The Greek Library Author

Aeschylus

Ἀγαμέμνων

Episode 7

Title variantsἈγαμέμνων · Agamemnon

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Arthur Sidgwick
Edition reference
Aeschyli Tragoediae : cum fabularum deperditarum fragmentis, poetae vita et operum catalogo · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg005.local001
Corpus release
2.3.0 · 2026-08-31
Digital source
View source ↗

Episode 7

ΧΟΡΟΣ

488τάχ᾽ εἰσόμεσθα λαμπάδων φαεσφόρων

490φρυκτωριῶν τε καὶ πυρὸς παραλλαγάς,

491εἴτ᾽ οὖν ἀληθεῖς εἶτ᾽ ὀνειράτων δίκην

492τερπνὸν τόδ᾽ ἐλθὸν φῶς ἐφήλωσεν φρένας.

493κήρυκ᾽ ἀπ᾽ ἀκτῆς τόνδ᾽ ὁρῶ κατάσκιον

494κλάδοις ἐλαίας: μαρτυρεῖ δέ μοι κάσις

495πηλοῦ ξύνουρος διψία κόνις τάδε,

496ὡς οὔτ᾽ ἄναυδος οὔτε σοι δαίων φλόγα

497ὕλης ὀρείας σημανεῖ καπνῷ πυρός,

498ἀλλ᾽ ἢ τὸ χαίρειν μᾶλλον ἐκβάξει λέγων:

499τὸν ἀντίον δὲ τοῖσδ᾽ ἀποστέργω λόγον:

500εὖ γὰρ πρὸς εὖ φανεῖσι προσθήκη πέλοι.—

501ὅστις τάδ᾽ ἄλλως τῇδ᾽ ἐπεύχεται πόλει,

502αὐτὸς φρενῶν καρποῖτο τὴν ἁμαρτίαν.

ΚΗΡΥΞ

503ἰὼ πατρῷον οὖδας Ἀργείας χθονός,

504δεκάτῳ σε φέγγει τῷδ᾽ ἀφικόμην ἔτους,

505πολλῶν ῥαγεισῶν ἐλπίδων μιᾶς τυχών.

506οὐ γάρ ποτ᾽ ηὔχουν τῇδ᾽ ἐν Ἀργείᾳ χθονὶ

507θανὼν μεθέξειν φιλτάτου τάφου μέρος.

508νῦν χαῖρε μὲν χθών, χαῖρε δ᾽ ἡλίου φάος,

509ὕπατός τε χώρας Ζεύς, ὁ Πύθιός τ᾽ ἄναξ,

510τόξοις ἰάπτων μηκέτ᾽ εἰς ἡμᾶς βέλη:

511ἅλις παρὰ Σκάμανδρον ἦσθ᾽ ἀνάρσιος:

512νῦν δ᾽ αὖτε σωτὴρ ἴσθι καὶ παιώνιος,

513ἄναξ Ἄπολλον. τούς τ᾽ ἀγωνίους θεοὺς

514πάντας προσαυδῶ, τόν τ᾽ ἐμὸν τιμάορον

515Ἑρμῆν, φίλον κήρυκα, κηρύκων σέβας,

516ἥρως τε τοὺς πέμψαντας, εὐμενεῖς πάλιν

517στρατὸν δέχεσθαι τὸν λελειμμένον δορός.

518ἰὼ μέλαθρα βασιλέων, φίλαι στέγαι,

519σεμνοί τε θᾶκοι, δαίμονές τ᾽ ἀντήλιοι,

520εἴ που πάλαι, φαιδροῖσι τοισίδ᾽ ὄμμασι

521δέξασθε κόσμῳ βασιλέα πολλῷ χρόνῳ.

522ἥκει γὰρ ὑμῖν φῶς ἐν εὐφρόνῃ φέρων

523καὶ τοῖσδ᾽ ἅπασι κοινὸν Ἀγαμέμνων ἄναξ.

524ἀλλ᾽ εὖ νιν ἀσπάσασθε, καὶ γὰρ οὖν πρέπει,

525Τροίαν κατασκάψαντα τοῦ δικηφόρου

526Διὸς μακέλλῃ, τῇ κατείργασται πέδον.

527βωμοὶ δ᾽ ἄιστοι καὶ θεῶν ἱδρύματα,

528καὶ σπέρμα πάσης ἐξαπόλλυται χθονός.

529τοιόνδε Τροίᾳ περιβαλὼν ζευκτήριον

530ἄναξ Ἀτρείδης πρέσβυς εὐδαίμων ἀνὴρ

531ἥκει, τίεσθαι δ᾽ ἀξιώτατος βροτῶν

532τῶν νῦν: Πάρις γὰρ οὔτε συντελὴς πόλις

533ἐξεύχεται τὸ δρᾶμα τοῦ πάθους πλέον.

