The Greek Library Author

Aeschylus

Χοηφóρoι

Episode 6

Title variantsΧοηφóρoι · Choephoroe · Libation Bearers · Choéphores · Choephores · Χοηφόροι

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Arthur Sidgwick
Edition reference
Aeschyli Tragoediae · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg006.local001
Corpus release
2.3.0 · 2026-08-31
Digital source
View source ↗

Episode 6

ὈΡΕΣΤΗΣ

479πάτερ, τρόποισιν οὐ τυραννικοῖς θανών,

480αἰτουμένῳ μοι δὸς κράτος τῶν σῶν δόμων.

ἨΛΕΚΤΡΑ

481κἀγώ, πάτερ, τοιάνδε σου χρείαν ἔχω,

482φυγεῖν μέγαν προσθεῖσαν Αἰγίσθῳ <φθόρον>.

ὈΡΕΣΤΗΣ

483οὕτω γὰρ ἄν σοι δαῖτες ἔννομοι βροτῶν

484κτιζοίατ᾽: εἰ δὲ μή, παρ᾽ εὐδείπνοις ἔσει

485ἄτιμος ἐμπύροισι κνισωτοῖς χθονός.

ἨΛΕΚΤΡΑ

486κἀγὼ χοάς σοι τῆς ἐμῆς παγκληρίας

487οἴσω πατρῴων ἐκ δόμων γαμηλίους:

488πάντων δὲ πρῶτον τόνδε πρεσβεύσω τάφον.

ὈΡΕΣΤΗΣ

489ὦ Γαῖ᾽, ἄνες μοι πατέρ᾽ ἐποπτεῦσαι μάχην.

ἨΛΕΚΤΡΑ

490ὦ Περσέφασσα, δὸς δέ γ᾽ εὔμορφον κράτος.

ὈΡΕΣΤΗΣ

491μέμνησο λουτρῶν οἷς ἐνοσφίσθης, πάτερ.

ἨΛΕΚΤΡΑ

492μέμνησο δ᾽ ἀμφίβληστρον ὡς ἐκαίνισας—

ὈΡΕΣΤΗΣ

493πέδαις δ᾽ ἀχαλκεύτοις θηρευθείς, πάτερ,—

ἨΛΕΚΤΡΑ

494αἰσχρῶς τε βουλευτοῖσιν ἐν καλύμμασιν.

ὈΡΕΣΤΗΣ

495ἆρ᾽ ἐξεγείρει τοῖσδ᾽ ὀνείδεσιν, πάτερ;

ἨΛΕΚΤΡΑ

496ἆρ᾽ ὀρθὸν αἴρεις φίλτατον τὸ σὸν κάρα;

ὈΡΕΣΤΗΣ

497ἤτοι δίκην ἴαλλε σύμμαχον φίλοις,

498ἢ τὰς ὁμοίας ἀντίδος λαβὰς λαβεῖν,

499εἴπερ κρατηθείς γ᾽ ἀντινικῆσαι θέλεις.

ἨΛΕΚΤΡΑ

500καὶ τῆσδ᾽ ἄκουσον λοισθίου βοῆς, πάτερ,

501ἰδὼν νεοσσοὺς τούσδ᾽ ἐφημένους τάφῳ:

502οἴκτιρε θῆλυν ἄρσενός θ᾽ ὁμοῦ γόνον,

503καὶ μὴ ᾽ξαλείψῃς σπέρμα Πελοπιδῶν τόδε.

504οὕτω γὰρ οὐ τέθνηκας οὐδὲ περ θανών:

505παῖδες γὰρ ἀνδρὶ κληδόνες σωτήριοι

506θανόντι: φελλοὶ δ᾽ ὣς ἄγουσι δίκτυον,

507τὸν ἐκ βυθοῦ κλωστῆρα σῴζοντες λίνου.

508ἄκου᾽, ὑπὲρ σοῦ τοιάδ᾽ ἔστ᾽ ὀδύρματα.

509αὐτὸς δὲ σῴζῃ τόνδε τιμήσας λόγον.

ΧΟΡΟΣ

510καὶ μὴν ἀμεμφῆ τόνδ᾽ ἐτείνατον λόγον,

511τίμημα τύμβου τῆς ἀνοιμώκτου τύχης.

512τὰ δ᾽ ἄλλ᾽, ἐπειδὴ δρᾶν κατώρθωσαι φρενί,

513ἔρδοις ἂν ἤδη δαίμονος πειρώμενος.

