The Greek Library Author

Aeschylus

Ἀγαμέμνων

Choral 16

Title variantsἈγαμέμνων · Agamemnon

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Arthur Sidgwick
Edition reference
Aeschyli Tragoediae : cum fabularum deperditarum fragmentis, poetae vita et operum catalogo · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg005.local001
Corpus release
2.3.0 · 2026-08-31
Digital source
View source ↗

Choral 16

Strophe 1

ΧΟΡΟΣ

1448φεῦ, τίς ἂν ἐν τάχει, μὴ περιώδυνος,

1449μηδὲ δεμνιοτήρης,

1450μόλοι τὸν ἀεὶ φέρουσ᾽ ἐν ἡμῖν

1451Μοῖρ᾽ ἀτέλευτον ὕπνον, δαμέντος

1452φύλακος εὐμενεστάτου

1453πολέα τλάντος γυναικὸς διαί;

1454πρὸς γυναικὸς δ᾽ ἀπέφθισεν βίον.

Ephymnion 1

ΧΟΡΟΣ

1455ἰὼ ἰὼ παράνους Ἑλένα

1456μία τὰς πολλάς, τὰς πάνυ πολλὰς

1457ψυχὰς ὀλέσασ᾽ ὑπὸ Τροίᾳ.

1458†νῦν δὲ τελείαν..

1459πολύμναστον ἐπηνθίσω δι᾽ αἷμ᾽ ἄνιπτον,

1460ἥτις ἦν τότ᾽ ἐν δόμοις

1461ἔρις ἐρίδματος ἀνδρὸς οἰζύσ†.

Anapests 3

ΚΛΥΤΑΙΜΗΣΤΡΑ

1462μηδὲν θανάτου μοῖραν ἐπεύχου

1463τοῖσδε βαρυνθείς:

1464μηδ᾽ εἰς Ἑλένην κότον ἐκτρέψῃς,

1465ὡς ἀνδρολέτειρ᾽, ὡς μία πολλῶν

1466ἀνδρῶν ψυχὰς Δαναῶν ὀλέσασ᾽

1467ἀξύστατον ἄλγος ἔπραξε.

Antistrophe 1

ΧΟΡΟΣ

1468δαῖμον, ὃς ἐμπίτνεις δώμασι καὶ

1469διφυίοισι Τανταλίδαισιν,

1470κράτος <τ᾽> ἰσόψυχον ἐκ γυναικῶν

1471καρδιόδηκτον ἐμοὶ κρατύνεις.

1472ἐπὶ δὲ σώματος δίκαν [μοι]

1473κόρακος ἐχθροῦ σταθεῖσ᾽ ἐκνόμως

1474ὕμνον ὑμνεῖν ἐπεύχεται... <˘¯>

Anapests 5

ΚΛΥΤΑΙΜΗΣΤΡΑ

1475νῦν δ᾽ ὤρθωσας στόματος γνώμην,

1476τὸν τριπάχυντον

1477δαίμονα γέννης τῆσδε κικλήσκων.

1478ἐκ τοῦ γὰρ ἔρως αἱματολοιχὸς

1479νείρῃ τρέφεται, πρὶν καταλῆξαι

1480τὸ παλαιὸν ἄχος, νέος ἰχώρ.

Strophe 2

ΧΟΡΟΣ

1481ἦ μέγαν οἰκονόμον

1482δαίμονα καὶ βαρύμηνιν αἰνεῖς,

1483φεῦ φεῦ, κακὸν αἶνον ἀτη-

1484ρᾶς τύχας ἀκορέστου:

1485ἰὴ ἰὴ διαὶ Διὸς

1486παναιτίου πανεργέτα:

1487τί γὰρ βροτοῖς ἄνευ Διὸς τελεῖται;

1488τί τῶνδ᾽ οὐ θεόκραντόν ἐστιν;

Ephymnion 2

ΧΟΡΟΣ

1489ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ,

1490πῶς σε δακρύσω;

1491φρενὸς ἐκ φιλίας τί ποτ᾽ εἴπω;

1492κεῖσαι δ᾽ ἀράχνης ἐν ὑφάσματι τῷδ᾽

1493ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων.

1494ὤμοι μοι κοίταν τάνδ᾽ ἀνελεύθερον

1495δολίῳ μόρῳ δαμεὶς <δάμαρτοσ>

1496ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.

