Ἀγαμέμνων
Choral 12
Title variantsἈγαμέμνων · Agamemnon
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Arthur Sidgwick
- Edition reference
- Aeschyli Tragoediae : cum fabularum deperditarum fragmentis, poetae vita et operum catalogo · Oxford · Clarendon Press · 1902
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg005.local001- Corpus release
- 2.3.0 · 2026-08-31
- Digital source
- View source ↗
- Scholarly catalogues
- Wikidata ↗ · Perseus Catalog ↗ · WorldCat ↗ · L’Année philologique ↗
Choral 12
Strophe 1
ΚΑΣΑΝΔΡΑ
1072ὀτοτοτοτοῖ πόποι δᾶ.
1073ὦπολλον ὦπολλον.
ΧΟΡΟΣ
1074τί ταῦτ᾽ ἀνωτότυξας ἀμφὶ Λοξίου;
1075οὐ γὰρ τοιοῦτος ὥστε θρηνητοῦ τυχεῖν.
Antistrophe 1
ΚΑΣΑΝΔΡΑ
1076ὀτοτοτοτοῖ πόποι δᾶ.
1077ὦπολλον ὦπολλον.
ΧΟΡΟΣ
1078ἡ δ᾽ αὖτε δυσφημοῦσα τὸν θεὸν καλεῖ
1079οὐδὲν προσήκοντ᾽ ἐν γόοις παραστατεῖν.
Strophe 2
ΚΑΣΑΝΔΡΑ
1080Ἄπολλον Ἄπολλον
1081ἀγυιᾶτ᾽, ἀπόλλων ἐμός.
1082ἀπώλεσας γὰρ οὐ μόλις τὸ δεύτερον.
ΧΟΡΟΣ
1083χρήσειν ἔοικεν ἀμφὶ τῶν αὑτῆς κακῶν.
1084μένει τὸ θεῖον δουλίᾳ περ ἐν φρενί.
Antistrophe 2
ΚΑΣΑΝΔΡΑ
1085Ἄπολλον Ἄπολλον
1086ἀγυιᾶτ᾽, ἀπόλλων ἐμός.
1087ἆ ποῖ ποτ᾽ ἤγαγές με; πρὸς ποίαν στέγην;
ΧΟΡΟΣ
1088πρὸς τὴν Ἀτρειδῶν: εἰ σὺ μὴ τόδ᾽ ἐννοεῖς,
1089ἐγὼ λέγω σοι: καὶ τάδ᾽ οὐκ ἐρεῖς ψύθη.
Strophe 3
ΚΑΣΑΝΔΡΑ
1090μισόθεον μὲν οὖν, πολλὰ συνίστορα
1091αὐτόφονα κακὰ καὶ ἀρτάνας,
1092ἀνδρὸς σφαγεῖον καὶ πέδον ῥαντήριον.
ΧΟΡΟΣ
1093ἔοικεν εὔρις ἡ ξένη κυνὸς δίκην
1094εἶναι, ματεύει δ᾽ ὧν ἀνευρήσει φόνον.
Antistrophe 3
ΚΑΣΑΝΔΡΑ
1095μαρτυρίοισι γὰρ τοῖσδ᾽ ἐπιπείθομαι:
1096κλαιόμενα τάδε βρέφη σφαγάς,
1097ὀπτάς τε σάρκας πρὸς πατρὸς βεβρωμένας.
ΧΟΡΟΣ
1098ἦμεν κλέος σοῦ μαντικὸν πεπυσμένοι:
1099τούτων προφήτας δ᾽ οὔτινας ματεύομεν.
Strophe 4
ΚΑΣΑΝΔΡΑ
1100ἰὼ πόποι, τί ποτε μήδεται;
1101τί τόδε νέον ἄχος μέγα
1102μέγ᾽ ἐν δόμοισι τοῖσδε μήδεται κακὸν
1103ἄφερτον φίλοισιν, δυσίατον; ἀλκὰ δ᾽
1104ἑκὰς ἀποστατεῖ.
ΧΟΡΟΣ
1105τούτων ἄιδρίς εἰμι τῶν μαντευμάτων.
1106ἐκεῖνα δ᾽ ἔγνων: πᾶσα γὰρ πόλις βοᾷ.
Antistrophe 4
ΚΑΣΑΝΔΡΑ
1107ἰὼ τάλαινα, τόδε γὰρ τελεῖς,
1108τὸν ὁμοδέμνιον πόσιν
1109λουτροῖσι φαιδρύνασα—πῶς φράσω τέλος;
1110τάχος γὰρ τόδ᾽ ἔσται: προτείνει δὲ χεὶρ ἐκ
1111χερὸς ὀρέγματα.
ΧΟΡΟΣ
1112οὔπω ξυνῆκα: νῦν γὰρ ἐξ αἰνιγμάτων
1113ἐπαργέμοισι θεσφάτοις ἀμηχανῶ.
