Ἀγαμέμνων
Choral 4
Title variantsἈγαμέμνων · Agamemnon
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Arthur Sidgwick
- Edition reference
- Aeschyli Tragoediae : cum fabularum deperditarum fragmentis, poetae vita et operum catalogo · Oxford · Clarendon Press · 1902
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg005.local001- Corpus release
- 2.3.0 · 2026-08-31
- Digital source
- View source ↗
- Scholarly catalogues
- Wikidata ↗ · Perseus Catalog ↗ · WorldCat ↗ · L’Année philologique ↗
Choral 4
Strophe 1
ΧΟΡΟΣ
104κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν
105ἐκτελέων: ἔτι γὰρ θεόθεν καταπνεύει
106πειθοῖ μολπᾶν
107ἀλκὰν σύμφυτος αἰών:
108ὅπως Ἀχαιῶν
109δίθρονον κράτος, Ἑλλάδος ἥβας
110ξύμφρονε ταγώ,
111πέμπει σὺν δορὶ καὶ χερὶ πράκτορι
112θούριος ὄρνις Τευκρίδ᾽ ἐπ᾽ αἶαν,
113οἰωνῶν βασιλεὺς βασιλεῦσι νε-
115ῶν ὁ κελαινός, ὅ τ᾽ ἐξόπιν ἀργᾶς,
116φανέντες ἴκταρ μελάθρων
117χερὸς ἐκ δοριπάλτου
118παμπρέπτοις ἐν ἕδραισι,
119βοσκόμενοι λαγίναν, ἐρικύμονα φέρματα, γένναν,
120βλαβέντα λοισθίων δρόμων.
121αἴλινον αἴλινον εἰπέ, τὸ δ᾽ εὖ νικάτω.
Antistrophe 1
ΧΟΡΟΣ
122κεδνὸς δὲ στρατόμαντις ἰδὼν δύο λήμασιν ἴσους
123Ἀτρεΐδας μαχίμους ἐδάη λαγοδαίτας
124πομπούς τ᾽ ἀρχάς:
125οὕτω δ᾽ εἶπε τερᾴζων:
126“ʽχρόνῳ μὲν ἀγρεῖ
127Πριάμου πόλιν ἅδε κέλευθος,
128πάντα δὲ πύργων
129κτήνη †πρόσθε τὰ δημιοπληθῆ
130Μοῖρ᾽ ἀλαπάξει πρὸς τὸ βίαιον:
131οἶον μή τις ἄγα θεόθεν κνεφά-
132σῃ προτυπὲν στόμιον μέγα Τροίας
133στρατωθέν. οἴκτῳ γὰρ ἐπί-
135φθονος Ἄρτεμις ἁγνὰ
136πτανοῖσιν κυσὶ πατρὸς
137αὐτότοκον πρὸ λόχου μογερὰν πτάκα θυομένοισι:
138στυγεῖ δὲ δεῖπνον αἰετῶν.”
139αἴλινον αἴλινον εἰπέ, τὸ δ᾽ εὖ νικάτω.
Epode 3
ΧΟΡΟΣ
140“τόσον περ εὔφρων, καλά,
141δρόσοισι λεπτοῖς μαλερῶν λεόντων
142πάντων τ᾽ ἀγρονόμων φιλομάστοις
143θηρῶν ὀβρικάλοισι τερπνά,
144τούτων αἴνει ξύμβολα κρᾶναι,
145δεξιὰ μέν, κατάμομφα δὲ φάσματα [στρουθῶν].
146ἰήιον δὲ καλέω Παιᾶνα,
147μή τινας ἀντιπνόους
148Δαναοῖς χρονίας ἐχενῇδας
150ἀπλοίας τεύξῃ,
151σπευδομένα θυσίαν ἑτέραν ἄνομόν τιν᾽, ἄδαιτον
152νεικέων τέκτονα σύμφυτον,
153οὐ δεισήνορα. μίμνει γὰρ φοβερὰ παλίνορτος
155οἰκονόμος δολία μνάμων μῆνις τεκνόποινος.
156τοιάδε Κάλχας ξὺν μεγάλοις ἀγαθοῖς ἀπέκλαγξεν
157μόρσιμ᾽ ἀπ᾽ ὀρνίθων ὁδίων οἴκοις βασιλείοις:
158τοῖς δ᾽ ὁμόφωνον
159αἴλινον αἴλινον εἰπέ, τὸ δ᾽ εὖ νικάτω.
