Ἀγαμέμνων
Episode 13
Title variantsἈγαμέμνων · Agamemnon
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Arthur Sidgwick
- Edition reference
- Aeschyli Tragoediae : cum fabularum deperditarum fragmentis, poetae vita et operum catalogo · Oxford · Clarendon Press · 1902
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg005.local001- Corpus release
- 2.3.0 · 2026-08-31
- Digital source
- View source ↗
- Scholarly catalogues
- Wikidata ↗ · Perseus Catalog ↗ · WorldCat ↗ · L’Année philologique ↗
Episode 13
ΚΑΣΑΝΔΡΑ
1178καὶ μὴν ὁ χρησμὸς οὐκέτ᾽ ἐκ καλυμμάτων
1179ἔσται δεδορκὼς νεογάμου νύμφης δίκην:
1180λαμπρὸς δ᾽ ἔοικεν ἡλίου πρὸς ἀντολὰς
1181πνέων ἐσᾴξειν, ὥστε κύματος δίκην
1182κλύζειν πρὸς αὐγὰς τοῦδε πήματος πολὺ
1183μεῖζον: φρενώσω δ᾽ οὐκέτ᾽ ἐξ αἰνιγμάτων.
1184καὶ μαρτυρεῖτε συνδρόμως ἴχνος κακῶν
1185ῥινηλατούσῃ τῶν πάλαι πεπραγμένων.
1186τὴν γὰρ στέγην τήνδ᾽ οὔποτ᾽ ἐκλείπει χορὸς
1187σύμφθογγος οὐκ εὔφωνος: οὐ γὰρ εὖ λέγει.
1188καὶ μὴν πεπωκώς γ᾽, ὡς θρασύνεσθαι πλέον,
1189βρότειον αἷμα κῶμος ἐν δόμοις μένει,
1190δύσπεμπτος ἔξω, συγγόνων Ἐρινύων.
1191ὑμνοῦσι δ᾽ ὕμνον δώμασιν προσήμεναι
1192πρώταρχον ἄτην: ἐν μέρει δ᾽ ἀπέπτυσαν
1193εὐνὰς ἀδελφοῦ τῷ πατοῦντι δυσμενεῖς.
1194ἥμαρτον, ἢ θηρῶ τι τοξότης τις ὥς;
1195ἢ ψευδόμαντίς εἰμι θυροκόπος φλέδων;
1196ἐκμαρτύρησον προυμόσας τό μ᾽ εἰδέναι
1197λόγῳ παλαιὰς τῶνδ᾽ ἁμαρτίας δόμων.
ΧΟΡΟΣ
1198καὶ πῶς ἂν ὅρκος, πῆγμα γενναίως παγέν,
1199παιώνιος γένοιτο; θαυμάζω δέ σε
1200πόντου πέραν τραφεῖσαν ἀλλόθρουν πόλιν
1201κυρεῖν λέγουσαν, ὥσπερ εἰ παρεστάτεις.
ΚΑΣΑΝΔΡΑ
1202μάντις μ᾽ Ἀπόλλων τῷδ᾽ ἐπέστησεν τέλει.
ΧΟΡΟΣ
1203μῶν καὶ θεός περ ἱμέρῳ πεπληγμένος;
ΚΑΣΑΝΔΡΑ
1204προτοῦ μὲν αἰδὼς ἦν ἐμοὶ λέγειν τάδε.
ΧΟΡΟΣ
1205ἁβρύνεται γὰρ πᾶς τις εὖ πράσσων πλέον.
ΚΑΣΑΝΔΡΑ
1206ἀλλ᾽ ἦν παλαιστὴς κάρτ᾽ ἐμοὶ πνέων χάριν.
ΧΟΡΟΣ
1207ἦ καὶ τέκνων εἰς ἔργον ἠλθέτην νόμῳ;
ΚΑΣΑΝΔΡΑ
1208ξυναινέσασα Λοξίαν ἐψευσάμην.
ΧΟΡΟΣ
1209ἤδη τέχναισιν ἐνθέοις ᾑρημένη;
ΚΑΣΑΝΔΡΑ
1210ἤδη πολίταις πάντ᾽ ἐθέσπιζον πάθη.
ΧΟΡΟΣ
1211πῶς δῆτ᾽ ἄνατος ἦσθα Λοξίου κότῳ;
ΚΑΣΑΝΔΡΑ
1212ἔπειθον οὐδέν᾽ οὐδέν, ὡς τάδ᾽ ἤμπλακον.
ΧΟΡΟΣ
1213ἡμῖν γε μὲν δὴ πιστὰ θεσπίζειν δοκεῖς.
ΚΑΣΑΝΔΡΑ
1214ἰοὺ ἰού, ὢ ὢ κακά.
