The Greek Library Author

Aeschylus

Ἀγαμέμνων

Episode 3

Title variantsἈγαμέμνων · Agamemnon

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Arthur Sidgwick
Edition reference
Aeschyli Tragoediae : cum fabularum deperditarum fragmentis, poetae vita et operum catalogo · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg005.local001
Corpus release
2.3.0 · 2026-08-31
Digital source
View source ↗

Episode 3

ΦΥΛΑΞ

1θεοὺς μὲν αἰτῶ τῶνδ᾽ ἀπαλλαγὴν πόνων,

2φρουρᾶς ἐτείας μῆκος, ἣν κοιμώμενος

3στέγαις Ἀτρειδῶν ἄγκαθεν, κυνὸς δίκην,

4ἄστρων κάτοιδα νυκτέρων ὁμήγυριν,

5καὶ τοὺς φέροντας χεῖμα καὶ θέρος βροτοῖς

6λαμπροὺς δυνάστας, ἐμπρέποντας αἰθέρι

7[ἀστέρας, ὅταν φθίνωσιν, ἀντολάς τε τῶν].

8καὶ νῦν φυλάσσω λαμπάδος τό σύμβολον,

9αὐγὴν πυρὸς φέρουσαν ἐκ Τροίας φάτιν

10ἁλώσιμόν τε βάξιν: ὧδε γὰρ κρατεῖ

11γυναικὸς ἀνδρόβουλον ἐλπίζον κέαρ.

12εὖτ᾽ ἂν δὲ νυκτίπλαγκτον ἔνδροσόν τ᾽ ἔχω

13εὐνὴν ὀνείροις οὐκ ἐπισκοπουμένην

14ἐμήν: φόβος γὰρ ἀνθ᾽ ὕπνου παραστατεῖ,

15τὸ μὴ βεβαίως βλέφαρα συμβαλεῖν ὕπνῳ:

16ὅταν δ᾽ ἀείδειν ἢ μινύρεσθαι δοκῶ,

17ὕπνου τόδ᾽ ἀντίμολπον ἐντέμνων ἄκος,

18κλαίω τότ᾽ οἴκου τοῦδε συμφορὰν στένων

19οὐχ ὡς τὰ πρόσθ᾽ ἄριστα διαπονουμένου.

20νῦν δ᾽ εὐτυχὴς γένοιτ᾽ ἀπαλλαγὴ πόνων

21εὐαγγέλου φανέντος ὀρφναίου πυρός.

22ὦ χαῖρε λαμπτὴρ νυκτός, ἡμερήσιον

23φάος πιφαύσκων καὶ χορῶν κατάστασιν

24πολλῶν ἐν Ἄργει, τῆσδε συμφορᾶς χάριν.

25ἰοὺ ἰού.

26Ἀγαμέμνονος γυναικὶ σημαίνω τορῶς

27εὐνῆς ἐπαντείλασαν ὡς τάχος δόμοις

28ὀλολυγμὸν εὐφημοῦντα τῇδε λαμπάδι

29ἐπορθιάζειν, εἴπερ Ἰλίου πόλις

30ἑάλωκεν, ὡς ὁ φρυκτὸς ἀγγέλλων πρέπει:

31αὐτός τ᾽ ἔγωγε φροίμιον χορεύσομαι.

32τὰ δεσποτῶν γὰρ εὖ πεσόντα θήσομαι

33τρὶς ἓξ βαλούσης τῆσδέ μοι φρυκτωρίας.

34γένοιτο δ᾽ οὖν μολόντος εὐφιλῆ χέρα

35ἄνακτος οἴκων τῇδε βαστάσαι χερί.

36τὰ δ᾽ ἄλλα σιγῶ: βοῦς ἐπὶ γλώσσῃ μέγας

37βέβηκεν: οἶκος δ᾽ αὐτός, εἰ φθογγὴν λάβοι,

38σαφέστατ᾽ ἂν λέξειεν: ὡς ἑκὼν ἐγὼ

39μαθοῦσιν αὐδῶ κοὐ μαθοῦσι λήθομαι.

