Ἀγαμέμνων
Episode 5
Title variantsἈγαμέμνων · Agamemnon
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Arthur Sidgwick
- Edition reference
- Aeschyli Tragoediae : cum fabularum deperditarum fragmentis, poetae vita et operum catalogo · Oxford · Clarendon Press · 1902
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg005.local001- Corpus release
- 2.3.0 · 2026-08-31
- Digital source
- View source ↗
- Scholarly catalogues
- Wikidata ↗ · Perseus Catalog ↗ · WorldCat ↗ · L’Année philologique ↗
Episode 5
ΧΟΡΟΣ
258ἥκω σεβίζων σόν, Κλυταιμήστρα, κράτος:
259δίκη γάρ ἐστι φωτὸς ἀρχηγοῦ τίειν
260γυναῖκ᾽ ἐρημωθέντος ἄρσενος θρόνου.
261σὺ δ᾽ εἴ τι κεδνὸν εἴτε μὴ πεπυσμένη
262εὐαγγέλοισιν ἐλπίσιν θυηπολεῖς,
263κλύοιμ᾽ ἂν εὔφρων: οὐδὲ σιγώσῃ φθόνος.
ΚΛΥΤΑΙΜΗΣΤΡΑ
264εὐάγγελος μέν, ὥσπερ ἡ παροιμία,
265ἕως γένοιτο μητρὸς εὐφρόνης πάρα.
266πεύσει δὲ χάρμα μεῖζον ἐλπίδος κλύειν:
267Πριάμου γὰρ ᾑρήκασιν Ἀργεῖοι πόλιν.
ΧΟΡΟΣ
268πῶς φῄς; πέφευγε τοὔπος ἐξ ἀπιστίας.
ΚΛΥΤΑΙΜΗΣΤΡΑ
269Τροίαν Ἀχαιῶν οὖσαν: ἦ τορῶς λέγω;
ΧΟΡΟΣ
270χαρά μ᾽ ὑφέρπει δάκρυον ἐκκαλουμένη.
ΚΛΥΤΑΙΜΗΣΤΡΑ
271εὖ γὰρ φρονοῦντος ὄμμα σοῦ κατηγορεῖ.
ΧΟΡΟΣ
272τί γὰρ τὸ πιστόν; ἔστι τῶνδέ σοι τέκμαρ;
ΚΛΥΤΑΙΜΗΣΤΡΑ
273ἔστιν: τί δ᾽ οὐχί; μὴ δολώσαντος θεοῦ.
ΧΟΡΟΣ
274πότερα δ᾽ ὀνείρων φάσματ᾽ εὐπιθῆ σέβεις;
ΚΛΥΤΑΙΜΗΣΤΡΑ
275οὐ δόξαν ἂν λάβοιμι βριζούσης φρενός.
ΧΟΡΟΣ
276ἀλλ᾽ ἦ σ᾽ ἐπίανέν τις ἄπτερος φάτις;
ΚΛΥΤΑΙΜΗΣΤΡΑ
277παιδὸς νέας ὣς κάρτ᾽ ἐμωμήσω φρένας.
ΧΟΡΟΣ
278ποίου χρόνου δὲ καὶ πεπόρθηται πόλις;
ΚΛΥΤΑΙΜΗΣΤΡΑ
279τῆς νῦν τεκούσης φῶς τόδ᾽ εὐφρόνης λέγω.
ΧΟΡΟΣ
280καὶ τίς τόδ᾽ ἐξίκοιτ᾽ ἂν ἀγγέλων τάχος;
ΚΛΥΤΑΙΜΗΣΤΡΑ
281Ἥφαιστος Ἴδης λαμπρὸν ἐκπέμπων σέλας.
282φρυκτὸς δὲ φρυκτὸν δεῦρ᾽ ἀπ᾽ ἀγγάρου πυρὸς
283ἔπεμπεν: Ἴδη μὲν πρὸς Ἑρμαῖον λέπας
284Λήμνου: μέγαν δὲ πανὸν ἐκ νήσου τρίτον
285Ἀθῷον αἶπος Ζηνὸς ἐξεδέξατο,
286ὑπερτελής τε, πόντον ὥστε νωτίσαι,
287ἰσχὺς πορευτοῦ λαμπάδος πρὸς ἡδονὴν
288πέμπει τὸ χρυσοφεγγές, ὥς τις ἥλιος,
289σέλας παραγγείλασα Μακίστου σκοπαῖς:
290ὁ δ᾽ οὔτι μέλλων οὐδ᾽ ἀφρασμόνως ὕπνῳ
291νικώμενος παρῆκεν ἀγγέλου μέρος:
292ἑκὰς δὲ φρυκτοῦ φῶς ἐπ᾽ Εὐρίπου ῥοὰς
293Μεσσαπίου φύλαξι σημαίνει μολόν.