Anapests 8

ΚΛΥΤΑΙΜΗΣΤΡΑ

1497αὐχεῖς εἶναι τόδε τοὔργον ἐμόν:

1498μηδ᾽ ἐπιλεχθῇς

1499Ἀγαμεμνονίαν εἶναί μ᾽ ἄλοχον.

1500φανταζόμενος δὲ γυναικὶ νεκροῦ

1501τοῦδ᾽ ὁ παλαιὸς δριμὺς ἀλάστωρ

1502Ἀτρέως χαλεποῦ θοινατῆρος

1503τόνδ᾽ ἀπέτισεν,

1504τέλεον νεαροῖς ἐπιθύσας.

Antistrophe 2

ΧΟΡΟΣ

1505ὡς μὲν ἀναίτιος εἶ

1506τοῦδε φόνου τίς ὁ μαρτυρήσων;

1507πῶ πῶ; πατρόθεν δὲ συλλή-

1508πτωρ γένοιτ᾽ ἂν ἀλάστωρ.

1509βιάζεται δ᾽ ὁμοσπόροις

1510ἐπιρροαῖσιν αἱμάτων

1511μέλας Ἄρης, ὅποι δίκαν προβαίνων

1512πάχνᾳ κουροβόρῳ παρέξει.

Ephymnion 2

ΧΟΡΟΣ

1513ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ,

1514πῶς σε δακρύσω;

1515φρενὸς ἐκ φιλίας τί ποτ᾽ εἴπω;

1516κεῖσαι δ᾽ ἀράχνης ἐν ὑφάσματι τῷδ᾽

1517ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων.

1518ὤμοι μοι κοίταν τάνδ᾽ ἀνελεύθερον

1519δολίῳ μόρῳ δαμεὶς <δάμαρτοσ>

1520ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.

Anapests 11

ΚΛΥΤΑΙΜΗΣΤΡΑ

1521[οὔτ᾽ ἀνελεύθερον οἶμαι θάνατον

1522τῷδε γενέσθαι.]

1523οὐδὲ γὰρ οὗτος δολίαν ἄτην

1524οἴκοισιν ἔθηκ᾽;

1525ἀλλ᾽ ἐμὸν ἐκ τοῦδ᾽ ἔρνος ἀερθέν,

1526τὴν πολυκλαύτην Ἰφιγενείαν,

1527ἄξια δράσας ἄξια πάσχων

1528μηδὲν ἐν Ἅιδου μεγαλαυχείτω,

1529ξιφοδηλήτῳ, θανάτῳ τίσας ἅπερ ἦρξεν.

Strophe 3

ΧΟΡΟΣ

1530ἀμηχανῶ φροντίδος στερηθεὶς

1531εὐπάλαμον μέριμναν

1532ὅπα τράπωμαι, πίτνοντος οἴκου.

1533δέδοικα δ᾽ ὄμβρου κτύπον δομοσφαλῆ

1534τὸν αἱματηρόν: ψακὰς δὲ λήγει.

1535δίκην δ᾽ ἐπ᾽ ἄλλο πρᾶγμα θηγάνει βλάβης

1536πρὸς ἄλλαις θηγάναισι Μοῖρα.

Ephymnion 3

ΧΟΡΟΣ

1537ἰὼ γᾶ γᾶ, εἴθ᾽ ἔμ᾽ ἐδέξω,

1538πρὶν τόνδ᾽ ἐπιδεῖν ἀργυροτοίχου

1540δροίτας κατέχοντα χαμεύνην.

1541τίς ὁ θάψων νιν; τίς ὁ θρηνήσων;

1542ἦ σὺ τόδ᾽ ἔρξαι τλήσει, κτείνασ᾽

1543ἄνδρα τὸν αὑτῆς ἀποκωκῦσαι,

1545ψυχῇ τ᾽ ἄχαριν χάριν ἀντ᾽ ἔργων

1546μεγάλων ἀδίκως ἐπικρᾶναι;

1547τίς δ᾽ ἐπιτύμβιον αἶνον ἐπ᾽ ἀνδρὶ θείῳ

1548σὺν δακρύοις ἰάπτων

1550ἀλαθείᾳ φρενῶν πονήσει;

Anapests 14

ΚΛΥΤΑΙΜΗΣΤΡΑ

1551οὐ σὲ προσήκει τὸ μέλημ᾽ ἀλέγειν

The complete text is available when the reading interface loads.