The Greek Library Author

Aeschylus

Χοηφóρoι

Episode 4

Title variantsΧοηφóρoι · Choephoroe · Libation Bearers · Choéphores · Choephores · Χοηφόροι

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Arthur Sidgwick
Edition reference
Aeschyli Tragoediae · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg006.local001
Corpus release
2.3.0 · 2026-08-31
Digital source
View source ↗

Episode 4

ἨΛΕΚΤΡΑ

83δμωαὶ γυναῖκες, δωμάτων εὐθήμονες,

85ἐπεὶ πάρεστε τῆσδε προστροπῆς ἐμοὶ

86πομποί, γένεσθε τῶνδε σύμβουλοι πέρι:

87τί φῶ χέουσα τάσδε κηδείους χοάς;

88πῶς εὔφρον᾽ εἴπω, πῶς κατεύξομαι πατρί;

89πότερα λέγουσα παρὰ φίλης φίλῳ φέρειν

90γυναικὸς ἀνδρί, τῆς ἐμῆς μητρὸς πάρα;

91τῶνδ᾽ οὐ πάρεστι θάρσος, οὐδ᾽ ἔχω τί φῶ,

92χέουσα τόνδε πέλανον ἐν τύμβῳ πατρός.

93ἢ τοῦτο φάσκω τοὔπος, ὡς νόμος βροτοῖς,

94ἔσθλ᾽ ἀντιδοῦναι τοῖσι πέμπουσιν τάδε

95στέφη, δόσιν γε τῶν κακῶν ἐπαξίαν;

96ἢ σῖγ᾽ ἀτίμως, ὥσπερ οὖν ἀπώλετο

97πατήρ, τάδ᾽ ἐκχέασα, γάποτον χύσιν,

98στείχω καθάρμαθ᾽ ὥς τις ἐκπέμψας πάλιν

99δικοῦσα τεῦχος ἀστρόφοισιν ὄμμασιν;

100τῆσδ᾽ ἐστὲ βουλῆς, ὦ φίλαι, μεταίτιαι:

101κοινὸν γὰρ ἔχθος ἐν δόμοις νομίζομεν.

102μὴ κεύθετ᾽ ἔνδον καρδίας φόβῳ τινός.

103τὸ μόρσιμον γὰρ τόν τ᾽ ἐλεύθερον μένει

104καὶ τὸν πρὸς ἄλλης δεσποτούμενον χερός.

105λέγοις ἄν, εἴ τι τῶνδ᾽ ἔχοις ὑπέρτερον.

ΧΟΡΟΣ

106αἰδουμένη σοι βωμὸν ὡς τύμβον πατρὸς

107λέξω, κελεύεις γάρ, τὸν ἐκ φρενὸς λόγον.

ἨΛΕΚΤΡΑ

108λέγοις ἄν, ὥσπερ ᾐδέσω τάφον πατρός.

ΧΟΡΟΣ

109φθέγγου χέουσα κεδνὰ τοῖσιν εὔφροσιν.

ἨΛΕΚΤΡΑ

110τίνας δὲ τούτους τῶν φίλων προσεννέπω;

ΧΟΡΟΣ

111πρῶτον μὲν αὑτὴν χὤστις Αἴγισθον στυγεῖ.

ἨΛΕΚΤΡΑ

112ἐμοί τε καὶ σοί τἄρ᾽ ἐπεύξομαι τάδε;

ΧΟΡΟΣ

113αὐτὴ σὺ ταῦτα μανθάνουσ᾽ ἤδη φράσαι.

ἨΛΕΚΤΡΑ

114τίν᾽ οὖν ἔτ᾽ ἄλλον τῇδε προστιθῶ στάσει;

ΧΟΡΟΣ

115μέμνησ᾽ Ὀρέστου, κεἰ θυραῖός ἐσθ᾽ ὅμως.

ἨΛΕΚΤΡΑ

116εὖ τοῦτο, κἀφρένωσας οὐχ ἥκιστά με.

ΧΟΡΟΣ

117τοῖς αἰτίοις νῦν τοῦ φόνου μεμνημένη???

ἨΛΕΚΤΡΑ

118τί φῶ; δίδασκ᾽ ἄπειρον ἐξηγουμένη.

ΧΟΡΟΣ

119ἐλθεῖν τιν᾽ αὐτοῖς δαίμον᾽ ἢ βροτῶν τινα???

ἨΛΕΚΤΡΑ

120πότερα δικαστὴν ἢ δικηφόρον λέγεις;

ΧΟΡΟΣ

121ἅπλῶς τι φράζουσ᾽, ὅστις ἀνταποκτενεῖ.