294οἱ δ᾽ ἀντέλαμψαν καὶ παρήγγειλαν πρόσω
295γραίας ἐρείκης θωμὸν ἅψαντες πυρί.
296σθένουσα λαμπὰς δ᾽ οὐδέπω μαυρουμένη,
297ὑπερθοροῦσα πεδίον Ἀσωποῦ, δίκην
298φαιδρᾶς σελήνης, πρὸς Κιθαιρῶνος λέπας
299ἤγειρεν ἄλλην ἐκδοχὴν πομποῦ πυρός.
300φάος δὲ τηλέπομπον οὐκ ἠναίνετο
301φρουρὰ προσαιθρίζουσα πόμπιμον φλόγα,
302λίμνην δ᾽ ὑπὲρ Γοργῶπιν ἔσκηψεν φάος:
303ὄρος τ᾽ ἐπ᾽ Αἰγίπλαγκτον ἐξικνούμενον
304ὤτρυνε θεσμὸν μηχανήσασθαι πυρός.
305πέμπουσι δ᾽ ἀνδαίοντες ἀφθόνῳ μένει
306φλογὸς μέγαν πώγωνα, καὶ Σαρωνικοῦ
307πορθμοῦ κάτοπτον πρῶν᾽ ὑπερβάλλειν πρόσω
308φλέγουσαν, ἔστ᾽ ἔσκηψεν, εὖτ᾽ ἀφίκετο
309Ἀραχναῖον αἶπος, ἀστυγείτονας σκοπάς:
310κἄπειτ᾽ Ἀτρειδῶν ἐς τόδε σκήπτει στέγος
311φάος τόδ᾽ οὐκ ἄπαππον Ἰδαίου πυρός.
312τοιοίδε τοί μοι λαμπαδηφόρων νόμοι,
313ἄλλος παρ᾽ ἄλλου διαδοχαῖς πληρούμενοι:
314νικᾷ δ᾽ ὁ πρῶτος καὶ τελευταῖος δραμών.
315τέκμαρ τοιοῦτο σύμβολόν τε σοὶ λέγω
316ἀνδρὸς παραγγείλαντος ἐκ Τροίας ἐμοί.
ΧΟ.
317θεοῖς μὲν αὖθις, ὦ γύναι, προσεύξομαι.
318λόγους δ᾽ ἀκοῦσαι τούσδε κἀποθαυμάσαι
319διηνεκῶς θέλοιμ᾽ ἂν ὡς λέγοις πάλιν.
ΚΛ.
320Τροίαν Ἀχαιοὶ τῇδ᾽ ἔχουσ᾽ ἐν ἡμέρᾳ.
321οἶμαι βοὴν ἄμεικτον ἐν πόλει πρέπειν.
322ὄξος τ᾽ ἄλειφά τ᾽ ἐγχέας ταὐτῷ κύτει
323διχοστατοῦντ᾽ ἄν οὐ φίλως προσεννέποις.
324καὶ τῶν ἁλόντων καὶ κρατησάντων δίχα
325φθογγὰς ἀκούειν ἔστι συμφορᾶς διπλῆς.
326οἱ μὲν γὰρ ἀμφὶ σώμασιν πεπτωκότες
327ἀνδρῶν κασιγνήτων τε καὶ φυταλμίων
328παῖδες γερόντων οὐκέτ᾽ ἐξ ἐλευθέρου
329δέρης ἀποιμώζουσι φιλτάτων μόρον:
330τοὺς δ᾽ αὖτε νυκτίπλαγκτος ἐκ μάχης πόνος
331νήστεις πρὸς ἀρίστοισιν ὧν ἔχει πόλις
332τάσσει, πρὸς οὐδὲν ἐν μέρει τεκμήριον,
333ἀλλ᾽ ὡς ἕκαστος ἔσπασεν τύχης πάλον.
334ἐν <δ᾽> αἰχμαλώτοις Τρωικοῖς οἰκήμασιν
335ναίουσιν ἤδη, τῶν ὑπαιθρίων πάγων
336δρόσων τ᾽ ἀπαλλαγέντες, ὡς δ᾽ εὐδαίμονες
337ἀφύλακτον εὑδήσουσι πᾶσαν εὐφρόνην.
338εἰ δ᾽ εὖ σέβουσι τοὺς πολισσούχους θεοὺς
339τοὺς τῆς ἁλούσης γῆς θεῶν θ᾽ ἱδρύματα,
340οὔ τἂν ἑλόντες αὖθις…
The complete text is available when the reading interface loads.
Critical apparatus