖ-

59ται δέ τις. τὸ δ᾽ εὐτυχεῖν,

60τόδ᾽ ἐν βροτοῖς θεός τε καὶ θεοῦ πλέον.

61ῥοπὴ δ᾽ ἐπισκοπεῖ δίκας

62ταχεῖα τοὺς μὲν ἐν φάει,

63τὰ δ᾽ ἐν μεταιχμίῳ σκότου

64μένει χρονίζοντας ἄχη [βρύει],

65τοὺς δ᾽ ἄκραντος ἔχει νύξ.

Strophe 3

ΧΟΡΟΣ

66δι᾽ αἵματ᾽ ἐκποθένθ᾽ ὑπὸ χθονὸς τροφοῦ

67τίτας φόνος πέπηγεν οὐ διαρρύδαν.

68διαλγὴς <δ᾽> ἄτα διαφέρει

70τὸν αἴτιον παναρκέτας νόσου βρύειν.

Antistrophe 3

ΧΟΡΟΣ

71θιγόντι δ᾽ οὔτι νυμφικῶν ἑδωλίων

72ἄκος, πόροι τε πάντες ἐκ μιᾶς ὁδοῦ

73διαίνοντες τὸν χερομυσῆ

74†φόνον καθαίροντες ἴθυσαν ἄταν†.

Epode 7

ΧΟΡΟΣ

75ἐμοὶ δ᾽ ???ἀνάγκαν γὰρ ἀμφίπτολιν

76θεοὶ προσήνεγκαν: ???ἐκ γὰρ οἴκων

77πατρῴων δούλιόν <μ᾽> ἐσᾶγον αἶσαν,???

78δίκαια καὶ μὴ δίκαια

79πρέποντ᾽ <ἀπ᾽> ἀρχᾶς βίου

80βίᾳ φρενῶν αἰνέσαι πικρὸν

81στύγος κρατούσῃ. δακρύω δ᾽ ὑφ᾽ εἱμάτων

82ματαίοισι δεσποτᾶν

83bτύχαις, κρυφαίοις πένθεσιν παχνουμένη.