ἨΛΕΚΤΡΑ

122καὶ ταῦτά μοὐστὶν εὐσεβῆ θεῶν πάρα;

ΧΟΡΟΣ

123πῶς δ᾽ οὐ τὸν ἐχθρὸν ἀνταμείβεσθαι κακοῖς;

ἨΛΕΚΤΡΑ

124κῆρυξ μέγιστε τῶν ἄνω τε καὶ κάτω,

124a<ἄρηξον,> Ἑρμῆ χθόνιε, κηρύξας ἐμοί,

125τοὺς γῆς ἔνερθε δαίμονας κλύειν ἐμὰς

126εὐχάς, πατρῴων δωμάτων ἐπισκόπους,

127καὶ γαῖαν αὐτήν, ἣ τὰ πάντα τίκτεται,

128θρέψασά τ᾽ αὖθις τῶνδε κῦμα λαμβάνει:

129κἀγὼ χέουσα τάσδε χέρνιβας βροτοῖς

130λέγω καλοῦσα πατέρ᾽, “ἐποίκτιρόν τ᾽ ἐμὲ

131φίλον τ᾽ Ὀρέστην: †πῶς ἀνάξομεν δόμοις.

132πεπραμένοι γὰρ νῦν γέ πως ἀλώμεθα

133πρὸς τῆς τεκούσης, ἄνδρα δ᾽ ἀντηλλάξατο

134Αἴγισθον, ὅσπερ σοῦ φόνου μεταίτιος.

135κἀγὼ μὲν ἀντίδουλος: ἐκ δὲ χρημάτων

136φεύγων Ὀρέστης ἐστίν, οἱ δ᾽ ὑπερκόπως

137ἐν τοῖσι σοῖς πόνοισι χλίουσιν μέγα.

138ἐλθεῖν δ᾽ Ὀρέστην δεῦρο σὺν τύχῃ τινὶ

139κατεύχομαί σοι, καὶ σὺ κλῦθί μου, πάτερ:

140αὐτῇ τέ μοι δὸς σωφρονεστέραν πολὺ

141μητρὸς γενέσθαι χεῖρά τ᾽ εὐσεβεστέραν.

142ἡμῖν μὲν εὐχὰς τάσδε, τοῖς δ᾽ ἐναντίοις

143λέγω φανῆναί σου, πάτερ, τιμάορον,

144καὶ τοὺς κτανόντας ἀντικατθανεῖν δίκῃ.”

145ταῦτ᾽ ἐν μέσῳ τίθημι τῆς καλῆς ἀρᾶς,

146κείνοις λέγουσα τήνδε τὴν κακὴν ἀράν:

147“ἡμῖν δὲ πομπὸς ἴσθι τῶν ἐσθλῶν ἄνω,

148σὺν θεοῖσι καὶ γῇ καὶ δίκῃ νικηφόρῳ.”

149τοιαῖσδ᾽ ἐπ᾽ εὐχαῖς τάσδ᾽ ἐπισπένδω χοάς.

150ὑμᾶς δὲ κωκυτοῖς ἐπανθίζειν νόμος,

151παιᾶνα τοῦ θανόντος ἐξαυδωμένας.

ΧΟΡΟΣ

152ἵετε δάκρυ καναχὲς ὀλόμενον

153ὀλομένῳ δεσπότᾳ,

154πρὸς ἔρυμα τόδε κακῶν, κεδνῶν τ᾽

155ἀπότροπον ἄγος ἀπεύχετον

156κεχυμένων χοᾶν. κλύε δέ μοι, κλύε,

157σέβας ὦ δέσποτ᾽, ἐξ ἀμαυρᾶς φρενός.

158ὀτοτοτοτοτοτοτοῖ,

159ἴτω τις δορυ-

160σθενὴς ἀνήρ, ἀναλυτὴρ δόμων,

161Σκυθικά τ᾽ ἐν χεροῖν παλίντον᾽

162ἐν ἔργῳ βέλη ʼπιπάλλων Ἄρης

163σχέδιά τ᾽ αὐτόκωπα νωμῶν ξίφη.

ἨΛΕΚΤΡΑ

164ἔχει μὲν ἤδη γαπότους χοὰς πατήρ:

165νέου δὲ μύθου τοῦδε κοινωνήσατε.

ΧΟΡΟΣ

166λέγοις ἄν: ὀρχεῖται δὲ καρδία φόβῳ.

ἨΛΕΚΤΡΑ

167ὁρῶ τομαῖον τόνδε βόστρυχον τάφῳ.

ΧΟΡΟΣ

168τ…

The complete text is available when the reading interface loads.