Ἀγαμέμνων
Choral 6
Title variantsἈγαμέμνων · Agamemnon
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Arthur Sidgwick
- Edition reference
- Aeschyli Tragoediae : cum fabularum deperditarum fragmentis, poetae vita et operum catalogo · Oxford · Clarendon Press · 1902
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg005.local001- Corpus release
- 2.3.0 · 2026-08-31
- Digital source
- View source ↗
- Scholarly catalogues
- Wikidata ↗ · Perseus Catalog ↗ · WorldCat ↗ · L’Année philologique ↗
Choral 6
Strophe 1
ΧΟΡΟΣ
367Διὸς πλαγὰν ἔχουσιν εἰπεῖν,
368πάρεστιν τοῦτό γ᾽ ἐξιχνεῦσαι.
369ἔπραξαν ὡς ἔκρανεν. οὐκ ἔφα τις
370θεοὺς βροτῶν ἀξιοῦσθαι μέλειν
371ὅσοις ἀθίκτων χάρις
372πατοῖθ᾽: ὁ δ᾽ οὐκ εὐσεβής.
373πέφανται δ᾽ ἐκτίνου-
375σα τόλμα τῶν Ἄρη
376πνεόντων μεῖζον ἢ δικαίως,
377φλεόντων δωμάτων ὑπέρφευ
378ὑπὲρ τὸ βέλτιστον. ἔστω δ᾽ ἀπή-
379μαντον, ὥστ᾽ ἀπαρκεῖν
380εὖ πραπίδων λαχόντα.
381οὐ γὰρ ἔστιν ἔπαλξις
382πλούτου πρὸς κόρον ἀνδρὶ
383λακτίσαντι μέγαν Δίκας
384βωμὸν εἰς ἀφάνειαν.
Antistrophe 1
ΧΟΡΟΣ
385βιᾶται δ᾽ ἁ τάλαινα πειθώ,
386προβούλου παῖς ἄφερτος ἄτας.
387ἄκος δὲ πᾶν μάταιον. οὐκ ἐκρύφθη,
388πρέπει δέ, φῶς αἰνολαμπές, σίνος:
390κακοῦ δὲ χαλκοῦ τρόπον
391τρίβῳ τε καὶ προσβολαῖς
392μελαμπαγὴς πέλει
393δικαιωθείς, ἐπεὶ
394διώκει παῖς ποτανὸν ὄρνιν,
395πόλει πρόστριμμ᾽ ἄφερτον ἐνθείς.
396λιτᾶν δ᾽ ἀκούει μὲν οὔτις θεῶν:
397τὸν δ᾽ ἐπίστροφον τῶν
398φῶτ᾽ ἄδικον καθαιρεῖ.
399οἷος καὶ Πάρις ἐλθὼν
400ἐς δόμον τὸν Ἀτρειδᾶν
401ᾔσχυνε ξενίαν τράπε-
402ζαν κλοπαῖσι γυναικός.
Strophe 2
ΧΟΡΟΣ
403λιποῦσα δ᾽ ἀστοῖσιν ἀσπίστοράς
404τε καὶ κλόνους λογχίμους
405ναυβάτας <θ᾽> ὁπλισμούς,
406ἄγουσά τ᾽ ἀντίφερνον Ἰλίῳ φθορὰν
407βέβακεν ῥίμφα διὰ πυλᾶν
408ἄτλητα τλᾶσα: πολλὰ δ᾽ ἔστενον
409τόδ᾽ ἐννέποντες δόμων προφῆται:
410“ἰὼ ἰὼ δῶμα δῶμα καὶ πρόμοι,
411ἰὼ λέχος καὶ στίβοι φιλάνορες.
412πάρεστι σιγὰς ἀτίμους ἀλοιδόρους
413ἄλγιστ᾽ ἀφημένων ἰδεῖν.
414πόθῳ δ᾽ ὑπερποντίας
415φάσμα δόξει δόμων ἀνάσσειν.
416εὐμόρφων δὲ κολοσσῶν
417ἔχθεται χάρις ἀνδρί:
418ὀμμάτων δ᾽ ἐν ἀχηνίαις
419ἔρρει πᾶσ᾽ Ἀφροδίτα.
Antistrophe 2
ΧΟΡΟΣ
420ὀνειρόφαντοι δὲ πενθήμονες
421πάρεισι δόξαι φέρου-
422σαι χάριν ματαίαν.
