The Greek Library Author

Aeschylus

Ἀγαμέμνων

Episode 9

Title variantsἈγαμέμνων · Agamemnon

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Arthur Sidgwick
Edition reference
Aeschyli Tragoediae : cum fabularum deperditarum fragmentis, poetae vita et operum catalogo · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg005.local001
Corpus release
2.3.0 · 2026-08-31
Digital source
View source ↗

Episode 9

Anapests 1

ΧΟΡΟΣ

782ἄγε δή, βασιλεῦ, Τροίας πτολίπορθ᾽,

783Ἀτρέως γένεθλον,

785πῶς σε προσείπω; πῶς σε σεβίζω

786μήθ᾽ ὑπεράρας μήθ᾽ ὑποκάμψας

787καιρὸν χάριτος;

788πολλοὶ δὲ βροτῶν τὸ δοκεῖν εἶναι

789προτίουσι δίκην παραβάντες.

790τῷ δυσπραγουντι δ᾽ ἐπιστενάχειν

791πᾶς τις ἕτοιμος: δῆγμα δὲ λύπης

792οὐδὲν ἐφ᾽ ἧπαρ προσικνεῖται:

793καὶ ξυγχαίρουσιν ὁμοιοπρεπεῖς

794ἀγέλαστα πρόσωπα βιαζόμενοι.

795ὅστις δ᾽ ἀγαθὸς προβατογνώμων,

796οὐκ ἔστι λαθεῖν ὄμματα φωτός,

797τὰ δοκοῦντ᾽ εὔφρονος ἐκ διανοίας

798ὑδαρεῖ σαίνειν φιλότητι.

799σὺ δέ μοι τότε μὲν στέλλων στρατιὰν

800Ἑλένης ἕνεκ᾽, οὐ γάρ <σ᾽> ἐπικεύσω,

801κάρτ᾽ ἀπομούσως ἦσθα γεγραμμένος,

802οὐδ᾽ εὖ πραπίδων οἴακα νέμων

803†θράσος ἑκούσιον†

804ἀνδράσι θνῄσκουσι κομίζων.

805νῦν δ᾽ οὐκ ἀπ᾽ ἄκρας φρενὸς οὐδ᾽ ἀφίλως

806εὔφρων πόλις εὖ τελέσασιν.

807γνώσει δὲ χρόνῳ διαπευθόμενος

808τόν τε δικαίως καὶ τὸν ἀκαίρως

809πόλιν οἰκουροῦντα πολιτῶν.

ἈΓΑΜΕΜΝΩΝ

810πρῶτον μὲν Ἄργος καὶ θεοὺς ἐγχωρίους

811δίκη προσειπεῖν, τοὺς ἐμοὶ μεταιτίους

812νόστου δικαίων θ᾽ ὧν ἐπραξάμην πόλιν

813Πριάμου: δίκας γὰρ οὐκ ἀπὸ γλώσσης θεοὶ

814κλύοντες ἀνδροθνῆτας Ἰλίου φθορὰς

815εἰς αἱματηρὸν τεῦχος οὐ διχορρόπως

816ψήφους ἔθεντο: τῷ δ᾽ ἐναντίῳ κύτει

817ἐλπὶς προσῄει χειρὸς οὐ πληρουμένῳ.

818καπνῷ δ᾽ ἁλοῦσα νῦν ἔτ᾽ εὔσημος πόλις.

819ἄτης θύελλαι ζῶσι: συνθνῄσκουσα δὲ

820σποδὸς προπέμπει πίονας πλούτου πνοάς.

821τούτων θεοῖσι χρὴ πολύμνηστον χάριν

822τίνειν, ἐπείπερ καὶ πάγας ὑπερκότους

823ἐφραξάμεσθα καὶ γυναικὸς οὕνεκα

824πόλιν διημάθυνεν Ἀργεῖον δάκος,

825ἵππου νεοσσός, ἀσπιδοστρόφος λεώς,

826πήδημ᾽ ὀρούσας ἀμφὶ Πλειάδων δύσιν:

827ὑπερθορὼν δὲ πύργον ὠμηστὴς λέων

828ἄδην ἔλειξεν αἵματος τυραννικοῦ.

829θεοῖς μὲν ἐξέτεινα φροίμιον τόδε:

830τὰ δ᾽ ἐς τὸ σὸν φρόνημα, μέμνημαι κλύων,

831καὶ φημὶ ταὐτὰ καὶ συνήγορόν μ᾽ ἔχεις.

832παύροις γὰρ ἀνδρῶν ἐστι συγγενὲς τόδε,

833φίλον τὸν εὐτυχοῦντ᾽ ἄνευ φθόνου σέβειν.