Strophe 2
ΧΟΡΟΣ
160Ζεύς, ὅστις ποτ᾽ ἐστίν, εἰ τόδ᾽ αὐ-
161τῷ φίλον κεκλημένῳ,
162τοῦτό νιν προσεννέπω.
163οὐκ ἔχω προσεικάσαι
164πάντ᾽ ἐπισταθμώμενος
165πλὴν Διός, εἰ τὸ μάταν
166ἀπὸ φροντίδος ἄχθος
167χρὴ βαλεῖν ἐτητύμως.
Antistrophe 2
ΧΟΡΟΣ
168οὐδ᾽ ὅστις πάροιθεν ἦν μέγας,
169παμμάχῳ θράσει βρύων,
170οὐδὲ λέξεται πρὶν ὤν:
171ὃς δ᾽ ἔπειτ᾽ ἔφυ, τρια-
172κτῆρος οἴχεται τυχών.
173Ζῆνα δέ τις προφρόνως
174ἐπινίκια κλάζων
175τεύξεται φρενῶν τὸ πᾶν:
Strophe 3
ΧΟΡΟΣ
176τὸν φρονεῖν βροτοὺς ὁδώ-
177σαντα, τὸν πάθει μάθος
178θέντα κυρίως ἔχειν.
179στάζει δ᾽ ἔν θ᾽ ὕπνῳ πρὸ καρδίας
180μνησιπήμων πόνος: καὶ παρ᾽ ἄ-
181κοντας ἦλθε σωφρονεῖν.
182δαιμόνων δέ που χάρις βίαιος
183σέλμα σεμνὸν ἡμένων.
Antistrophe 3
ΧΟΡΟΣ
184καὶ τόθ᾽ ἡγεμὼν ὁ πρέ-
185σβυς νεῶν Ἀχαιικῶν,
186μάντιν οὔτινα ψέγων,
187ἐμπαίοις τύχαισι συμπνέων,
188εὖτ᾽ ἀπλοίᾳ κεναγγεῖ βαρύ-
189νοντ᾽ Ἀχαιικὸς λεώς,
190Χαλκίδος πέραν ἔχων παλιρρό-
191χθοις ἐν Αὐλίδος τόποις:
Strophe 4
ΧΟΡΟΣ
192πνοαὶ δ᾽ ἀπὸ Στρυμόνος μολοῦσαι
193κακόσχολοι, νήστιδες, δύσορμοι,
194βροτῶν ἄλαι,
195νεῶν <τε> καὶ πεισμάτων ἀφειδεῖς,
196παλιμμήκη χρόνον τιθεῖσαι
197τρίβῳ κατέξαινον ἄνθος Ἀργους.
198ἐπεὶ δὲ καὶ πικροῦ
199χείματος ἄλλο μῆχαρ
200βριθύτερον πρόμοισιν
201μάντις ἔκλαγξεν προφέρων Ἄρτεμιν, ὥστε χθόνα βά-
202κτροις ἐπικρούσαντας Ἀτρείδας δάκρυ μὴ κατασχεῖν:
Antistrophe 4
ΧΟΡΟΣ
205ἄναξ δ᾽ ὁ πρέσβυς τότ᾽ εἶπε φωνῶν:
206“βαρεῖα μὲν κὴρ τὸ μὴ πιθέσθαι,
207βαρεῖα δ᾽, εἰ
208τέκνον δαΐξω, δόμων ἄγαλμα,
209μιαίνων παρθενοσφάγοισι
210ῥείθροις πατρῴους χέρας πρὸ βωμοῦ.
211τί τῶνδ᾽ ἄνευ κακῶν,
212πῶς λιπόναυς γένωμαι
213ξυμμαχίας ἁμαρτών;
214παυσανέμου γὰρ θυσίας παρθενίου θ᾽ αἵματος ὀρ-
215γᾷ περιόργῳ σφ᾽ ἐπιθυμεῖν θέμις. εὖ γὰρ εἴη.”
Strophe 5
ΧΟΡΟΣ
216ἐπεὶ δ᾽ ἀνάγκας ἔδυ λέπαδνον
217φρενὸς πνέων δυσσεβῆ τροπαίαν
220ἄναγνον, ἀνίερον, τόθεν
221τὸ παντότολμον φρονεῖν μετέγνω.
222βροτοὺς θρασύνει γὰρ…
223τ…
The complete text is available when the reading interface loads.
Critical apparatus