Ἀγαμέμνων
Choral 8
Title variantsἈγαμέμνων · Agamemnon
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Arthur Sidgwick
- Edition reference
- Aeschyli Tragoediae : cum fabularum deperditarum fragmentis, poetae vita et operum catalogo · Oxford · Clarendon Press · 1902
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg005.local001- Corpus release
- 2.3.0 · 2026-08-31
- Digital source
- View source ↗
- Scholarly catalogues
- Wikidata ↗ · Perseus Catalog ↗ · WorldCat ↗ · L’Année philologique ↗
Choral 8
Strophe 1
ΧΟΡΟΣ
681τίς ποτ᾽ ὠνόμαζεν ὧδ᾽
682ἐς τὸ πᾶν ἐτητύμωσ—
683μή τις ὅντιν᾽ οὐχ ὁρῶ-
684μεν προνοίαισι τοῦ πεπρωμένου
685γλῶσσαν ἐν τύχᾳ νέμων;—
686τὰν δορίγαμβρον ἀμφινει-
687κῆ θ᾽ Ἑλέναν; ἐπεὶ πρεπόντως
688ἑλένας, ἕλανδρος, ἑλέπτολις,
690ἐκ τῶν ἁβροτίυων
691προκαλυμμάτων ἔπλευσε
692ζεφύρου γίγαντος αὔρᾳ,
693πολύανδροί τε φεράσπιδες
695κυναγοὶ κατ᾽ ἴχνος πλατᾶν ἄφαντον
696κελσάντων Σιμόεντος
697ἀκτὰς ἐπ᾽ ἀεξιφύλλους
698δι᾽ ἔριν αἱματόεσσαν.
Antistrophe 1
ΧΟΡΟΣ
699Ἰλίῳ δὲ κῆδος ὀρθ-
700ώνυμον τελεσσίφρων
701μῆνις ἤλασεν, τραπέ-
702ζας ἀτίμωσιν ὑστέρῳ χρόνῳ
703καὶ ξυνεστίου Διὸς
704πρασσομένα τὸ νυμφότι-
706μον μέλος ἐκφάτως τίοντας,
707ὑμέναιον, ὃς τότ᾽ ἐπέρρεπεν
708γαμβροῖσιν ἀείδειν.
709μεταμανθάνουσα δ᾽ ὕμνον
710Πριάμου πόλις γεραιὰ
711πολύθρηνον μέγα που στένει
712κικλήσκουσα Πάριν τὸν αἰνόλεκτρον,
713παμπορθῆ πολύθρηνον
715αἰῶνα διαὶ πολιτᾶν
716μέλεον αἷμ᾽ ἀνατλᾶσα.
Strophe 2
ΧΟΡΟΣ
717ἔθρεψεν δὲ λέοντος ἶ-
718νιν δόμοις ἀγάλακτον οὕ-
719τως ἀνὴρ φιλόμαστον,
720ἐν βιότου προτελείοις
721ἅμερον, εὐφιλόπαιδα
722καὶ γεραροῖς ἐπίχαρτον.
723πολέα δ᾽ ἔσκ᾽ ἐν ἀγκάλαις
724νεοτρόφου τέκνου δίκαν,
725φαιδρωπὸς ποτὶ χεῖρα σαί-
726νων τε γαστρὸς ἀνάγκαις.
Antistrophe 2
ΧΟΡΟΣ
727χρονισθεὶς δ᾽ ἀπέδειξεν ἦ-
728θος τὸ πρὸς τοκέων: χάριν
729γὰρ τροφεῦσιν ἀμείβων
730μηλοφόνοισι σὺν ἄταις
731δαῖτ᾽ ἀκέλευστος ἔτευξεν:
732αἵματι δ᾽ οἶκος ἐφύρθη,
733ἄμαχον ἄλγος οἰκέταις
734μέγα σίνος πολύκτονον.
735ἐκ θεοῦ δ᾽ ἱερεύς τις ἄ-
736τας δόμοις προσεθρέφθη.
Strophe 3
ΧΟΡΟΣ
737πάραυτα δ᾽ ἐλθεῖν ἐς Ἰλίου πόλιν
738λέγοιμ᾽ ἂν φρόνημα μὲν
740νηνέμου γαλάνας,
741ἀκασκαῖον <δ᾽> ἄγαλμα πλούτου,
742μαλθακὸν ὀμμάτων βέλος,
743δηξίθυμον ἔρωτος ἄνθος.
744παρακλίνασ᾽ ἐπέκρανεν
745δὲ γάμου πικρὰς τελευτάς,
746δύσεδρος καὶ δυσόμιλος
747συμένα Πριαμίδαισιν,
748πομπᾷ Διὸς ξενίου,
749νυμφόκλαυτος Ἐρινύς.
Antistrophe 3
ΧΟΡΟΣ
750παλαίφατος δ᾽ ἐν βροτοῖς γέρων λόγος
751τέτυκται, μέγαν τελε-
752σθέντα φωτὸς ὄλβον
753τεκνοῦσθαι μηδ᾽ ἄπαιδα θνῄσκειν,
755ἐκ δ᾽ ἀγαθᾶς τύχας γένει
756βλαστάνειν ἀκόρεστον οἰζύν.
757δίχα δ᾽ ἄλλων μονόφρων εἰ-
758μί. τὸ δυσσεβὲς γὰρ ἔργον
759μετὰ μὲν πλείονα τίκτει,
760σφετέρᾳ δ᾽ εἰκότα γέννᾳ.
761οἴκων δ᾽ ἄρ᾽ εὐθυδίκων
762καλλίπαις πότμος ἀεί.
Strophe 4
ΧΟΡΟΣ
763φιλεῖ δὲ τίκτειν ὕβρις
764μὲν παλαιὰ νεά-
765ζουσαν ἐν κακοῖς βροτῶν
766ὕβριν τότ᾽ ἢ τόθ᾽, ὅτε τὸ κύριον μόλῃ
767φάος τόκου,
768δαίμονά τε τὰν ἄμαχον, ἀπόλεμον,
769ἀνίερον θράσος, μελαί-
770νας μελάθροισιν Ἄτας,
771εἰδομένας τοκεῦσιν.
Antistrophe 4
ΧΟΡΟΣ
772Δίκα δὲ λάμπει μὲν ἐν
773δυσκάπνοις δώμασιν,
775τὸν δ᾽ ἐναίσιμον τίει [βίον].
776τὰ χρυσόπαστα δ᾽ ἔδεθλα σὺν πίνῳ χερῶν
777παλιντρόποις
778ὄμμασι λιποῦσ᾽, ὅσια προσέμολε
779δύναμιν οὐ σέβουσα πλού-
780του παράσημον αἴνῳ:
781πᾶν δ᾽ ἐπὶ τέρμα νωμᾷ.
Critical apparatus