Strophe 5
ΚΑΣΑΝΔΡΑ
1114ἒ ἔ, παπαῖ παπαῖ, τί τόδε φαίνεται;
1115ἦ δίκτυόν τι [γ᾽] Ἅιδου;
1116ἀλλ᾽ ἄρκυς ἡ ξύνευνος, ἡ ξυναιτία
1117φόνου. στάσις δ᾽ ἀκόρετος γένει
1118κατολολυξάτω θύματος λευσίμου.
ΧΟΡΟΣ
1119ποίαν Ἐρινὺν τήνδε δώμασιν κέλει
1120ἐπορθιάζειν; οὔ με φαιδρύνει λόγος.
1121ἐπὶ δὲ καρδίαν ἔδραμε κροκοβαφὴς
1122σταγών, ἅτε καιρία πτώσιμος
1123ξυνανύτει βίου δύντος αὐγαῖς.
1124ταχεῖα δ᾽ ἄτα πέλει.
Antistrophe 5
ΚΑΣΑΝΔΡΑ
1125ἂ ἄ, ἰδοὺ ἰδού: ἄπεχε τῆς βοὸς
1126τὸν ταῦρον: ἐν πέπλοισι
1127μελαγκέρῳ λαβοῦσα μηχανήματι
1128τύπτει: πίτνει δ᾽ <ἐν> ἐνύδρῳ τεύχει.
1129δολοφόνου λέβητος τύχαν σοι λέγω.
ΧΟΡΟΣ
1130οὐ κομπάσαιμ᾽ ἂν θεσφάτων γνώμων ἄκρος
1131εἶναι, κακῷ δέ τῳ προσεικάζω τάδε.
1132ἀπὸ δὲ θεσφάτων τίς ἀγαθὰ φάτις
1133βροτοῖς στέλλεται; κακῶν γὰρ διαὶ
1134πολυεπεῖς τέχναι θεσπιῳδὸν
1135φόβον φέρουσιν μαθεῖν.
Strophe 6
ΚΑΣΑΝΔΡΑ
1136ἰὼ ἰὼ ταλαίνας κακόποτμοι τύχαι:
1137τὸ γὰρ ἐμὸν θροῶ πάθος ἐπεγχέαι.
1138ποῖ δή με δεῦρο τὴν τάλαιναν ἤγαγες;
1139οὐδέν ποτ᾽ εἰ μὴ ξυνθανουμένην. τί γάρ;
ΧΟΡΟΣ
1140φρενομανής τις εἶ θεοφόρητος, ἀμ-
1141φὶ δ᾽ αὑτᾶς θροεῖς
1142νόμον ἄνομον, οἷά τις ξουθὰ
1143ἀκόρετος βοᾶς, φεῦ, ταλαίναις φρεσὶν
1144Ἴτυν Ἴτυν στένουσ᾽ ἀμφιθαλῆ κακοῖς
1145ἀηδὼν βίον.
Antistrophe 6
ΚΑΣΑΝΔΡΑ
1146ἰὼ ἰὼ λιγείας μόρον ἀηδόνος:
1147περίβαλον γάρ οἱ πτεροφόρον δέμας
1148θεοὶ γλυκύν τ᾽ αἰῶνα κλαυμάτων ἄτερ:
1149ἐμοὶ δὲ μίμνει σχισμὸς ἀμφήκει δορί.
ΧΟΡΟΣ
1150πόθεν ἐπισσύτους θεοφόρους τ᾽ ἔχεις
1151ματαίους δύας,
1152τὰ δ᾽ ἐπίφοβα δυσφάτῳ κλαγγᾷ
1153μελοτυπεῖς ὁμοῦ τ᾽ ὀρθίοις ἐν νόμοις;
1154πόθεν ὅρους ἔχεις θεσπεσίας ὁδοῦ
1155κακορρήμονας;
Strophe 7
ΚΑΣΑΝΔΡΑ
1156ἰὼ γάμοι γάμοι Πάριδος ὀλέθριοι φίλων.
1157ἰὼ Σκαμάνδρου πάτριον ποτόν.
1158τότε μὲν ἀμφὶ σὰς ἀιόνας τάλαιν᾽
1159ἠνυτόμαν τροφαῖς:
1160νῦν δ᾽ ἀμφὶ Κωκυτόν τε κἀχερουσίους
1161ὄχθας ἔοικα θεσπιῳδήσειν τάχα.
ΧΟΡΟΣ
1162τί τόδε τορὸν ἄγαν ἔπος ἐφημίσω;
1163νεόγονος ἂν ἀίων μάθοι.
1164πέπληγμαι δ᾽ ὑπαὶ δάκει φοινίῳ
1165δυσαλγεῖ τύχᾳ μινυρὰ [κακὰ] θρεομένας,
The complete text is available when the reading interface loads.
Critical apparatus