The Greek Library Author

Aeschylus

Ἀγαμέμνων

Episode 17

Title variantsἈγαμέμνων · Agamemnon

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Arthur Sidgwick
Edition reference
Aeschyli Tragoediae : cum fabularum deperditarum fragmentis, poetae vita et operum catalogo · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg005.local001
Corpus release
2.3.0 · 2026-08-31
Digital source
View source ↗

Episode 17

ΑἸΓΙΣΘΟΣ

1577ὦ φέγγος εὖφρον ἡμέρας δικηφόρου.

1578φαίην ἂν ἤδη νῦν βροτῶν τιμαόρους

1579θεοὺς ἄνωθεν γῆς ἐποπτεύειν ἄχη,

1580ἰδὼν ὑφαντοῖς ἐν πέπλοις Ἐρινύων

1581τὸν ἄνδρα τόνδε κείμενον φίλως ἐμοί,

1582χερὸς πατρῴας ἐκτίνοντα μηχανάς.

1583Ἀτρεὺς γὰρ ἄρχων τῆσδε γῆς, τούτου πατήρ,

1584πατέρα Θυέστην τὸν ἐμόν, ὡς τορῶς φράσαι,

1585αὑτοῦ δ᾽ ἀδελφόν, ἀμφίλεκτος ὢν κράτει,

1586ἠνδρηλάτησεν ἐκ πόλεώς τε καὶ δόμων.

1587καὶ προστρόπαιος ἑστίας μολὼν πάλιν

1588τλήμων Θυέστης μοῖραν ηὕρετ᾽ ἀσφαλῆ,

1589τὸ μὴ θανὼν πατρῷον αἱμάξαι πέδον.

1590[αὐτοῦ] ξένια δὲ τοῦδε δύσθεος πατὴρ

1591[Ἀτρεύς, προθύμως μᾶλλον ἢ φίλως,] πατρὶ

1592τὠμῷ, κρεουργὸν ἦμαρ εὐθύμως ἄγειν

1593δοκῶν, παρέσχε δαῖτα παιδείων κρεῶν.

1594τὰ μὲν ποδήρη καὶ χερῶν ἄκρους κτένας

1595ἔθρυπτ᾽ ἄνωθεν ἀνδρακὰς καθήμενος

1596ἄσημ᾽: ὁ δ᾽ αὐτῶν αὐτίκ᾽ ἀγνοίᾳ λαβὼν

1597ἔσθει βορὰν ἄσωτον, ὡς ὁρᾷς, γένει.

1598κἄπειτ᾽ ἐπιγνοὺς ἔργον οὐ καταίσιον

1599ᾤμωξεν, ἀμπίπτει δ᾽ ἀπὸ σφαγὴν ἐρῶν,

1600μόρον δ᾽ ἄφερτον Πελοπίδαις ἐπεύχεται,

1601λάκτισμα δείπνου ξυνδίκως τιθεὶς ἀρᾷ,

1602οὕτως ὀλέσθαι πᾶν τὸ Πλεισθένους γένος.

1603ἐκ τῶνδέ σοι πεσόντα τόνδ᾽ ἰδεῖν πάρα.

1604κἀγὼ δίκαιος τοῦδε τοῦ φόνου ῥαφεύς.

1605τρίτον γὰρ ὄντα μ᾽ ἐπὶ δυσαθλίῳ πατρὶ

1606συνεξελαύνει τυτθὸν ὄντ᾽ ἐν σπαργάνοις:

1607τραφέντα δ᾽ αὖθις ἡ δίκη κατήγαγεν.

1608καὶ τοῦδε τἀνδρὸς ἡψάμην θυραῖος ὤν,

1609πᾶσαν συνάψας μηχανὴν δυσβουλίας.

1610οὕτω καλὸν δὴ καὶ τὸ κατθανεῖν ἐμοί,

1611ἰδόντα τοῦτον τῆς δίκης ἐν ἕρκεσιν.

ΧΟΡΟΣ

1612Αἴγισθ᾽, ὑβρίζειν ἐν κακοῖσιν οὐ σέβω.

1613σὺ δ᾽ ἄνδρα τόνδε φῂς ἑκὼν κατακτανεῖν,

1614μόνος δ᾽ ἔποικτον τόνδε βουλεῦσαι φόνον:

1615οὔ φημ᾽ ἀλύξειν ἐν δίκῃ τὸ σὸν κάρα

1616δημορριφεῖς, σάφ᾽ ἴσθι, λευσίμους ἀράς.