534ὀφλὼν γὰρ ἁρπαγῆς τε καὶ κλοπῆς δίκην

535τοῦ ῥυσίου θ᾽ ἥμαρτε καὶ πανώλεθρον

536αὐτόχθονον πατρῷον ἔθρισεν δόμον.

537διπλᾶ δ᾽ ἔτισαν Πριαμίδαι θἀμάρτια.

ΧΟΡΟΣ

538κῆρυξ Ἀχαιῶν χαῖρε τῶν ἀπὸ στρατοῦ.

ΚΗΡΥΞ

539χαίρω <γε>: τεθνάναι δ᾽ οὐκέτ᾽ ἀντερῶ θεοῖς.

ΧΟΡΟΣ

540ἔρως πατρῴας τῆσδε γῆς σ᾽ ἐγύμνασεν.

ΚΗΡΥΞ

541ὥστ᾽ ἐνδακρύειν γ᾽ ὄμμασιν χαρᾶς ὕπο.

ΧΟΡΟΣ

542τερπνῆς ἄρ᾽ ἦτε τῆσδ᾽ ἐπήβολοι νόσου.

ΚΗΡΥΞ

543πῶς δή; διδαχθεὶς τοῦδε δεσπόσω λόγου.

ΧΟΡΟΣ

544τῶν ἀντερώντων ἱμέρῳ πεπληγμένοι.

ΚΗΡΥΞ

545ποθεῖν ποθοῦντα τήνδε γῆν στρατὸν λέγεις.

ΧΟΡΟΣ

546ὡς πόλλ᾽ ἀμαυρᾶς ἐκ φρενός <μ᾽> ἀναστένειν.

ΚΗΡΥΞ

547πόθεν τὸ δύσφρον τοῦτ᾽ ἐπῆν στύγος φρενῶν;

ΧΟΡΟΣ

548πάλαι τὸ σιγᾶν φάρμακον βλάβης ἔχω.

ΚΗΡΥΞ

549καὶ πῶς; ἀπόντων κοιράνων ἔτρεις τινάς;

ΧΟΡΟΣ

550ὡς νῦν τὸ σὸν δή, καὶ θανεῖν πολλὴ χάρις.

ΚΗΡΥΞ

551εὖ γὰρ πέπρακται. ταῦτα δ᾽ ἐν πολλῷ χρόνῳ

552τὰ μέν τις ἂν λέξειεν εὐπετῶς ἔχειν,

553τὰ δ᾽ αὖτε κἀπίμομφα. τίς δὲ πλὴν θεῶν

554ἅπαντ᾽ ἀπήμων τὸν δι᾽ αἰῶνος χρόνον;

555μόχθους γὰρ εἰ λέγοιμι καὶ δυσαυλίας,

556σπαρνὰς παρήξεις καὶ κακοστρώτους, τί δ᾽ οὐ

557στένοντες, †οὐ λαχόντεσ† ἤματος μέρος;

558τὰ δ᾽ αὖτε χέρσῳ καὶ προσῆν πλέον στύγος:

559εὐναὶ γὰρ ἦσαν δαΐων πρὸς τείχεσιν.

560ἐξ οὐρανοῦ δὲ κἀπὸ γῆς λειμώνιαι

561δρόσοι κατεψάκαζον, †ἔμπεδον σίνος

562ἐσθημάτων τιθέντες ἔνθηρον τρίχα.

563χειμῶνα δ᾽ εἰ λέγοι τις οἰωνοκτόνον,

564οἷον παρεῖχ᾽ ἄφερτον Ἰδαία χιών,

565ἢ θάλπος, εὖτε πόντος ἐν μεσημβριναῖς

566κοίταις ἀκύμων νηνέμοις εὕδοι πεσών—

567τί ταῦτα πενθεῖν δεῖ; παροίχεται πόνος:

568παροίχεται δέ, τοῖσι μὲν τεθνηκόσιν

569τὸ μήποτ᾽ αὖθις μηδ᾽ ἀναστῆναι μέλειν.

570τί τοὺς ἀναλωθέντας ἐν ψήφῳ λέγειν,

571τὸν ζῶντα δ᾽ ἀλγεῖν χρὴ τύχης παλιγκότου;

572καὶ πολλὰ χαίρειν ξυμφορὰς καταξιῶ.

573ἡμῖν δὲ τοῖς λοιποῖσιν Ἀργείων στρατοῦ

574νικᾷ τὸ κέρδος, πῆμα δ᾽ οὐκ ἀντιρρέπει:

575ὡς κομπάσαι τῷδ᾽ εἰκὸς ἡλίου φάει

576ὑπὲρ…

The complete text is available when the reading interface loads.