834δύσφρων γὰρ ἰὸς καρδίαν προσήμενος

835ἄχθος διπλοίζει τῷ πεπαμένῳ νόσον,

836τοῖς τ᾽ αὐτὸς αὑτοῦ πήμασιν βαρύνεται

837καὶ τὸν θυραῖον ὄλβον εἰσορῶν στένει.

838εἰδὼς λέγοιμ᾽ ἄν, εὖ γὰρ ἐξεπίσταμαι,

839ὁμιλίας κάτοπτρον, εἴδωλον σκιᾶς,

840δοκοῦντας εἶναι κάρτα πρευμενεῖς ἐμοί.

841μόνος δ᾽ Ὀδυσσεύς, ὅσπερ οὐχ ἑκὼν ἔπλει,

842ζευχθεὶς ἕτοιμος ἦν ἐμοὶ σειραφόρος:

843εἴτ᾽ οὖν θανόντος εἴτε καὶ ζῶντος πέρι

844λέγω. τὰ δ᾽ ἄλλα πρὸς πόλιν τε καὶ θεοὺς

845κοινοὺς ἀγῶνας θέντες ἐν πανηγύρει

846βουλευσόμεσθα. καὶ τὸ μὲν καλῶς ἔχον

847ὅπως χρονίζον εὖ μενεῖ βουλευτέον:

848ὅτῳ δὲ καὶ δεῖ φαρμάκων παιωνίων,

849ἤτοι κέαντες ἢ τεμόντες εὐφρόνως

850πειρασόμεσθα πῆμ᾽ ἀποστρέψαι νόσου.

851νῦν δ᾽ ἐς μέλαθρα καὶ δόμους ἐφεστίους

852ἐλθὼν θεοῖσι πρῶτα δεξιώσομαι,

853οἵπερ πρόσω πέμψαντες ἤγαγον πάλιν.

854νίκη δ᾽ ἐπείπερ ἕσπετ᾽, ἐμπέδως μένοι.

ΚΛΥΤΑΙΜΗΣΤΡΑ

855ἄνδρες πολῖται, πρέσβος Ἀργείων τόδε,

856οὐκ αἰσχυνοῦμαι τοὺς φιλάνορας τρόπους

857λέξαι πρὸς ὑμᾶς: ἐν χρόνῳ δ᾽ ἀποφθίνει

858τὸ τάρβος ἀνθρώποισιν. οὐκ ἄλλων πάρα

859μαθοῦσ᾽, ἐμαυτῆς δύσφορον λέξω βίον

860τοσόνδ᾽ ὅσον περ οὗτος ἦν ὑπ᾽ Ἰλίῳ.

861τὸ μὲν γυναῖκα πρῶτον ἄρσενος δίχα

862ἧσθαι δόμοις ἔρημον ἔκπαγλον κακόν,

863πολλὰς κλύουσαν κληδόνας παλιγκότους:

864καὶ τὸν μὲν ἥκειν, τὸν δ᾽ ἐπεσφέρειν κακοῦ

865κάκιον ἄλλο πῆμα, λάσκοντας δόμοις.

866καὶ τραυμάτων μὲν εἰ τόσων ἐτύγχανεν

867ἁνὴρ ὅδ᾽, ὡς πρὸς οἶκον ὠχετεύετο

868φάτις, τέτρηται δικτύου πλέον λέγειν.

869εἰ δ᾽ ἦν τεθνηκώς, ὡς ἐπλήθυον λόγοι,

870τρισώματός τἂν Γηρυὼν ὁ δεύτερος

871[πολλὴν ἄνωθεν, τὴν κάτω γὰρ οὐ λέγω,]

872χθονὸς τρίμοιρον χλαῖναν ἐξηύχει λαβεῖν,

873ἅπαξ ἑκάστῳ κατθανὼν μορφώματι.

874τοιῶνδ᾽ ἕκατι κληδόνων παλιγκότων

875πολλὰς ἄνωθεν ἀρτάνας ἐμῆς δέρης

876ἔλυσαν ἄλλοι πρὸς βίαν λελημμένης.

877ἐκ τῶνδέ τοι παῖς ἐνθάδ᾽ οὐ παραστατεῖ,

878ἐμῶν τε καὶ σῶν κύριος πιστωμάτων,

879ὡς χρῆν, Ὀρέστης: μηδὲ θαυμάσῃς τόδε.

880τρέφει γὰρ αὐτὸν εὐμενὴς δορύξενος

881Στρόφιος ὁ Φωκεύς, ἀμφίλεκτα πήματα

882ἐμοὶ προφωνῶν, τόν θ᾽ ὑπ᾽ Ἰλίῳ σέθεν

883κίνδυνον, εἴ τε δημόθρους…

884βο…

The complete text is available when the reading interface loads.