1215ὑπ᾽ αὖ με δεινὸς ὀρθομαντείας πόνος
1216στροβεῖ ταράσσων φροιμίοις <δυσφροιμίοις.>.
1217ὁρᾶτε τούσδε τοὺς δόμοις ἐφημένους
1218νέους, ὀνείρων προσφερεῖς μορφώμασι;
1219παῖδες θανόντες ὡσπερεὶ πρὸς τῶν φίλων,
1220χεῖρας κρεῶν πλήθοντες οἰκείας βορᾶς,
1221σὺν ἐντέροις τε σπλάγχν᾽, ἐποίκτιστον γέμος,
1222πρέπουσ᾽ ἔχοντες, ὧν πατὴρ ἐγεύσατο.
1223ἐκ τῶνδε ποινάς φημι βουλεύειν τινὰ
1224λέοντ᾽ ἄναλκιν ἐν λέχει στρωφώμενον
1225οἰκουρόν, οἴμοι, τῷ μολόντι δεσπότῃ
1226ἐμῷ: φέρειν γὰρ χρὴ τὸ δούλιον ζυγόν:
1227νεῶν δ᾽ ἔπαρχος Ἰλίου τ᾽ ἀναστάτης
1228οὐκ οἶδεν οἵα γλῶσσα μισητῆς κυνὸς
1229λείξασα κἀκτείνασα φαιδρὸν οὖς, δίκην
1230ἄτης λαθραίου, †τεύξεται κακῇ τύχῃ.
1231τοιᾷδε τόλμῃ θῆλυς ἄρσενος φονεὺς
1232ἔστιν. τί νιν καλοῦσα δυσφιλὲς δάκος
1233τύχοιμ᾽ ἄν; ἀμφίσβαιναν, ἢ Σκύλλαν τινὰ
1234οἰκοῦσαν ἐν πέτραισι, ναυτίλων βλάβην,
1235θύουσαν Ἅιδου μητέρ᾽ ἄσπονδόν τ᾽ Ἄρη
1236φίλοις πνέουσαν; ὡς δ᾽ ἐπωλολύξατο
1237ἡ παντότολμος, ὥσπερ ἐν μάχης τροπῇ.
1238δοκεῖ δὲ χαίρειν νοστίμῳ σωτηρίᾳ.
1239καὶ τῶνδ᾽ ὅμοιον εἴ τι μὴ πείθω: τί γάρ;
1240τὸ μέλλον ἥξει. καὶ σύ μ᾽ ἐν τάχει παρὼν
1241ἄγαν γ᾽ ἀληθόμαντιν οἰκτείρας ἐρεῖς.
ΧΟΡΟΣ
1242τὴν μὲν Θυέστου δαῖτα παιδείων κρεῶν
1243ξυνῆκα καὶ πέφρικα, καὶ φόβος μ᾽ ἔχει
1244κλύοντ᾽ ἀληθῶς οὐδὲν ἐξῃκασμένα.
1245τὰ δ᾽ ἄλλ᾽ ἀκούσας ἐκ δρόμου πεσὼν τρέχω.
ΚΑΣΑΝΔΡΑ
1246Ἀγαμέμνονός σέ φημ᾽ ἐπόψεσθαι μόρον.
ΧΟΡΟΣ
1247εὔφημον, ὦ τάλαινα, κοίμησον στόμα.
ΚΑΣΑΝΔΡΑ
1248ἀλλ᾽ οὔτι παιὼν τῷδ᾽ ἐπιστατεῖ λόγῳ.
ΧΟΡΟΣ
1249οὔκ, εἴπερ ἔσται γ᾽: ἀλλὰ μὴ γένοιτό πως.
ΚΑΣΑΝΔΡΑ
1250σὺ μὲν κατεύχει, τοῖς δ᾽ ἀποκτείνειν μέλει.
ΧΟΡΟΣ
1251τίνος πρὸς ἀνδρὸς τοῦτ᾽ ἄχος πορσύνεται;
ΚΑΣΑΝΔΡΑ
1252ἦ κάρτα τἄρ᾽ ἂν παρεκόπης χρησμῶν ἐμῶν.
ΧΟΡΟΣ
1253τοὺς γὰρ τελοῦντας οὐ ξυνῆκα μηχανήν.
ΚΑΣΑΝΔΡΑ
1254καὶ μὴν ἄγαν γ᾽ Ἕλλην᾽ ἐπίσταμαι φάτιν.
ΧΟΡΟΣ
1255καὶ γὰρ τὰ πυθόκραντα: δυσμαθῆ δ᾽ ὅμως.
ΚΑΣΑΝΔΡΑ
The complete text is available when the reading interface loads.
Critical apparatus