The Greek Library Author

Aeschylus

Ἀγαμέμνων

Choral 14

Title variantsἈγαμέμνων · Agamemnon

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Arthur Sidgwick
Edition reference
Aeschyli Tragoediae : cum fabularum deperditarum fragmentis, poetae vita et operum catalogo · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg005.local001
Corpus release
2.3.0 · 2026-08-31
Digital source
View source ↗

Choral 14

Strophe 1

ΧΟΡΟΣ

1407τί κακόν, ὦ γύναι, χθονοτρεφὲς ἐδανὸν

1408ἢ ποτὸν πασαμένα ῥυτᾶς ἐξ ἁλὸς ὄρμενον

1409τόδ᾽ ἐπέθου θύος, δημοθρόους τ᾽ ἀράς;

1410ἀπέδικες ἀπέταμές <τ᾽:> ἀπόπολις δ᾽ ἔσει

1411μῖσος ὄβριμον ἀστοῖς.

ΚΛΥΤΑΙΜΗΣΤΡΑ

1412νῦν μὲν δικάζεις ἐκ πόλεως φυγὴν ἐμοὶ

1413καὶ μῖσος ἀστῶν δημόθρους τ᾽ ἔχειν ἀράς,

1414οὐδὲν τότ᾽ ἀνδρὶ τῷδ᾽ ἐναντίον φέρων:

1415ὃς οὐ προτιμῶν, ὡσπερεὶ βοτοῦ μόρον,

1416μήλων φλεόντων εὐπόκοις νομεύμασιν,

1417ἔθυσεν αὑτοῦ παῖδα, φιλτάτην ἐμοὶ

1418ὠδῖν᾽, ἐπῳδὸν Θρῃκίων ἀημάτων.

1419οὐ τοῦτον ἐκ γῆς τῆσδε χρῆν σ᾽ ἀνδρηλατεῖν,

1420μιασμάτων ἄποιν᾽; ἐπήκοος δ᾽ ἐμῶν

1421ἔργων δικαστὴς τραχὺς εἶ. λέγω δέ σοι

1422τοιαῦτ᾽ ἀπειλεῖν, ὡς παρεσκευασμένης

1423ἐκ τῶν ὁμοίων χειρὶ νικήσαντ᾽ ἐμοῦ

1424ἄρχειν: ἐὰν δὲ τοὔμπαλιν κραίνῃ θεός,

1425γνώσει διδαχθεὶς ὀψὲ γοῦν τὸ σωφρονεῖν.

Antistrophe 1

ΧΟΡΟΣ

1426μεγαλόμητις εἶ, περίφρονα δ᾽ ἔλακες:

1427ὥσπερ οὖν φονολιβεῖ τύχᾳ φρὴν ἐπιμαίνεται:

1428λίβος ἐπ᾽ ὀμμάτων αἵματος ἐμπρέπει:

1429ἀτίετον ἔτι σὲ χρὴ στερομέναν φίλων

1430τύμμα τύμματι τῖσαι.