ΑἸΓΙΣΘΟΣ

1617σὺ ταῦτα φωνεῖς νερτέρᾳ προσήμενος

1618κώπῃ, κρατούντων τῶν ἐπὶ ζυγῷ δορός;

1619γνώσει γέρων ὢν ὡς διδάσκεσθαι βαρὺ

1620τῷ τηλικούτῳ, σωφρονεῖν εἰρημένον.

1621δεσμὸς δὲ καὶ τὸ γῆρας αἵ τε νήστιδες

1622δύαι διδάσκειν ἐξοχώταται φρενῶν

1623ἰατρομάντεις. οὐχ ὁρᾷς ὁρῶν τάδε;

1624πρὸς κέντρα μὴ λάκτιζε, μὴ παίσας μογῇς.

ΧΟΡΟΣ

1625γύναι, σὺ τοὺς ἥκοντας ἐκ μάχης μένων

1626οἰκουρὸς εὐνὴν ἀνδρὸς αἰσχύνας ἅμα

1627ἀνδρὶ στρατηγῷ τόνδ᾽ ἐβούλευσας μόρον;

ΑἸΓΙΣΘΟΣ

1628καὶ ταῦτα τἄπη κλαυμάτων ἀρχηγενῆ.

1629Ὀρφεῖ δὲ γλῶσσαν τὴν ἐναντίαν ἔχεις.

1630ὁ μὲν γὰρ ἦγε πάντ᾽ ἀπὸ φθογγῆς χαρᾷ,

1631σὺ δ᾽ ἐξορίνας νηπίοις ὑλάγμασιν

1632ἄξει: κρατηθεὶς δ᾽ ἡμερώτερος φανεῖ.

ΧΟΡΟΣ

1633ὡς δὴ σύ μοι τύραννος Ἀργείων ἔσει,

1634ὃς οὐκ, ἐπειδὴ τῷδ᾽ ἐβούλευσας μόρον,

1635δρᾶσαι τόδ᾽ ἔργον οὐκ ἔτλης αὐτοκτόνως.

ΑἸΓΙΣΘΟΣ

1636τὸ γὰρ δολῶσαι πρὸς γυναικὸς ἦν σαφῶς:

1637ἐγὼ δ᾽ ὕποπτος ἐχθρὸς ἦ παλαιγενής.

1638ἐκ τῶν δὲ τοῦδε χρημάτων πειράσομαι

1639ἄρχειν πολιτῶν: τὸν δὲ μὴ πειθάνορα

1640ζεύξω βαρείαις οὔτι μοι σειραφόρον

1641κριθῶντα πῶλον: ἀλλ᾽ ὁ δυσφιλεῖ σκότῳ

1642λιμὸς ξύνοικος μαλθακόν σφ᾽ ἐπόψεται.

ΧΟΡΟΣ

1643τί δὴ τὸν ἄνδρα τόνδ᾽ ἀπὸ ψυχῆς κακῆς

1644οὐκ αὐτὸς ἠνάριζες, ἀλλά νιν γυνὴ

1645χώρας μίασμα καὶ θεῶν ἐγχωρίων

1646ἔκτειν᾽; Ὀρέστης ἆρά που βλέπει φάος,

1647ὅπως κατελθὼν δεῦρο πρευμενεῖ τύχῃ

1648ἀμφοῖν γένηται τοῖνδε παγκρατὴς φονεύς;

Close 1

ΑἸΓΙΣΘΟΣ

1649ἀλλ᾽ ἐπεὶ δοκεῖς τάδ᾽ ἔρδειν καὶ λέγειν, γνώσει τάχα.

1650εἶα δή, φίλοι λοχῖται, τοὔργον οὐχ ἑκὰς τόδε.

ΧΟΡΟΣ

1651εἶα δή, ξίφος πρόκωπον πᾶς τις εὐτρεπιζέτω.

ΑἸΓΙΣΘΟΣ

1652ἀλλὰ μὴν κἀγὼ πρόκωπος οὐκ ἀναίνομαι θανεῖν.

ΧΟΡΟΣ

1653δεχομένοις λέγεις θανεῖν σε: τὴν τύχην δ᾽ αἱρούμεθα.

ΚΛΥΤΑΙΜΗΣΤΡΑ

1654μηδαμῶς, ὦ φίλτατ᾽ ἀνδρῶν, ἄλλα δράσωμεν κακά.

1655ἀλλὰ καὶ τάδ᾽ ἐξαμῆσαι πολλὰ δύστηνον θέρος:

1656πημονῆς δ᾽ ἅλις γ᾽ ὑπάρχει: μηδὲν αἱματώμεθα.

The complete text is available when the reading interface loads.