ὈΡΕΣΤΗΣ

514ἔσται: πυθέσθαι δ᾽ οὐδέν ἐστ᾽ ἔξω δρόμου,

515πόθεν χοὰς ἔπεμψεν, ἐκ τίνος λόγου

516μεθύστερον τιμῶσ᾽ ἀνήκεστον πάθος;

517θανόντι δ᾽ οὐ φρονοῦντι δειλαία χάρις

518ἐπέμπετ᾽: οὐκ ἔχοιμ᾽ ἂν εἰκάσαι τόδε:

519τὰ δῶρα μείω δ᾽ ἐστὶ τῆς ἁμαρτίας.

520τὰ πάντα γάρ τις ἐκχέας ἀνθ᾽ αἵματος

521ἑνός, μάτην ὁ μόχθος: ὧδ᾽ ἔχει λόγος.

522θέλοντι δ᾽, εἴπερ οἶσθ᾽, ἐμοὶ φράσον τάδε.

ΧΟΡΟΣ

523οἶδ᾽, ὦ τέκνον, παρῆ γάρ: ἔκ τ᾽ ὀνειράτων

524καὶ νυκτιπλάγκτων δειμάτων πεπαλμένη

525χοὰς ἔπεμψε τάσδε δύσθεος γυνή.

ὈΡΕΣΤΗΣ

526ἦ καὶ πέπυσθε τοὔναρ, ὥστ᾽ ὀρθῶς φράσαι;

ΧΟΡΟΣ

527τεκεῖν δράκοντ᾽ ἔδοξεν, ὡς αὐτὴ λέγει.

ὈΡΕΣΤΗΣ

528καὶ ποῖ τελευτᾷ καὶ καρανοῦται λόγος;

ΧΟΡΟΣ

529ἐν σπαργάνοισι παιδὸς ὁρμίσαι δίκην.

ὈΡΕΣΤΗΣ

530τίνος βορᾶς χρῄζοντα, νεογενὲς δάκος;

ΧΟΡΟΣ

531αὐτὴ προσέσχε μαζὸν ἐν τὠνείρατι.

ὈΡΕΣΤΗΣ

532καὶ πῶς ἄτρωτον οὖθαρ ἦν ὑπὸ στύγους;

ΧΟΡΟΣ

533ὥστ᾽ ἐν γάλακτι θρόμβον αἵματος σπάσαι.

ὈΡΕΣΤΗΣ

534οὔτοι μάταιον ἀνδρὸς ὄψανον πέλει.

ΧΟΡΟΣ

535ἡ δ᾽ ἐξ ὕπνου κέκλαγγεν ἐπτοημένη.

536πολλοὶ δ᾽ ἀνῇθον, ἐκτυφλωθέντες σκότῳ,

537λαμπτῆρες ἐν δόμοισι δεσποίνης χάριν:

538πέμπει τ᾽ ἔπειτα τάσδε κηδείους χοάς,

539ἄκος τομαῖον ἐλπίσασα πημάτων.

ὈΡΕΣΤΗΣ

540ἀλλ᾽ εὔχομαι γῇ τῇδε καὶ πατρὸς τάφῳ

541τοὔνειρον εἶναι τοῦτ᾽ ἐμοὶ τελεσφόρον.

542κρίνω δέ τοί νιν ὥστε συγκόλλως ἔχειν.

543εἰ γὰρ τὸν αὐτὸν χῶρον ἐκλιπὼν ἐμοὶ

544οὕφις ἐμοῖσι σπαργάνοις ὡπλίζετο,

545καὶ μαστὸν ἀμφέχασκ᾽ ἐμὸν θρεπτήριον,

546θρόμβῳ δ᾽ ἔμειξεν αἵματος φίλον γάλα,

547ἡ δ᾽ ἀμφὶ τάρβει τῷδ᾽ ἐπῴμωξεν πάθει,

548δεῖ τοί νιν, ὡς ἔθρεψεν ἔκπαγλον τέρας,

549θανεῖν βιαίως: ἐκδρακοντωθεὶς δ᾽ ἐγὼ

550κτείνω νιν, ὡς τοὔνειρον ἐννέπει τόδε.

ΧΟΡΟΣ

551τερασκόπον δὴ τῶνδέ σ᾽ αἱροῦμαι πέρι.

552γένοιτο δ᾽ οὕτως. τἄλλα δ᾽ ἐξηγοῦ φίλοις,

553τοὺς μέν τι ποιεῖν,…

The complete text is available when the reading interface loads.