Anapests 1

ΧΟΡΟΣ

40δέκατον μὲν ἔτος τόδ᾽ ἐπεὶ Πριάμου

41μέγας ἀντίδικος,

42Μενέλαος ἄναξ ἠδ᾽ Ἀγαμέμνων,

43διθρόνου Διόθεν καὶ δισκήπτρου

44τιμῆς ὀχυρὸν ζεῦγος Ἀτρειδᾶν

45στόλον Ἀργείων χιλιοναύτην

46τῆσδ᾽ ἀπὸ χώρας

47ἦραν, στρατιῶτιν ἀρωγὴν,

48μέγαν ἐκ θυμοῦ κλάζοντες Ἄρη

49τρόπον αἰγυπιῶν, οἵτ᾽ ἐκπατίοις

50ἄλγεσι παίδων ὕπατοι λεχέων

51στροφοδινοῦνται

52πτερύγων ἐρετμοῖσιν ἐρεσσόμενοι,

53δεμνιοτήρη

54πόνον ὀρταλίχων ὀλέσαντες:

55ὕπατος δ᾽ ἀίων ἤ τις Ἀπόλλων

56ἢ Πὰν ἢ Ζεὺς οἰωνόθροον

57γόον ὀξυβόαν τῶνδε μετοίκων

58ὑστερόποινον

59πέμπει παραβᾶσιν Ἐρινύν.

60οὕτω δ᾽ Ἀτρέως παῖδας ὁ κρείσσων

61ἐπ᾽ Ἀλεξάνδρῳ πέμπει ξένιος

62Ζεὺς πολυάνορος ἀμφὶ γυναικὸς

63πολλὰ παλαίσματα καὶ γυιοβαρῆ

64γόνατος κονίαισιν ἐρειδομένου

65διακναιομένης τ᾽ ἐν προτελείοις

66κάμακος θήσων Δαναοῖσι

67Τρωσί θ᾽ ὁμοίως. ἔστι δ᾽ ὅπη νῦν

68ἔστι: τελεῖται δ᾽ ἐς τὸ πεπρωμένον:

69οὔθ᾽ ὑποκαίων οὔθ᾽ ὑπολείβων

70οὔτε δακρύων ἀπύρων ἱερῶν

71ὀργὰς ἀτενεῖς παραθέλξει.

72ἡμεῖς δ᾽ ἀτίται σαρκὶ παλαιᾷ

73τῆς τότ᾽ ἀρωγῆς ὑπολειφθέντες

74μίμνομεν ἰσχὺν

75ἰσόπαιδα νέμοντες ἐπὶ σκήπτροις.

76ὅ τε γὰρ νεαρὸς μυελὸς στέρνων

77ἐντὸς ἀνᾴσσων

78ἰσόπρεσβυς, Ἄρης δ᾽ οὐκ ἔνι χώρᾳ,

79τό θ᾽ ὑπέργηρων φυλλάδος ἤδη

80κατακαρφομένης τρίποδας μὲν ὁδοὺς

81στείχει, παιδὸς δ᾽ οὐδὲν ἀρείων

82ὄναρ ἡμερόφαντον ἀλαίνει.

83σὺ δέ, Τυνδάρεω

84θύγατερ, βασίλεια Κλυταιμήστρα,

85τί χρέος; τί νέον; τί δ᾽ ἐπαισθομένη,

86τίνος ἀγγελίας

87πευθοῖ περίπεμπτα θυοσκεῖς;

88πάντων δὲ θεῶν τῶν ἀστυνόμων,

89ὑπάτων, χθονίων,

90τῶν τ᾽ οὐρανίων τῶν τ᾽ ἀγοραίων,

91βωμοὶ δώροισι φλέγονται:

92ἄλλη δ᾽ ἄλλοθεν οὐρανομήκης

93λαμπὰς ἀνίσχει,

94φαρμασσομένη χρίματος ἁγνοῦ

95μαλακαῖς ἀδόλοισι παρηγορίαις,

96πελάνῳ μυχόθεν βασιλείῳ.

97τούτων λέξασ᾽ ὅ τι καὶ δυνατὸν

98καὶ θέμις αἰνεῖν,

99παιών τε γενοῦ τῆσδε μερίμνης,

100ἣ νῦν τοτὲ μὲν κακόφρων τελέθει,

101τοτὲ δ᾽ ἐκ θυσιῶν ἀγανὴ φαίνουσ᾽

102ἐλπὶς ἀμύνει φροντίδ᾽ ἄπληστον

103τῆς θυμοβόρου φρένα λύπης.