423μάταν γάρ, εὖτ᾽ ἂν ἐσθλά τις δοκῶν ὁρᾷ,
424παραλλάξασα διὰ χερῶν,
425βέβακεν ὄψις οὐ μεθύστερον
426πτεροῖς ὀπαδοῦσ᾽ ὕπνου κελεύθοις.”
427τὰ μὲν κατ᾽ οἴκους ἐφ᾽ ἑστίας ἄχη
428τάδ᾽ ἐστὶ καὶ τῶνδ᾽ ὑπερβατώτερα.
429τὸ πᾶν δ᾽ ἀφ᾽ Ἕλλανος αἴας συνορμένοις
430πένθεια τλησικάρδιος
431δόμων ἑκάστου πρέπει.
432πολλὰ γοῦν θιγγάνει πρὸς ἧπαρ:
433οὓς μὲν γάρ <τισ> ἔπεμψεν
434οἶδεν, ἀντὶ δὲ φωτῶν
435τεύχη καὶ σποδὸς εἰς ἑκά-
436στου δόμους ἀφικνεῖται.
Strophe 3
ΧΟΡΟΣ
437ὁ χρυσαμοιβὸς δ᾽ Ἄρης σωμάτων
438καὶ ταλαντοῦχος ἐν μάχῃ δορὸς
440πυρωθὲν ἐξ Ἰλίου
441φίλοισι πέμπει βραχὺ
442ψῆγμα δυσδάκρυτον ἀν-
443τήνορος σποδοῦ γεμί-
444ζων λέβητας εὐθέτους.
445στένουσι δ᾽ εὖ λέγοντες ἄν-
446δρα τὸν μὲν ὡς μάχης ἴδρις,
447τὸν δ᾽ ἐν φοναῖς καλῶς πεσόντ᾽
448ἀλλοτρίας διαὶ γυναι-
449κός: τὰ δὲ σῖγά τις βαΰ-
450ζει: φθονερὸν δ᾽ ὑπ᾽ ἄλγος ἕρ-
451πει προδίκοις Ἀτρείδαις.
452οἱ δ᾽ αὐτοῦ περὶ τεῖχος
453θήκας Ἰλιάδος γᾶς
454εὔμορφοι κατέχουσιν: ἐ-
455χθρὰ δ᾽ ἔχοντας ἔκρυψεν.
Antistrophe 3
ΧΟΡΟΣ
456βαρεῖα δ᾽ ἀστῶν φάτις ξὺν κότῳ:
457δημοκράντου δ᾽ ἀρᾶς τίνει χρέος.
458μένει δ᾽ ἀκοῦσαί τί μου
460μέριμνα νυκτηρεφές.
461τῶν πολυκτόνων γὰρ οὐκ
462ἄσκοποι θεοί. κελαι-
463ναὶ δ᾽ Ἐρινύες χρόνῳ
464τυχηρὸν ὄντ᾽ ἄνευ δίκας
465παλιντυχεῖ τριβᾷ βίου
466τιθεῖσ᾽ ἀμαυρόν, ἐν δ᾽ ἀί-
467στοις τελέθοντος οὔτις ἀλ-
468κά: τὸ δ᾽ ὑπερκόπως κλύειν
469εὖ βαρύ: βάλλεται γὰρ ὄσ-
470σοις Διόθεν κεραυνός.
471κρίνω δ᾽ ἄφθονον ὄλβον:
472μήτ᾽ εἴην πτολιπόρθης
473μήτ᾽ οὖν αὐτὸς ἁλοὺς ὑπ᾽ ἄλ-
474λων βίον κατίδοιμι.
Epode 7
ΧΟΡΟΣ
475πυρὸς δ᾽ ὑπ᾽ εὐαγγέλου
476πόλιν διήκει θοὰ
477βάξις: εἰ δ᾽ ἐτήτυμος,
478τίς οἶδεν, ἤ τι θεῖόν ἐστί πῃ ψύθος.—
479τίς ὧδε παιδνὸς ἢ φρενῶν κεκομμένος,
480φλογὸς παραγγέλμασιν
481νέοις πυρωθέντα καρδίαν ἔπειτ᾽
482ἀλλαγᾷ λόγου καμεῖν;—
483[ἐν] γυναικὸς αἰχμᾷ πρέπει
484πρὸ τοῦ φανέντος χάριν ξυναινέσαι.—
485πιθανὸς ἄγαν ὁ θῆλυς ὅρος ἐπινέμεται
486τ…
The complete text is available when the reading interface loads.
Critical apparatus